← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§9.17-11.12

关于幸福的诸种观点与三种生活的考察

阿斯帕西奥斯探讨了关于幸福本质的诸多意见、伦理学中从“对我们而言已知的原理”出发的必要性以及良好习惯养成的重要性。随后,他通过对三种主要生活(享乐、荣誉、牟利)的考察,揭示了快乐、德性与财富的不完全性,并开始涉及理念论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#5

ἀλλ’ οὖν ὀνόματι μὲν τῷ αὐτῷ πάντες ὀνομάζουσιν, εὐδαιμονίαν λέγοντες, περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβητοῦσιν, καὶ οὐ μόνον τοῖς σοφοῖς οἱ πολλοὶ ἀλλὰ καὶ αὐτοὶ ἀλλήλοις καὶ αὐτοὶ αὑτοῖς, συμμετατιθέντες κατὰ τὴν αὑτῶν χρείαν τὴν εὐδαιμονίαν. ἔνιοι δὲ ᾤοντο τἀγαθὸν ἄλλο τι εἶναι παρὰ τὴν εὐδαιμονίαν, τὴν ἰδέαν τὴν τοῦ ἀγαθοῦ· τοῦτο γὰρ εὐδαιμονία οὐκ ἐδόκει εἶναι ἀνθρωπίνη, ἡ δὲ γνῶσις αὐτοῦ εὐδαιμονία. τὸ μὲν οὖν πάσας ἐξετάζειν τὰς δόξας ὡς μάταιον παραιτεῖται, τὰς δὲ ὡς μάλιστα ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον ἐξετάζειν ἐπαγγέλλεται. Ἀξιοῖ δὲ μὴ λανθάνειν, ὅτι διαφέρουσιν οἵ τε ἀπὸ τῶν φύσει ἀρχῶν λόγοι καὶ οἱ ἐπὶ τὰς φύσει ἀρχάς· ἔσονται γὰρ καὶ αἱ ἀρχαὶ αἱ μὲν φύσει αἱ δὲ ὡς πρὸς ἡμᾶς. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖς Φυσικοῖς· ἠπόρει δὲ καὶ Πλάτων πόθεν ἀρκτέον ἐν τοῖς λόγοις καὶ ποίαις ἀρχαῖς χρηστέον· φησὶν οὖν ἐν τούτοις ἀρκτέον εἶναι ἀπὸ τῶν ἡμῖν γνωρίμων καὶ χρήσεται προϊόντος τοῦ λόγου φανεροῖς τισι καὶ γνωρίμοις ἡμῖν. διό, φησί, δεῖ τοῖς ἤθεσιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ πολιτικῶν ἀκουσόμενον. παραγίνεται γὰρ αὐτῷ τὸ ὅτι ἐξ ἐθῶν, ὃ ἂν ἔχῃ, οὐδὲν ἔτι δεῖται τοῦ διότι πρός γε τὰς πράξεις.1 ὁμοίως γὰρ πράξει ὁ πεπεισμένος ὅτι τόδε ἦν τὸ καλὸν τῷ καὶ τὴν αἰτίαν εἰδότι, ἐπεὶ πρός γε τὸ βεβαιοτέραν ἔχειν τὴν κατάληψιν διαφέρει ὅ γε τοιοῦτος· καὶ νὴ Δία ὅτι καλὸν μὲν ἡ σωφροσύνη, αἰσχρὸν δὲ ἡ ἀκολασία καὶ ὅλως ἡ μὲν ἀρετὴ καλόν, ἡ δὲ κακία κακόν, λάβοι ἂν ῥᾳδίως ἀρχὴν διὰ τὸ καλῶς ἦχθαι. λέγει δὲ ἀρχὰς τὰς τοῦ ὅτι τόδε καλὸν ἢ τόδε αἰσχρὸν ἢ εἴ τινες ταύταις ὅμοιαι. ᾧ δὲ μηδέτερον ὑπάρχει, μήτε τὸ ἔχειν μήτε τὸ λαβεῖν ῥᾳδίως, ἀκουσάτω τοῦ Ἡσιόδου. εἰκάζει δὲ τῷ μὲν δι’ αὑτοῦ πάντα νοοῦντι τὸν ἔχοντα ταύτας τὰς ἀρχάς, τὸν δὲ δυνάμενον ῥᾳδίως λαβεῖν μηδέπω δὲ ἔχοντα τῷ πειθομένῳ τοῖς εὖ λέγουσιν, ἀχρεῖον δὲ τὸν μηδετέρως διακείμενον καὶ ἐοικέναι τῷ μήτε νοοῦντι μήτε ἄλλου ἀκούοντι. Ἡμεῖς δέ, φησί, λέγωμεν, ὅθεν παρεξέβημεν. τριῶν γὰρ ὄντων βίων τοῦ τε θεωρητικοῦ καὶ τοῦ ἀπολαυστικοῦ καὶ τοῦ χρηματιστικοῦ, οὐκ ἀλόγως ἐκ τούτων τῶν βίων ὁρμώμενοι καθ’ ἕκαστον αὐτῶν ἄλλοι ἄλλην εὐδαιμονίαν τίθενται διὰ τὸ τὴν εὐδαιμονίαν μηδὲν ἄλλο εἶναι ἢ βίον τέλειον. οἱ μὲν οὖν πολλοὶ καὶ ἐπιπολαιότατοι τιμῶντες τὸν ἀπολαυστικὸν βίον τέλος τίθενται τὴν ἡδονήν· αὕτη γὰρ οὔτε τὸ ἐπ’ ἄλλοις εἶναι δοκεῖ ἔχειν οὔτε τὸ εὐαφαίρετον. ἡ δὲ τιμὴ ἐπὶ τοῖς τιμῶσίν ἐστιν, οὐκ ἐπὶ τοῖς ἔχουσι, διὸ καὶ εὐαφαίρετος· ἐπ’ ἄλλοις γὰρ ἔστι τιμᾶν καὶ ἀτιμάζειν· ἔτι δὲ καὶ ὅσοι εὖ πεφυκότες ἀσπάζονται τὴν τιμήν, διὰ τοῦτο φαίνονται διώκειν αὐτήν, ὅπως λαβόντες πολλοὺς μάρτυρας καὶ μάλιστα τοὺς ἀγαθοὺς πιστεύωσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι. εἰ δὲ ἡ τιμὴ διὰ τὴν ἀρετήν, δῆλον ὡς τέλος ἂν εἴη μᾶλλον ἡ ἀρετή. τὸ γὰρ οὗ ἕνεκα τέλος· ἔστι δὲ αὕτη ἀτελεστέρα. τίς γὰρ ἂν εἴποι εὐδαίμονα τὸν ἔχοντα τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ καὶ καθεύδοντα παρ’ ὅλον τὸν βίον, οἷον καὶ τὸν Ἐνδυμίωνα μυθολογοῦσιν; ἢ τίς ἂν εἴποι εὐδαίμονα τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ’ ὅλον τὸν βίον καὶ κακοπαθοῦντα; οὐδεὶς γὰρ αὐτὸν εὐδαιμονίσειεν, εἰ καὶ ὅτι μάλιστα τὴν ἀρετὴν ἔχοι, εἰ μὴ θέσιν διαφυλάττει, τουτέστιν παράδοξον λόγον. εἰρῆσθαι δέ φησι περὶ τούτων καὶ ἐν τοῖς ἐγκυκλίοις. ἔστι δὲ αὐτοῖς προβλήματα ἐγκύκλια παντοδαπά· διὸ καὶ ἐγκύκλια ὠνομάζετο, διὰ τὸ ἐγκυκλίως αὐτοὺς καθημένους ἐπιχειρεῖν εἰς τὸ προτεθέν· ἢ διὰ τὸ ἐν κύκλῳ περιεστῶτας ἀκροᾶσθαι. περὶ δὲ τοῦ θεωρητικοῦ βίου ὕστερον ἐπισκέψεσθαί φησι. τὸν δὲ χρηματιστὴν βίαιον λέγουσι,2 τουτέστι μικρόν, ὡς πρὸς εὐδαιμονίαν βίαιον λέγοντες τοῦτον· ὁ γὰρ πλοῦτος οὐ τὸ ζητούμενον ἀγαθὸν ἀλλὰ χρήσιμον καὶ ἄλλου χάριν. χρήσιμα δὲ λέγουσιν ἀγαθὰ διὰ τὴν χρείαν· ἔστι δὲ τοιοῦτον ὁ πλοῦτος. πῶς δὲ ἄλλου χάριν αἱρετὸν τὸν πλοῦτον εἴρηκεν, ἐν ἄλλοις δι’ αὑτὸν ἀγαθὸν λέγων καὶ δι’ αὑτὸν αἱρετόν; ἢ ὅτι τῷ μέν, τῷ κατὰ φύσιν διακειμένῳ, ἁρμόττειν λέγεται καὶ τῷ ἀγαθῷ ἁπλῶς ἀγαθόν ἐστι καὶ δι’ αὑτὸ αἱρετόν· ἢ διότι ὄργανόν ἐστι τῷ ἀγαθῷ (πᾶν γὰρ ὄργανον δι’ ἕτερον) ταύτῃ ἄλλου χάριν αἱρετόν. * * * * * * * διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη3 οὐχ ὡς ἐκείνων ταὐτὸν ἡγουμένων τὸ καθόλου καὶ τὴν ἰδέαν, ἀλλ’ ἐπειδὴ αὐτὸς οὐδέν φησιν εἶναι τὴν ἰδέαν ἢ τὸ καθόλου, τοῦτο δὲ λαβόντας χωριστὸν ποιεῖσθαι τοὺς τὰς ἰδέας τιθεμένους.

无论如何,虽然人人都用同一个名字来称呼它,说是“幸福”,但在幸福究竟是什么的问题上,他们却争论不休;不仅大众与智者意见相左,而且他们彼此之间以及每个人自己跟自己也有分歧,按照他们各自的需要来转变幸福。有些人认为善是某种有别于幸福的东西,即善的理念;因为这似乎不是属人的幸福,而对它的认识才是幸福。于是,他将检验一切意见斥为徒劳而加以拒绝,却宣称要检验那些最为流行或似乎具有某种道理的意见。 他认为应当注意,从本性上的原理出发的言论与走向本性上的原理的言论是有区别的;因为原理本身也将有一部分是依本性而言的,另一部分则是相对于我们而言的。关于这些事情,在《物理学》中也曾谈及;柏拉图在言论中也曾困惑于应当从何处出发,应当使用何种原理。因此他说,在这些事情上必须从对我们而言已知的事物出发,并且随着言论的推进,他将使用某些对我们而言显明且已知的事物。因此他说,凡是要听闻关于崇高与政治事务之言论的人,必须在品性上受到良好的引导。因为“事实”是通过习惯而归于他的,只要他具备了这个,在行动方面他就根本不再需要“原因”了。事实上,确信这就是崇高的人,其行动将类似于那同样知晓原因的人,尽管就拥有更加坚固的把握而言,这样的人确实有所不同。凭宙斯起誓,由于受到良好引导,他会容易将节制是崇高的、放荡是可耻的,以及总括而言德性是崇高的、恶习是邪恶的当作始基来接受。他所谓原理,是指“这件事情是崇高的”或“这件事情是可耻的”,或是与这些相似的原理。而凡是两者皆不具备——既不拥有又不能容易接受的人,就让他听听赫西俄德的言论吧。他将凭自身理解一切的人比作拥有这些原理的人,将能够容易接受但尚未拥有的人比作听从善于言谈者的人,而将处于这两种状态之外的人视为无用之人,类似于既不自己思量也不听从他人的人。 他说:“不过,让我们从我们偏离的地方讲起吧。”因为既然有三种生活,即观照的生活、享乐的生活与牟利的生活,那么人们出于这些生活,按照其中的每一种生活设定不同的幸福,并不是没有道理的,因为幸福无非是完全的生活。大众以及最浅薄之辈推崇享乐的生活,并将快乐设定为目的;因为快乐似乎既不取决于他人,也不容易被剥夺。相反,荣誉取决于施予荣誉的人,而不取决于拥有它的人,因而容易被剥夺;因为赋予荣誉或予以贬损全在他人。此外,凡是资质优良而乐于接受荣誉的人,他们追求荣誉似乎也是为了这个缘故:以便通过获得众多证人、尤其是善良的证人,确信自己是优秀的。但如果荣誉是为了德性的缘故,显然德性才更应当是目的。因为所为了的目的才是目的;然而这〔德性〕则较为不完全。因为谁会把拥有德性、却终生无所事事昏睡不醒的人称为幸福者呢,正如人们在神话中谈论恩底弥翁那样?或者谁会把终生拥有最重大的善却饱经苦难的人称为幸福者呢?因为没有任何人会认为他是幸福的,纵使他极高程度地拥有德性,除非某人是在维护一种论题,也就是某种悖理之说。他说关于这些事情在通俗著作中也有论述。他们有各种各样的巡回课题;因此也被命名为“巡回的”,这是由于他们环坐着对提出的论题进行论辩,或是由于围成一圈站立着听讲。关于观照的生活,他说稍后予以考察。而人们将牟利的生活称为暴力的,也就是说渺小的,是相对于幸福而言称之为暴力的;因为财富并不是所寻求的善,而是有用的、为了他物的善。人们因需要而将善称为有用的;财富便是这种性质。但是,既然在别处他说财富因自身而为善且因自身值得选择,那么他怎么又说财富是为了他物而值得选择的呢?抑或这是因为,一方面对于某人、即处于本性状态的人而言〔财富〕被说成是适宜的,并且对于善人而言是单纯的善且因自身值得选择;还是因为财富对于善人而言是工具(因为一切工具皆为了他物),在这一层面上是为了他物而值得选择的? * * * * * * * ……这是因为身为朋友的人们引入了相,并不是因为那些人将普遍与理念视为同一事物,而是因为他自己说理念无非就是普遍,而设定理念的人们将此[普遍]拿去并使其分离。

语法注3 条
  1. 1.1παραγίνεται γὰρ αὐτῷ τὸ ὅτι ἐξ ἐθῶν, ὃ ἂν ἔχῃ, οὐδὲν ἔτι δεῖται τοῦ διότι πρός γε τὰς πράξεις.

    此处是由名词化的连词 τὸ ὅτι(“事实”)与 τὸ διότι(“原因/何以如此”)构成的对照句式。关系从句 ὃ ἂν ἔχῃ 起到一般条件从句的作用(“若他拥有此物”),其先行词是前面的 τὸ ὅτι。主句中的 οὐδὲν 作状语修饰 δεῖται(“全然不……”),δεῖται 则支配属格补足语 τοῦ διότι。

  2. 1.1τὸν δὲ χρηματιστὴν βίαιον λέγουσι

    底本中的 τὸν δὲ χρηματιστὴν 虽然从形态上是表示行为者的名词(“谋利者”),但在此处结合上文提及的三种生活(τρεῖς βίοι),指代的是牟利的生活(τὸν χρηματιστικὸν βίον)。谓语形容词 βίαιον 源自亚里士多德原文(1096a6, ὁ δὲ χρηματιστὴς βίαιός τίς ἐστιν),并被注解者释为“渺小的/微不足道的(μικρόν)”,即相对于真正的幸福而言是被迫且受限制的。

  3. 1.1διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη

    紧接着底本残缺(星号标出处)出现的介词短语。由 διὰ τὸ 引导对格不定式结构(φίλους ἄνδρας 作不定式 εἰσαγαγεῖν 的逻辑主语,τὰ εἴδη 作宾语),意为“因为身为朋友的人们[指柏拉图等人]引入了相”。随后的 οὐχ ὡς ... ἀλλ’ ἐπειδὴ ... 构成了对照性的从属结构,用以说明对理念论的批评依据及其实质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:9.17-11.12