- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:7.24-9.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在阐明受过教养者的特质以及青年人和顺从情念者不适宜听取伦理学的原因之后,作者探讨并化解了作为实践科学的政治学如何以幸福(观照)为目的这一疑难,继而回归将幸福视为最高实践善的论述。
πεπαιδευμένου γάρ ἐστιν κατὰ τὸ ὑποκείμενον πρᾶγμα ἀπαιτεῖν τοὺς λόγους. Μνημονεύσας δὲ περὶ τοῦ ἀκροατοῦ, οἷον δεῖ αὐτὸν εἶναι, μικρὰ περὶ αὐτοῦ παρεκβὰς λέγει, ὅτι καθ’ ἓν ἕκαστόν ἐστι πρᾶγμα κριτὴς ἀγαθὸς ὁ περὶ ἐκεῖνο πεπαιδευμένος ὤν. λέγει δὲ τοὺς πεπαιδευμένους περὶ ἕκαστον μὲν τοὺς μετρίως ἐκείνου μετεσχηκότας, οἷον περὶ γεωμετρίας τοὺς μετρίως καὶ μέχρι τινὸς γεωμετρήσαντας. περὶ πᾶν δὲ ἔλεγε πεπαιδευμένον τὸν περὶ πάντα τὰ μαθήματα οὕτως ἔχοντα, ὥστε μέχρι τινὸς αὐτῶν μετεσχηκέναι. γίνεται δὲ ὁ πεπαιδευμένος καὶ τῶν αὐτοῦ τελειοτέρων κριτὴς τῷ ἔχειν ἀρχάς, κριτὴς δὲ ἐπὶ τοσοῦτον, ὥστε γνωρίζειν τόν τε γεωμετρικὸν καὶ μή, καὶ τῷ μὲν προστίθεσθαι περὶ γεωμετρικῶν τῷ δὲ ἀπειθεῖν. εἰκάζειν δὲ τῷ μὲν ἀπαιδεύτῳ τὸν νέον παντάπασι.1 λέγει δὲ νέον τὸν παῖδα· ἡγεῖται δὲ τὸν παῖδα μὴ ἐπιτήδειον εἶναι τῶν ἠθικῶν ἀκούειν λόγων διὰ τὸ μηδέπω ἔχειν ἀρχὰς λογικάς. διό φησι μὴ εἶναι οἰκεῖον ἀκροατὴν τὸν νέον, τουτέστι τὸν παῖδα, δι’ ἓν μὲν ὅτι ἄπειρός ἐστι τῶν κατὰ τὸν βίον πράξεων, δι’ ἕτερον δὲ ὅτι κατὰ πάθος ζῇ ὥσπερ τὰ ἄλλα ζῷα καὶ λόγου ἄμοιρα. πλὴν τοσοῦτον διαφέρει τῶν ἀλόγων ζῴων, ὅσον ἀφορμὴν ἔχει τῇ ψυχῇ τοῦ λόγου. ἐθίζειν μὲν οὖν ἀξιοῖ τοὺς παῖδας, τοὺς δὲ τῆς πολιτικῆς ἢ ἠθικῆς λόγους μὴ παραδιδόναι. καὶ γὰρ καταφρονήσουσιν ὡς ἄλλου τινὸς μαθήματος μὴ ἀναγκαίου ἀκούοντες καὶ ἀνωφελῶς ἀκούσονται. λογικοῦ γὰρ ἡ προαίρεσις, μὴ κτώμενοι δὲ προαίρεσιν ἀγαθὴν οὐδὲ πράξουσι οὐδὲν τῶν κατὰ λόγον. διαφέρειν δὲ οὐδὲν ἡγεῖται νέον τὴν ἡλικίαν καὶ τὸ ἦθος νεαρόν· οὗτοι δέ εἰσιν οἱ κατὰ πάθος ζῶντες, οἷοίπερ οἱ ἀκρατεῖς· τοῖς δὲ κατὰ λόγον τὸν φύσει παραγινόμενον τοῖς ἀνθρώποις ἀπό τινος ἡλικίας δυναμένοις ποιεῖσθαι τὰς ὀρέξεις, πολλοῦ ἂν ἄξιον εἴη τι περὶ τούτων εἰδέναι. Πρὶν δὲ εἰπεῖν περὶ ὧν ἑξῆς λέγει, ἄξιον ἀπορῆσαι, πῶς τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς εἴρηκεν· ἡ μὲν γὰρ πολιτικὴ πρακτική τίς ἐστι· πάσης δὲ πρακτικῆς ἐπιστήμης τέλος πρᾶξις, ὥστε ἡ εὐδαιμονία ἐν πράξει· δοκεῖ δὲ αὕτη εἶναι ἐν θεωρίᾳ καὶ τό γε μέγιστον τοῦ τέλους ἐν τούτῳ. ἆρ’ οὖν κατὰ πρᾶξιν λέγει τὴν ἐνίων τοὺς πρώτους λόγους,2 ὅθεν καὶ φησι “δόξειε δ’ ἂν τῆς κυριωτάτης” ὡς ἂν τὴν δόξαν ἐκθέμενος τὴν περὶ τῆς εὐδαιμονίας; εἶτα προϊὼν ἀκριβοῖ τὸν περὶ αὐτῆς λόγον καί φησιν ‘ἐν ἐνεργείᾳ εἶναι κατ’ ἀρετὴν τελείαν’, ὥστε εἶναι αὐτὴν τέλος τῆς τελείας ἀρετῆς· αὕτη δέ ἐστιν ἡ ἐκ πασῶν τῶν ἀρετῶν τῶν τε πρακτικῶν καὶ τῶν θεωρητικῶν. ἢ διττὴν τίθεται τὴν εὐδαιμονίαν τὴν μὲν πρακτικὴν ὡς ἀτελεστέραν, τὴν δ’ ἐξ ἀμφοῖν ὡς τελειοτέραν; ἢ ἔστι πως εἰπεῖν τὴν μὲν εὐδαιμονίαν θεωρητικὴν ἅμα καὶ πρακτικὴν οὖσαν τέλος εἶναι τῆς πολιτικῆς; διὸ προστάττει αὐτὴ τοὺς μέλλοντας ἀρίστους τῶν πολιτικῶν ἔσεσθαι μὴ μόνον πρακτικοὺς ἀλλὰ καὶ θεωρητικοὺς εἶναι. δόξειε δ’ ἂν κατά γε τοῦτο ἐλάττων εἶναι ἡ σοφία καὶ ὅλως ἡ θεωρητικὴ ἐπιστήμη τῆς πολιτικῆς, εἴ γε ἡ μὲν προστάττει, ἡ δὲ προστάττεται. ἀλλὰ ταύτην γε λύει τὴν ἀπορίαν προϊών· φησὶ γὰρ τὸ μηδὲν κωλύειν τὴν ἐλάττω προστάσσειν περὶ τῶν κρειττόνων, οἷον 〈προστάσσει〉 ἡ πολιτικὴ καὶ ναοὺς θεῶν κατασκευάζεσθαι καὶ σέβειν αὐτοὺς οὐ δήπου κρείττων οὖσα τῶν θεῶν· τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς σοφίας ἐπιτάττειν ἤγουν πολὺ θειοτέρας καὶ τιμιωτέρας αὐτῆς ἐπιδείκνυσιν.3 Ἐπεὶ δὲ περὶ τούτων ἠπόρηται, πάλιν ἐπὶ τὸν συνεχῆ τοῖς εἰρημένοις λόγον ἐπανέλθωμεν. ἀναλαβὼν δὲ λέγει τὸν ἐξ ἀρχῆς λόγον, πᾶσαν γνῶσιν καὶ προαίρεσιν ἀγαθοῦ ὀρέγεσθαι, ἐν μὲν τῇ γνώσει τὴν ἐπιστήμην καὶ τὴν μέθοδον περιλαβών, ἐν δὲ τῇ προαιρέσει τὴν πρᾶξιν, ἐπεὶ αἱ πράξεις ὡς ἀπὸ προαιρέσεως ἐνεργοῦνται. τί οὖν ἐστιν τὸ τέλος τῆς πολιτικῆς ἢ τὸ ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν; οὐκ ἀλόγως δὲ προσέθηκε πρακτῶν, ἀλλ’ ἐπειδὴ ἁπλῶς μὲν ἀκρότατον ἀγαθὸν τὸ πρῶτον αἴτιον, τῶν δὲ πρακτῶν ἡ εὐδαιμονία, περὶ ἧς νῦν ἡ σκέψις. τὸ μὲν οὖν ὄνομα ταὐτὸν ὑπὸ πάντων ὁμολογεῖται· εὐδαιμονίαν γὰρ ὀνομάζουσι τὸ ἀκρότατον τῶν τελῶν. τὸ δὲ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν. ταῦτα δὲ προσέθηκε καταβαλλόμενος ἤδη τὰς ἀρχὰς εἰς τὴν αὑτοῦ περὶ εὐδαιμονίας δόξαν. ἐν πράξει γὰρ αὐτὴν καὶ ἐνεργείᾳ τιθέμενος προσάγεται ἤδη τὴν πάντων ἀνθρώπων ὁμολογίαν, ὡς ὑπὸ τῆς ἀληθείας ἀγομένων ἐπὶ 〈τὸ〉 τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν καὶ τὸ εὐδαιμονεῖν μηδὲν ἀλλήλων διαφέρειν λέγειν.
因为依照基础的主题要求言论,乃是有教养之人的特征。在提及听者应当是怎样的人之后,他稍作偏离探讨听者,指出在每一个具体的对象上,就该对象受过教养的人是良好的裁决者。他所谓在各个对象上受过教养的人,是指适度参与了该对象的人,例如在几何学上是指适度且达到一定程度地从事了几何学研究的人。而他所说的关于整体受过教养的人,则是指在一切学科上都具有如此状态,以致在某种程度上参与了这些学科的人。受过教养的人因持有原理,亦成为比自己更完备之人的裁决者;但他成为裁决者仅达到这样的程度,即辨识谁是几何学家谁不是,并就几何学事务赞同前者而拒绝后者。而且[他似乎]将青年人完全等同于未受教养的人。他所说的青年人是指小孩子;他认为小孩子不适宜听取伦理言论,因为他们尚未拥有理性的原理。因此他说青年人、即小孩子不是合适的听者,其一是因为他对人生中的诸行动缺乏经验,其二是因为他依照情念生活,就像其他动物和缺乏理性的事物一样。只是小孩子在灵魂中拥有理性的始基,仅在这一点上他与无理性的动物有所区别。因此,他认为应当让小孩子们养成习惯,但不传授政治学或伦理学的言论。因为他们会像听某种其他不必要的学科一样听取它们并予以轻慢,听了也毫无益处。因为选择属于理性者,而未能获得优良选择的人,绝不会践行符合理性的任何行动。他认为在年龄上年轻与在品性上幼嫩毫无区别;这些人就是依照情念生活的人,正如不能自制者一样。而对于那些能够依照在人身上从某一特定年龄起自然产生的理性来塑造欲望的人而言,知晓关于这些事情的某种知识将是大有价值的。 在探讨他接续所讲的事情之前,值得探究他是如何将幸福称为政治学的目的的。因为政治学是某种实践科学,而每一门实践科学的目的都是行动,因而幸福在于行动之中。然而幸福似乎在于观照之中,并且目的的最重大之处正在于此。那么,难道他是依照某些人的[看法]结合行动来论述最初的言论,因而才说“它似乎[属于]最高位者”,仿佛陈述了关于幸福的流俗意见?随后他在推进时使关于幸福的言论更加严密,并说它是“依照完全德性的活动”,因而它是完全德性的目的;而这一德性是由实践德性与观照德性的全体所构成的。抑或他将幸福设定为双重的,一者作为实践性的因而较为不完全,另一者由二者构成因而更加完全?或者是否可以以某种方式说,幸福兼具观照性与实践性,因而构成了政治学的目的?因此政治学自身便指令那些将要成为最杰出政界人士的人,不仅要具备实践性,而且要具备观照性。然而根据这一点,智慧、以及总体的观照科学似乎要逊色于政治学,如果确实是一者下达指令,而另一者接受指令的话。但他在论述推进时亲自化解了这一疑难;因为他说,并不妨碍较为逊色者就更优越者下达指令,例如政治学指令建造诸神的庙宇并崇奉诸神,但它绝非优于诸神。以相同的方式,他表明〔政治学〕也关于智慧——即远比它自身更为神圣且更加尊贵者——下达指令。 既然已经探究了这些疑难,让我们再次回到与前文连续的言论上来。他重新接续最初的言论,指出一切认识和选择都希求某种善,在认识中包含了科学与探究方法,在选择中包含了行动,因为诸行动是作为源于选择的活动而进行的。那么,政治学的目的、或者说实践善的最高峰是什么?他添上“实践的”一词并非毫无道理,而是因为就本义而言最高的善是第一原因,但在实践的善中则是幸福,这正是眼下所考察的对象。名称为所有人公认是相同的;因为他们将诸目的的最高峰命名为幸福。人们还认为好好生活与好好行动同处于幸福状态是一回事。他在此时添上这些,已经是在为自己关于幸福的主张奠定原理。因为在将幸福确立于行动与活动之中的同时,他已经引进了所有人的共识,仿佛人们是被真理引导着说出好好生活、好好行动与处于幸福状态彼此毫无差异。
- 1.1εἰκάζειν δὲ τῷ μὲν ἀπαιδεύτῳ τὸν νέον παντάπασι
不定式 εἰκάζειν 处于省略了主动词(如 φησί 或 δοκεῖ)的“宾格加不定式”结构中,表明亚里士多德将青年人与未受教养者完全等同(或相类比)。
- 1.1ἆρ’ οὖν κατὰ πρᾶξιν λέγει τὴν ἐνίων τοὺς πρώτους λόγους
在 κατὰ πρᾶξιν λέγει τὴν ἐνίων 这一句构中,τὴν ἐνίων 省略了阴性名词(如 δόξαν,“依照某些人的[看法]”),意即询问他是否依循某些人的意见而结合行动来展开前述论证。
- 1.1ἐπιτάττειν ἤγουν πολὺ θειοτέρας καὶ τιμιωτέρας αὐτῆς ἐπιδείκνυσιν
在这一句中,谓语 ἐπιδείκνυσιν(表明)支配不定式 ἐπιτάττειν(下达指令,隐含主语为政治学),而 ἤγουν(即)引导属格单数 θειοτέρας καὶ τιμιωτέρας 作为 τῆς σοφίας 的同位语,αὐτῆς 为比较属格,指代政治学。
