← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§11.13-13.3

关于善的理念论驳论的阐释

阿斯帕西奥斯阐释了亚里士多德对善的理念论的批判(1096a17起),系统梳理了基于存在先后序列之物无理念的第一论证、基于多义性的第二论证、基于缺乏单一知识的第三论证,并探讨了“自身”与具体个例在定义上一致的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

" Οἱ δὲ κομίζοντες τὴν δόξαν ταύτην ἕως καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω." Οἱ ἀναιρετικοὶ λόγοι δόγματος οἱ μὲν ἁπλῶς ἀναιροῦσιν, οἱ δὲ ἐκ τῶν δοκούντων τοῖς τιθεμένοις τὸ δόγμα, οἷον οὐ μόνον ἀναιροῦσιν ἀλλὰ καὶ τοὺς εἰρηκότας ἐλέγχουσιν οὐχ ὁμολογοῦντας αὑτοῖς. τοιοῦτος δέ ἐστι καὶ ὁ πρῶτος λόγος πρὸς τοὺς τὴν τοῦ ἀγαθοῦ ἰδέαν εἶναι λέγοντας. φησὶ γὰρ ὅτι οἱ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας τούτων ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον· ἔστω γάρ, φησί, πρότερον οὗ μὴ ὄντος οὐκ ἂν εἴη τὸ ὕστερον, ὄντος δὲ οὐκ ἀνάγκη τὸ ὕστερον εἶναι. διόπερ, φησίν, οὐδὲ τῶν ἀριθμῶν ἐποίουν ἰδέας, οἷον αὐτοαριθμὸν διὰ τὸ εἶναι προτέραν τὴν δυάδα τῶν ἄλλων· ἀναιρουμένης γὰρ αὐτῆς ἀναιροῦνται καὶ οἱ λοιποί. τὸ δὲ ἀγαθὸν λέγουσι καὶ ἐν τῷ τί ἐστιν, τουτέστιν οὐσίᾳ, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις· καὶ ἔστι τὸ καθ’ αὑτό, ὅπερ ἐστὶν ἡ οὐσία, πρότερον τῇ φύσει τῶν ἄλλων κατηγοριῶν. ὁ δὲ τοῦ πρός τι μόνον ἐμνημόνευσεν, ἐπειδὴ γνωριμωτέρως τούτου προτέρα ἡ οὐσία. σχέσις γάρ ἐστι τῆς οὐσίας πρὸς ἄλλο τι, διὸ παραφυάδι εἰκάζει τὸ πρός τι. πᾶσα γὰρ παραφυὰς ὑστέρα ἐκείνου ᾧ παραπέφυκεν· ὥστε οὐκ ἂν εἴη κοινή τις τούτων1 ἰδέα. ὁ δὲ λόγος ὡς περιλαβόντι εἰπεῖν ἔχει οὕτως· ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ ἔστιν, οὐδεμία ἰδέα τούτων. εἰς παραμυθίαν δὲ τοῦ τὸ πρότερον καὶ τὸ ὕστερον εἶναι ἐν τἀγαθῷ, διείλετο ποσαχῶς λέγεται τὸ ἀγαθόν· ὅτι καὶ ἐν ταῖς δέκα κατηγορίαις ἡ μὲν οὐσία καθ’ αὑτήν ἐστι καὶ ὄν, τὰ δὲ ἄλλα συμβεβηκότα, πρότερον δὲ τὸ καθ’ αὑτὸ τῶν συμβεβηκότων. τὴν μὲν οὖν πρώτην πρότασιν ἐκ τῆς δόξης ἔλαβε τῶν τὰς ἰδέας εἰσηγουμένων, τὴν δὲ ἑξῆς αὐτὸς τίθησιν. οὐ γὰρ ἂν συγχωροῖεν τὸ πρότερον καὶ τὸ ὕστερον εἶναι ἐν τοῖς ἀϊδίοις, ἀλλ’ ἅμα τῇ φύσει ταῦτα. † τοῦ ἀγαθοῦ δὲ ποσαχῶς ἔχουσα τὸ ἀγαθόν. ὁ δὲ ἑξῆς λόγος ἔγκειται ὑποθετικῶς οὕτως· εἰ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, δῆλον ὅτι οὐκ ἂν εἴη καθόλου καὶ ἓν τὸ ἀγαθόν. τούτῳ δὲ ἕπεται τὸ μηδεμίαν ἰδέαν εἶναι ἀγαθοῦ. κατηγορικῶς δὲ οὕτως ἂν λεχθείη· τῶν πολλαχῶς λεγομένων οὐκ ἔστι μία ἰδέα· τὰ ἀγαθὰ λέγεται πολλαχῶς· οὐκ ἄρα οἷόν τε μίαν αὐτῶν ἰδέαν εἶναι. δοκεῖ δὲ καὶ οὗτος ὁ λόγος καὶ ὁ πρότερος οἱ αὐτοὶ εἶναι· ἐκ γὰρ τῆς διαιρέσεως τῆς τῶν ἀγαθῶν καὶ τοῦ πολλαχῶς ταῦτα λέγεσθαι τὴν ἀπόδειξιν ποιεῖσθαι δοκοῦσιν. οὐ μὴν εἰσιν οἱ αὐτοί, ἀλλ’ ὁ μὲν πρότερος ἐκ τοῦ μὴ εἶναι κοινὴν ἰδέαν τούτων, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, εἶναι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν τοῖς ἀγαθοῖς, ὁ δὲ ὕστερος παντελῶς ἄλλας ἔχει τὰς προτάσεις· ἐκ γὰρ τούτων πολλαχῶς λεγομένων μὴ εἶναι ἰδέαν, τὸ δ’ ἀγαθὸν πολλαχῶς λέγεσθαι ἐπιφέρει τὸ συμπέρασμα. ἑκατέρα δ’ αὐτῶν ἡ δευτέρα πρότασις τὴν παραμυθίαν ἔχει ἐκ τῆς διαιρέσεως τῶν ἀγαθῶν· ὁ δὲ τρίτος λόγος κεῖται μὲν καὶ αὐτὸς ὑποθετικῶς. ἰσοδυναμεῖ δὲ τούτῳ τῶν κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη· τῶν δ’ ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη. τοῦτο δ’ ὑπομιμνήσκει· πολλαὶ γὰρ ἐπιστῆμαι καὶ τῶν ὑπὸ μίαν τῶν κατηγοριῶν, οἷον καιρός ἐστι τῆς τοῦ ποτὲ κατηγορίας· ἐν πολέμῳ γὰρ στρατηγικὴ ἐπιστήμη τοῦ καιροῦ, ἐν νόσῳ δὲ ἰατρικὴ καὶ τὸ μέτριον δέ ἐστι τῆς τοῦ ποσοῦ ἢ μᾶλλον τῆς τοῦ πρός τι, ἀλλ’ ἐν τροφῇ μὲν ἰατρικὴ ἐπιστήμη, ἐν πόνοις δὲ γυμναστική. ὅτι δὲ τῶν ὑπὸ μίαν ἰδέαν μία καὶ ἐπιστήμη ῥᾴδιον μαθεῖν. καὶ γὰρ ἀνθρώπου μία ἐπιστήμη καὶ ἵππου μία. εἰ δέ τις λέγει ὅτι ὑγιείας οὐ μία, καίτοι κατὰ μίαν ὑγίειαν λέγεται, καὶ ἔστιν ἄλλη μὲν ἐπιστήμη ἀνθρώπων ὑγιείας, ἄλλη δὲ ἵππων, ῥητέον ὅτι μία ἐστὶν ἐπιστήμη ἰατρική, ἧς δύο μέρη· καὶ γὰρ ὑγίεια μία ἧς δύο εἴδη καὶ εἰσὶ δύο ἄρ’ ὡς ἐπ’ ἄλλων ἔχει. τὰ δὲ μετὰ ταῦτα κοινῶς ἀπορεῖ πρὸς τὸν τὰς ἰδέας λέγοντα, καὶ οἷον ὁ τοῦ αὐτοανθρώπου καὶ ἀνθρώπου λόγος, ᾗ ἄνθρωπος, οὐδὲν ταύτῃ διοίσουσιν, ὥστε οὐδὲ τὸ αὐτοἀγαθὸν τοῦ ἐν μέρει ἀγαθοῦ, ᾗ ἀγαθόν· οὐδ’ ὅτι ἀίδιον τὸ αὐτοαγαθὸν καὶ ὁ αὐτοάνθρωπος·2 ταύτῃ μὲν γὰρ διοίσει, ᾗ 〈δ’〉 ἀγαθὸν ἢ ᾗ ἄνθρωπος, οὐδὲν διοίσει· ὥσπερ οὐδὲ τὸ πολυχρόνιον λευκότερον τοῦ ἐφημέρου.

“提出这一意见的人们”至“关于这些事情,且说到这里”。 反驳某种教义的论证,有些是单纯的反驳,有些则是从提出该教义的人所认可的前提中进行反驳,例如不仅予以反驳,而且揭穿提出者自相矛盾。针对那些主张存在善的理念的人,第一个论证便属于此类。因为他说,提出这一意见的人们并未在那些具有先后之别的事物中设定理念。他说,因为姑且假定“先者”是:无之则后者不复存在,但有之则后者不必然存在者。因此他说,他们也不曾为数设定理念,例如没有设定“数自身”,因为二元先于其他[数];因为一旦它被取消,其余的数也就被取消了。然而善既在“是什么”(即实体)中被述说,也在其余的范畴中被述说;而因自身的存在(即实体)在本性上先于其余范畴。他仅提及了关系范畴,因为实体先于关系是更为显著已知的。因为它是实体对其他事物的关联,故而他将关系范畴比作旁生之枝。因为一切旁生之枝均后于其所依附生长的母体;所以这些范畴不可能有任何共同的理念。简明地概括,其论证如下:“在具有先后之别的事物中,决不存在它们的理念。”为了确立先后之别存在于善之中,他区分了善被述说的若干种方式:在十个范畴中,实体是因自身的且是“有”,其余则是偶性,而因自身者先于偶性。因此,第一前提是他从提出理念之人的意见中采纳的,但后一前提则是他自己设立的。因为他们绝不会承认在永恒之物中存在先后之别,而是认为这些在本性上是同时的。†善的……以多少种方式具有善。接下来的论证以假言方式表述如下:“如果善与有以同样多的方式被述说,显而易见善不可能是一个普遍且单一之物。”由此便得出:善的理念决不存在。若以定言方式表述则如下:“多义述说之物没有单一的理念;善是多义述说的;因此不可能有它们的单一理念。”这一论证与前一个论证看似相同;因为它们似乎都从善的区分以及善的多义性中作出证明。然而它们并非相同;而是前一论证出于那些具有先后之别的事物没有共同理念,以及善之中具有先后之别;后一论证则拥有截然不同的前提:因为它从多义述说之物没有理念、以及善是多义述说的这一前提出发引出结论。而它们各自的第二前提均从善的区分中获得支持。第三个论证本身也是假言设立的。它与以下命题等价:“属于单一理念的事物亦有单一的知识;而诸善物并无单一的知识。”他提示了这一点:因为即使属于单一范畴的事物也有多种知识,例如适时属于“何时”范畴;在战争中将帅术是适时的知识,而在疾病中医学是适时的知识;节度属于“数量”范畴,或者毋宁说属于“关系”范畴,但在食物方面医学是知识,在劳力方面体育是知识。而属于单一理念的事物亦有单一知识,这是容易理解的。因为关于人有单一知识,关于马也有单一知识。如果有人说关于健康并非单一知识,尽管健康是依单一的健康而言的,且人的健康有一种知识,马的健康有另一种知识,那么应当说医学是一门单一的知识,它有两个部分;因为健康也是单一的,它有两个种,因此正像其他情况一样是两个。在此之后,他向谈论理念的人提出了一个普遍的疑难:例如“人自身”与“人”在作为人的限度内的定义在这一方面毫无差别,因此“善自身”与个别的善在作为善的限度内亦毫无差别;即使善自身与人自身是永恒的,[也不构成差异]:因为在这一方面它们虽有差别,但作为善或作为人而言,则毫无差别;正如长久之物并不比朝生暮死之物更白。

语法注2 条
  1. 1.2ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ ἔστιν, οὐδεμία ἰδέα τούτων.

    在句法上,该句旨在概括前文关于“在具有先后次序的事物中不设定理念”的论点,但文本作 οὐκ ἔστιν。若字面理解为“在不存在先后次序的事物中”,则与论点直接冲突。此处或者视逗号位置有误,将关系从句视为省略系动词而将 οὐκ ἔστιν 与主句 οὐδεμία ἰδέα τούτων 连读为加强否定的双重否定,或者视 οὐκ 为衍误。各语言译文均根据全篇逻辑一致性,译为“具有先后次序的事物”。

  2. 1.2οὐδ’ ὅτι ἀίδιον τὸ αὐτοαγαθὸν καὶ ὁ αὐτοάνθρωπος·

    短语 οὐδ’ ὅτι... 承接前句的动词 διοίσουσιν,属于省略结构,意即“善自身与人自身是永恒的,[也不会因此而在作为善或人上有所不同]”。随后的解释 ταύτῃ μὲν γὰρ διοίσει 说明在永恒性上虽有区别,但在本质定义上毫无差别。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:11.13-13.3