← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§88.6-89.25

快乐的划分与节制的固有对象

阿斯帕西乌斯阐释了亚里士多德对快乐的划分(分为身体快乐与灵魂快乐),指出节制与放荡并不严格关涉灵魂的快乐(如爱荣誉、求知),也不关涉视觉、听觉或嗅觉本身的快乐,而是就其自身而言关涉触觉的快乐,除非其他感觉附带性地唤起了对触觉欲望的记忆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#12

τῶν ἡδονῶν αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί· καὶ ψυχικαὶ μέν, ἐν αἷς αὐτὴ καθ’ αὑτὴν ἥδεται ἡ ψυχή, σωματικαὶ δέ, ἃς ἥδεται διὰ τοῦ σώματος ἡ ψυχή, οἷον φιλοτιμία φιλομαθία. ἑκάτερον γὰρ τούτων φησὶ τῶν τε φιλοτίμων καὶ τῶν φιλομαθῶν χαίρειν μηδὲν πάσχοντος τοῦ σώματος, ἀλλὰ μᾶλλον τῆς διανοίας. πῶς δὲ λέγει πασχούσης τῆς διανοίας χαίρειν τοὺς φιλομαθεῖς ἢ τοὺς φιλοτίμους; οὐ γὰρ δὴ τὸ χαίρειν καὶ ἡδοναὶ ἐν τῇ διανοίᾳ, ἀλλ’ ἐν τῷ παθητικῷ μορίῳ τῆς ψυχῆς. πότερον οὖν διάνοιαν εἶπεν ἀντὶ τοῦ ψυχὴν κοινότερον, ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι ἑκάτερος τούτων χαίρει μὲν τῷ παθητικῷ μορίῳ τῆς ψυχῆς, οὐ τοῦ σώματος πάσχοντός τι, καθάπερ ἐπὶ τῶν σωματικῶν ἡδονῶν ἀλλὰ τῆς διανοίας; ἡ δὲ διάνοια τοιοῦτόν τι πάσχουσα ἐννοεῖ, ὅτι ἐπέτυχε οὗ ἐβούλετο· ἡ μὲν διάνοια τοῦ φιλομαθοῦς ὅτι ἐπέτυχε μαθήματος, ἡ δὲ τοῦ φιλοτίμου, ὅτι ἐπέτυχε τιμῆς. ταύτῃ δὲ τῇ κινήσει τῆς διανοίας, ἣν πάθος προσηγόρευσεν, ἐπακολουθεῖ ἡδονὴ ἐν τῷ παθητικῷ ὄντι μορίῳ τῆς ψυχῆς. οἱ δὲ περὶ τὰς ψυχικὰς ἡδονὰς ὄντες οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται· οὐδὲ γὰρ τοὺς φιλομύθους καὶ διηγητικοὺς λέγομεν ἀκολάστους ἀλλ’ ἀδολέσχους· οὐδὲ περὶ λύπας ἐστὶ τὰς ψυχικὰς ἢ σωφροσύνη ἢ ἀκολασία· τοὺς γὰρ ἐπὶ χρημάτων ἀποβολῇ ἢ φίλου λυπουμένους ἢ ἐπὶ τῇ κτήσει χαίροντας οὔτε σώφρονας οὔτε ἀκολάστους λέγομεν. φαίνεται οὖν περὶ τὰς σωματικὰς εἶναι ἡ σωφροσύνη ἡδονάς, ἔστι δὲ οὐ περὶ πάσας τὰς σωματικάς. ἵν’ οὖν δῆλον γένηται, περὶ τίνας ἐστί, διαιρετέον τὰς σωματικάς. ἔστι δὴ εἴδη τῶν σωματικῶν ἡδονῶν, ὅσα καὶ τῶν αἰσθήσεων. ὅσαι γὰρ αἱ αἰσθήσεις, τοσαῦται καὶ αἱ σωματικαὶ ἡδοναί, αἱ μὲν δι’ ὄψεως, αἱ δὲ δι’ ἀκοῆς, αἱ δὲ διὰ τῶν ἄλλων αἰσθήσεων. οὐκ ἔστι δὴ περὶ τὰς δι’ ὄψεως ἡδονὰς ἡ σωφροσύνη οὐδ’ ἡ ἀκολασία· οἱ γὰρ χαίροντες χρώμασι καὶ σχήμασι καὶ γραφαῖς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, καίτοι ἔστι ἐπὶ τούτων ὡς δεῖ χαίρειν καὶ καθ’ ὑπερβολὴν καὶ κατ’ ἔλλειψιν· ἀλλ’ οὔτε εἰς σωφροσύνην ἀναφέρεται τὸ ὡς δεῖ οὔτε εἰς ἀκολασίαν τὸ καθ’ ὑπερβολὴν οὔτε τὸ κατ’ ἔλλειψιν εἰς τὴν παρακειμένην τῇ σωφροσύνῃ, ἣν ἀναισθησίαν ἐνίοτε ὀνομάζει. ἐπειδὴ οὖν ἔστι καὶ ἐν ταῖς περὶ τὴν ὄψιν ἡδοναῖς τὸ ὡς δεῖ χαίρειν, δόξει τις καὶ ἀρετὴ εἶναι. τὸ γὰρ ὡς δεῖ ἀρετῆς καὶ τὸ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν κακίαι τινές· τίς οὖν ἡ περὶ τὰ ὁράματα ἀρετὴ καὶ τίνες αἱ κακίαι εἰπεῖν οὐ ῥᾴδιον. πότερον οὖν οὐδ’ εἰσὶν ἀρεταὶ ἀλλὰ καὶ ἐν τοῖς μέσοις ἀνθρώποις αἱ τοιαῦται ἕξεις γίνονται καὶ αἱ μὲν ἔχουσαι τὸ μέτρον ἐπαινεταί, αἱ δὲ παρὰ τὸ μέτρον ψεκταί, ἢ τῇ φρονήσει ἐπακολουθοῦσιν αἱ μεμετρημέναι ἕξεις, τῇ δ’ ἀφροσύνῃ αἱ διημαρτημέναι καὶ ἄμετροι; ἢ μᾶλλον τῇ σωφροσύνῃ; καθ’ αὑτὴν μὲν γάρ, φησίν, ἐστίν, ὡς προελθὼν ἐρεῖ, περὶ τὰς διὰ τῆς ἁφῆς ἡδονάς. παρακολουθεῖ δὲ τῷ σώφρονι τὸ καὶ ὁρατικῷ εἶναι τῶν ὁρατῶν μέχρις οὗ δεῖ καὶ ὧν δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς, τῷ δ’ ἀκολάστῳ τὸ ἄπληστον ἐν πᾶσι, τῷ δ’ ἀναισθήτῳ τὸ ἐλλείπειν ἐν πᾶσι. περὶ τούτων σκεπτέον· ταῦτα γὰρ λεκτέον καὶ περὶ τῶν κατὰ τὴν ἁφὴν καὶ περὶ τῶν κατὰ τὴν ὄσφρησιν. αὐτὸς μέντοι ἐν τοῖς ἑξῆς ἐπέξεισιν, ὅτι οὐκ ἔστιν ἡ σωφροσύνη οὐδ’ ἡ ἀκολασία περὶ τὰς κατὰ τὴν ἀκοὴν ἡδονὰς οὐδὲ περὶ τὰς κατὰ τὴν ὀσμήν· τοὺς γὰρ χαίροντας, φησί, θυμιαμάτων ὀσμαῖς ἢ ῥόδων ἢ μήλων οὐ λέγομεν ἀκολάστους, τοὺς δὲ χαίροντας σφόδρα ταῖς τῶν ὄψων ὀσμαῖς ἢ ταῖς τῶν μύρων, διότι ἀνάμνησις αὐτοῖς γίνεται τῶν ἐπιθυμημάτων.1 μύροις μὲν χαίρουσιν ἀναμιμνησκόμενοι τῶν ἑταιρῶν, ὄψων δ’ ὀσμαῖς ἐννοοῦντες τὴν κατὰ τὴν βρῶσιν ἡδονήν· ἐπεὶ καὶ κατὰ τὰς ἄλλας τὰς προειρημένας αἰσθήσεις ἐνδέχεται κατὰ συμβεβηκὸς χαίρειν τὸν ἀκόλαστον· ἰδὼν γὰρ τὴν ἑταίραν ἢ τὸ ὄψον χαίρει ἐννοῶν τὴν ἀπόλαυσιν καὶ ἀκούσας φθεγγομένης τῆς ἑταίρας ἢ τῶν περὶ ὄψου διηγημάτων. αὕτη δ’ οὐκ ἔστιν ἁπλῶς κατ’ ὄψιν ἡδονὴ ἢ κατ’ ἀκοήν, ἀλλ’ ὅταν ἐπὶ μηδὲν ἄλλο ἀναφέρων χαίρῃ2 ἀλλ’ ἐπὶ τὸ ὁρατὸν ἢ τὸ ἀκουστόν, ὅπερ πάσχει κατὰ τὴν ὄψιν, ὁ χαίρων αὐτοῖς τοῖς χρώμασιν ἢ τοῖς σχήμασι, κατὰ δὲ τὴν ἀκοὴν ὁ χαίρων αὐτοῖς τοῖς μέλεσι.

在快乐中,有些是身体的,有些是灵魂的;所谓灵魂的,是指灵魂自身独立享受其中的快乐;而所谓身体的,则是指灵魂通过身体享受的快乐,例如爱荣誉和爱学习。因为他说,爱荣誉者与爱学习者这二者中的每一者在享受快乐时,身体都未受任何影响,反倒是理性思考受到了影响。然而,他怎么能说爱学习者或爱荣誉者是在理性思考受影响的状态下享受快乐的呢?因为享受与快乐显然不在理性思考之中,而是在灵魂的被动感应部分之中。那么,他是较为宽泛地用“理性思考”代替了“灵魂”,还是所说的意思是这样:他们中的每一者都是通过灵魂的被动感应部分来享受快乐,但这并非像在身体快乐中那样是由于身体受到某种影响,而是由于理性思考受了影响?而理性思考受到此类影响后便意识到,它获得了自己所渴望的东西:爱学习者的理性思考意识到它获得了学识,而爱荣誉者的理性思考则意识到它获得了荣誉。而在理性思考的这种运动——他称之为受动——之后,灵魂那属于被动感应部分中的快乐便随之产生。 另一方面,沉溺于灵魂快乐的人,既不被称为节制者,也不被称为放荡者;因为对于喜爱神话故事和喜好闲谈的人,我们并不称之为放荡者,而是称之为饶舌者;节制或放荡也不关涉灵魂的痛苦;因为对于因失去金钱或朋友而悲伤,或因获得它们而喜悦的人,我们既不称之为节制者,也不称之为放荡者。由此看来,节制似乎关涉身体的快乐,然而并非关涉一切身体的快乐。因此,为了弄清它关涉哪些快乐,必须对身体快乐进行划分。身体快乐的种类确实与感觉的种类一样多。因为有多少种感觉,就有多少种身体快乐,有些是通过视觉,有些是通过听觉,有些则是通过其他感觉。节制与放荡确实不关涉通过视觉产生的快乐;因为喜爱颜色、形状和图画的人,既不被称为节制者,也不被称为放荡者,尽管在这些事情上也存在着应当地享受,以及过度和不足;然而“应当”并不归结为节制,“过度”也不归结为放荡,而“不足”也不归结为邻近节制的那种状态(他有时称之为无感觉)。 既然在关涉视觉的快乐中也存在着应当地享受,那么似乎也存在着某种美德。因为“应当”属于美德,而“过度”与“不足”则是某种恶习;然而,关于可见事物的这种美德是什么,恶习又是什么,却不易言明。难道它们甚至根本不是美德,而是在处于中间的人们身上也会产生此类品质,其中合乎分寸的值得称赞,逾越分寸的值得谴责?抑或合乎分寸的品质伴随着明智,而失误与无分寸的品质伴随着不明智?还是说更多是伴随着节制?因为正如他所说,并且在后文中也将说明的那样,节制就其本身而言是关涉通过触觉产生的快乐的。伴随节制者的,是在应有的限度内、针对应有的对象并依照其他界定成为可见事物的观察者;伴随放荡者的,是在一切事物上的贪得无厌;伴随无感觉者的,则是在一切事物上的不足。关于这些事情必须予以考察;因为这些话对于关涉触觉的事物和关涉嗅觉的事物也同样必须言及。 然而,他自己在随后的内容中论证道,节制与放荡既不关涉依照听觉的快乐,也不关涉依照嗅觉的快乐;因为他说,对于那些享受香料、玫瑰或苹果气味的人,我们并不称之为放荡者,但对于极其享受佳肴或香膏气味的人,[我们则称之为放荡者],因为他们产生了对欲望对象的记忆。他们在香膏中享受快乐,是因为想起了歌妓;在佳肴的气味中享受快乐,是因为联想到了进食中的快乐;既然依照前述的其他感觉,放荡者也可能附带性地享受快乐;因为看到歌妓或佳肴后,他通过联想到享乐而感到快乐,在听到歌妓发声或听到关于佳肴的故事后也是如此。但这并不是严格依照视觉或听觉的快乐,而唯有当一个人不将其归结为任何其他事物,而仅归结为可见物或可听物本身而享受快乐时,才是如此——正如同依照视觉享受颜色本身或形状本身的人所受到的影响,以及依照听觉享受旋律本身的人所受到的影响一样。

语法注2 条
  1. 3.3τοὺς δὲ χαίροντας σφόδρα ταῖς τῶν ὄψων ὀσμαῖς ἢ ταῖς τῶν μύρων, διότι ἀνάμνησις αὐτοῖς γίνεται τῶν ἐπιθυμημάτων

    与前面的否定句(τοὺς γὰρ χαίροντας... οὐ λέγομεν ἀκολάστους)相对照,在 τοὺς δὲ χαίροντας 之后省略了肯定的谓语动词[λέγομεν ἀκολάστους]。后面的 διότι 从句则解释了为何这样的人会被称作放荡者。

  2. 3.3αὕτη δ’ οὐκ ἔστιν ἁπλῶς κατ’ ὄψιν ἡδονὴ ἢ κατ’ ἀκοήν, ἀλλ’ ὅταν ἐπὶ μηδὲν ἄλλο ἀναφέρων χαίρῃ

    由 ἀλλ' ὅταν 引导的分句构成了句法上的破格(语序中断):它与前面的否定句“不是严格依照视觉或听觉的快乐”相对,补充了肯定的定义,即“[只有]当一个人不归结于任何其他事物……而享受快乐时,[才是严格意义上的快乐]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:88.6-89.25