← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§77.5-78.28

法律惩罚与恶劣品质状态的自愿性

注疏者依据亚里士多德的论述,通过法律对疏忽和过失的惩罚为例,阐明德性、恶习以及恶劣品质状态的养成皆源于人的自愿活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#5

εἰ οὖν προτρέπουσι καὶ ἀποτρέπουσι, δῆλον ὡς ἐφ’ ἡμῖν ἥ τε ἀρετὴ καὶ ἡ κακία. καὶ τοὺς ἀγνοοῦντας περὶ τῶν ἐν τοῖς νόμοις ἃ δεῖ ἐπίστασθαι καὶ μὴ χαλεπά ἐστι κολάζουσιν· ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις κολάζουσιν, ἃ δι’ ἀμέλειαν δοκοῦσιν ἀγνοεῖν. ταῦτα δὲ λέγει, ἐπειδὴ ἔστι τινὰ νόμιμα ἐν ταῖς πόλεσιν, ἃ πάντας δεῖ ἐπίστασθαι, καὶ οὐδενὶ συγγνώμη ἀγνοήσαντι, οἷον τὸν πατέρα μὴ τύπτειν, μὴ ἱεροσυλεῖν, μὴ ἀνδροφονεῖν· τούτων γὰρ ἕκαστον ἀπηγόρευται ὑπὸ τῶν νομοθετῶν καὶ οὐδένα δεῖ ἀγνοεῖν. εἰ δέ τις φαίη ἀγνοῶν ὅτι κωλύεται ὑπὸ τῶν νομοθετῶν πεποιηκέναι, οὐκ ἂν τύχοι συγγνώμης· εἰ δέ τις ἀγνοοίη περὶ ἀγχιστευτικῶν δικαίων κληρονομικῶν συγγενικῶν ἢ περί τινος τοιούτου, συγγνωμονεῖται· τῶν γὰρ περὶ τοὺς νόμους διατριβόντων ἡ τῶν τοιούτων γνῶσις. ὁμοίως καὶ ἐπὶ τοῖς ἄλλοις οὐδεὶς τυγχάνει συγγνώμης οὐδ’ ἂν δι’ ἀμέλειαν ἀγνοῇ, οἷον ἐὰν μὲν ἐν πολέμῳ βάλλων τις τὸν πολέμιον τύχῃ τοῦ φίλου ἐν τῷ αὐτῷ τόπῳ ὄντος, ἀγνοῶν ὅτι ἐκεῖνος, συγγνωμονεῖται· οὐ γὰρ ἂν προσεδόκησεν· εἰ δὲ παρεστῶτα τὸν φίλον ῥᾳθύμως τι δρῶν ἔπληξεν, οὐκ ἐξετάσας ἀλλ’ ἀμελήσας εἰδέναι, ἤδη κολάζουσι τὸν τοιοῦτον ὡς ἐξὸν αὐτῷ γνῶναι ὃς ἦν παρεστώς, ἠμέλησεν.1 ἔπειτα καὶ ὁ μὲν γυμναζόμενος τόξῳ ἔνθα μηδένα ᾤετο βαδιεῖσθαι τυχών τινος παρὰ προσδοκίαν, τύχοι ἂν συγγνώμης· ὁ δὲ ἔνθα εἰκὸς ἦν βαδιεῖσθαι πολλοὺς ῥᾳθύμως βάλλων καὶ ἀποκτείνας τινὰ ἥκιστα ἂν τύχοι συγγνώμης, ὡς ἐπ’ αὐτῷ ὂν ἐπιμεληθῆναι καὶ φυλάξασθαι. ταῦτα δὲ πάντα λέγεται διὰ τὸ εἶναί τινων τὴν ἀρχὴν ἐν ἡμῖν, ἐφ’ οἷς οὐδεμία συγγνώμη, ὁπότε καὶ τῶν δι’ ἄγνοιαν, ἧς αἴτιοί τινες αὐτοὶ ἑαυτοῖς οὐ συγγνωμονοῦνται. Ἀλλ’ ἴσως φαίη ἄν τις περὶ τῶν δι’ ἀμέλειαν ἁμαρτανόντων οἵους ἔφαμεν ἢ τοὺς τὰ ἐν τοῖς νόμοις ἀγνοοῦντας διὰ ῥᾳθυμίαν καὶ διὰ τοῦτο παραβαίνοντας, ἢ τοὺς ὅλως ἀδικοῦντας δι’ ἀμέλειαν, ὧν ἠδύναντο εἰδέναι μὴ ἀμελήσαντες· τῶν δὴ τοιούτων ἴσως λέγοι ἄν τις αἰτίαν τὴν φύσιν τῆς ἀμελείας,2 φύσει γὰρ αὐτοὺς ἀμελεῖς εἶναι καὶ ῥᾳθύμους· ὁ δ’ Ἀριστοτέλης οὔ φησι φύσεως ταῦτα εἶναι ἀλλ’ ἐπ’ αὐτοῖς ἐκείνοις τὸ τοιούτους γενέσθαι. ζῶντες γὰρ ἀνειμένως καὶ ῥᾳθύμως εἰς τοιαύτην ἕξιν κατέστησαν ὥστε μηδενὸς ἐπιμελεῖσθαι ὧν χρὴ ἐπιμέλειαν ἔχειν. καὶ γὰρ τοῦ ἀδίκους ἢ ἀκολάστους εἶναι οὐ τὴν φύσιν αἰτιατέον, ἀλλ’ ἑαυτὸν ἕκαστον· οἱ μὲν γὰρ ἀεὶ κακουργοῦντες γίνονται ἄδικοι ἐκ τῶν ἐνεργειῶν πορισάμενοι τὴν ἕξιν, οἱ δ’ ἀεὶ ἐν πότοις καὶ τοῖς τοιούτοις διατρίβοντες ἀκόλαστοι. καὶ γὰρ ἐν ταῖς ἀγωνίαις οἱ περὶ ἕκαστα βουλόμενοι διαφέρειν μελετῶντες διατελοῦσι τὰ τῆς ἀγωνίας ἔργα ὡς ἐκ τῶν ἐνεργειῶν γινομένων τῶν ἕξεων· τὸ δὴ τοῦτ’ ἀγνοεῖν παντελῶς ἀναισθήτου. ἄλογον δὲ καὶ τὸ λέγειν τὸν ἀδικοῦντα μὴ βούλεσθαι ἄδικον εἶναι ἢ τὸν ἀκολασταίνοντα ἀκόλαστον. τοῦτο δὲ οὐχ οὕτως λέγει, ὅτι ὁ ἄδικόν τι ποιῶν πάντως ἄδικος, ἢ ὁ ἀκόλαστον ἀκόλαστος· ὑπεναντίον γὰρ αὐτῷ λέγοι ἄν. ἐνδέχεται γὰρ καὶ ἄκοντα καὶ ἀγνοοῦντα ποιῆσαί τι τούτων, ἀλλὰ ἀδικοῦντα λέγει τὸν ἑκουσίως κακουργοῦντα καὶ ἀκολασταίνοντα τὸν ἑκουσίως τοῦτο δρῶντα· ἄλογον δὴ ὡς ἀληθῶς γίνεται τὸν ἑκουσίως ἀδικοῦντα λέγειν μὴ βούλεσθαι ἀδικεῖν ἢ τὸν ἑκουσίως ἀκολασταίνοντα λέγειν μὴ βούλεσθαι ἀκολασταίνειν· ἐπεὶ οὖν οὐδ’ ἀγνοῶν, ἀλλ’ ἑκὼν καὶ εἰδὼς ἔπραττε ταῦτα ἐξ ὧν ποριεῖται τὴν ἕξιν τῆς ἀδικίας καὶ ἔσται ἄδικος, ἑκὼν ἂν εἴη ἄδικος. Εἴποι δ’ ἄν τις, εἰ ἐφ’ ἡμῖν τὸ ἀδίκοις εἶναι, ἐφ’ ἡμῖν καὶ τὸ παύεσθαι τῆς ἀδικίας, ὁπότε βουλόμεθα· οὐκ ἐφ’ ἡμῖν δὲ τὸ παύεσθαι, οὐδ’ ἄρα τὸ γίγνεσθαι ἀδίκοις. ταῦτα δὲ οὐ συγχωρεῖ ὁ Ἀριστοτέλης, ἀλλ’ ἐφ’ ἡμῖν μέν φησιν εἶναι τὴν ἀδικίαν· ἑκόντες γὰρ ἐπιτηδεύουσιν τὰ ἄδικα, ἐξ ὧν ἄδικοι γίνονται· οὐ μὴν ὅταν βούλωνται ἄδικοι ὄντες παύσονται. καὶ γὰρ νοσεῖ μὲν τις ἑκών, ὅταν ἀπειθῇ τοῖς ἰατροῖς, οὐκ ἀπαλλάττεται δὲ τῆς νόσου, ὅταν βούληται, ἐπειδὰν ἱκανῶς αὐτοῦ κατακρατήσῃ· καὶ ῥῖψαι μὲν ἄν τις ἑαυτὸν ἑκὼν ἢ λίθον, οὐκ ἐφέξει δὲ3 αὐτὸν ἢ τὸν λίθον φερόμενον, ὅταν βούληται. οὐ μόνον δὲ αἱ τῆς ψυχῆς κακίαι ἑκούσιοι ἀλλ’ ἐνίοτε καὶ αἱ τοῦ σώματος· τοῖς μὲν γὰρ διὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ, τοῖς δὲ δι’ ἀγυμνασίαν. καὶ εἰ μέν τις ἄκων πηρωθείη τὴν ὄψιν, ἐλεεῖται, ἐὰν δ’ ἐξ οἰνοφλυγίας πάθῃ τοῦτο, μισεῖται.

因此,如果[立法者们]激励并阻止,显然德性与恶习都在我们掌控之中。并且他们惩罚那些对法律中应当知晓且不难知晓之事一无所知的人;同样在其他事情上,他们对人们似乎因疏忽而不知晓的事项加以惩罚。他说这些,是因为城邦中有某些法定法规是所有人都应当知晓的,对不知晓者不予任何宽恕,例如不可殴打父亲、不可亵渎神庙、不可杀人;因为这些事中的每一项都已被立法者禁止,没有任何人应当不知。如果有人声称因不知被立法者禁止而做了这些事,他不会得到宽恕;但如果有人对关于近亲继承权、宗族继承权或此类事项无知,他是被宽恕的;因为对此类事项的认知属于研习法律者之事。同样在其他事情上,如果因疏忽而无知,没有任何人会得到宽恕。例如,若有人在战争中向敌人投掷时击中了身在同处的友人,若他不知那是友人,便会被宽恕;因为他是无法预料到的。但如果友人在旁站立,他因轻率行事而击中了友人,未加查明而疏于知晓,人们便会立刻惩罚这样的人,理由是他本可知晓身旁站立者是谁,却疏忽了。此外,在自以为无人行走之处练习弓箭的人,若出乎意料地射中某人,会得到宽恕;但在许多人显然会行走之处轻率射箭并致人死亡者,最得不到宽恕,因为用心留意与戒备本在于他自身。说所有这些,都是因为某些事情的始基在我们之中,对于这些事情没有任何宽恕,甚至对于那些由于无知而造成的、而他们自己又是这无知之原因的行为,人们也不会被宽恕。 然而或许有人会就我们所说的那些因疏忽而犯错误的人(即那些因轻浮而不知法律所载之事并因此违法的人,或那些因疏忽而在原本不疏忽便能知晓之事上总体行不义的人)说道,对于这类人,或许有人会说疏忽的原因在于本性,因为他们本性上就是疏忽且轻率的。但亚里士多德说这些不是本性的问题,而是成为这样的人本在于他们自己。因为放荡且轻率地生活,使他们陷入这样一种品质状态,以至于他们对应当关切之事无一关切。因为对于成为不义或放荡之人,绝不能归咎于本性,而应由每个人归咎于自身;因为那些不断作恶的人通过活动获得品质状态而成为不义之人,而那些整日在饮酒及此类事情中消磨时光的人则成为放荡之人。因为在竞赛中,那些希望在各个方面出类拔萃的人也不断练习竞赛之举,因为知道品质状态是由活动产生的;因此,对这一点全然无知纯属麻木不仁。而说行不义之人不希望成为不义之人,或行放荡之事的人不希望成为放荡之人,亦是荒谬的。但他并不是在说凡是做了不义之事的人在任何情况下都是不义之人,或者凡是做了放荡之事的人都是放荡之人;因为若如此,他便与自己相矛盾了。因为有人也可能违愿且出于无知而做出这些事,但他所谓的“行不义者”是指自愿作恶的人,所谓的“行放荡者”是指自愿做此事的人。因此,说自愿行不义的人不希望行不义,或说自愿行放荡的人不希望行放荡,确实是荒谬的。既然他并非出于无知,而是自愿且明知地实行那些从中获得不义品质状态并成为不义之人的行为,那么他便是自愿成为不义之人的。 有人或许会说,如果身为不义之人是在于我们,那么随时停止不义亦在于我们;但不义无法由我们停止,因此成为不义之人亦不在我们掌控之中。但亚里士多德不赞同这些,而是说不义是在于我们掌控之中的;因为他们自愿惯常实行不义之事,并从中成为不义之人;然而他们并不是想停止做不义之人就能停止。因为当人不听医嘱时,他确实是自愿患病的,但当疾病充分支配他时,并不是想摆脱就能摆脱;人可以自愿跳下或扔出一块石头,但在运动中时,并不是想停下自身或石头就能停下的。并且不仅灵魂的恶习是自愿的,有时身体的恶习亦然;因为没有人责备因本性而丑陋的人,却会责备因缺乏锻炼而丑陋的人。如果有人违愿地丧失了视力,他是被怜悯的;但如果他是因酗酒而遭此厄运,则是遭人厌恶的。

语法注3 条
  1. 3.3ὡς ἐξὸν αὐτῷ γνῶναι ὃς ἦν παρεστώς, ἠμέλησεν

    无人称动词 ἔξεστι 的现在分词中性单数宾格 ἐξόν 与 ὡς 连用构成独立宾格结构,表示“本可以知晓……”的情境或理由。主动词 ἠμέλησεν(“疏忽了”)作为其支配述语。

  2. 3.3αἰτίαν τὴν φύσιν τῆς ἀμελείας

    双宾格(述语宾格)结构。τὴν φύσιν 是动词 λέγοι 的直接宾语,αἰτίαν 作为述语宾格,受属格 τῆς ἀμελείας 修饰,意为“将本性称为疏忽的原因”。

  3. 3.3ῥῖψαι μὲν ἄν τις ἑαυτὸν ἑκὼν ἢ λίθον, οὐκ ἐφέξει δὲ

    前半句由 ἄν 与不定词 ῥῖψαι 构成潜在表达(受前文引述或推测语气影响),通过 μέν...δέ 与后半句的将来时直陈式 ἐφέξει 相对照,表现出“跳下或投石虽可出于自愿,但动作一旦发生却无法随心停下”的对比关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:77.5-78.28