← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§75.19-77.5

愿望的对象与德性及恶习在我们掌控之中的论证

阿斯帕西奥斯通过以优秀者为准绳的健康比喻,解决了关于愿望对象(真正之善还是表象之善)的难题,并论证了由于导向目的的行动是自愿的,因而德性与恶习皆在我们掌控之中,同时诉诸立法者施加奖惩这一公认做法作为论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#4

ἐπεὶ δ’ οἱ μὲν τοῦ ἀληθῶς ἀγαθοῦ ἐφίενται, οἱ δὲ τοῦ φαινομένου ἀγαθοῦ, δοκεῖ [δὲ] ἡ βούλησις ἐνίοις μὲν τοῦ ἀγαθοῦ εἶναι ἁπλῶς, ἐνίοις δὲ τοῦ φαινομένου ἀγαθοῦ. συμβαίνει δὲ τοῖς μὲν βουλητὸν λέγουσι τὸ ἀγαθὸν μὴ φύσει εἶναι βουλητόν, ὃ βούλεται καὶ ὁ φαῦλος, τοῖς δὲ τὸ φαινόμενον ἀγαθὸν βουλητὸν λέγουσι, μὴ εἶναι φύσει τι βουλητόν. εἰ δὲ τοῦτο μὴ ἀρέσκει τὸ μὴ εἶναι φύσει τι βουλητόν, ἆρα φατέον1 ἁπλῶς μὲν εἶναι βουλητὸν τὸ ἀγαθόν, ἑκάστῳ δὲ τὸ φαινόμενον ἀγαθόν; διὰ τί δὲ οὐκ ἀρέσκει; ἴσως γὰρ εἴποι τις μηδὲ εἶναι φύσει τι βουλητόν, ἀλλ’ ἀγαθὸν μὲν εἶναι τὸ φύσει· βουλητὸν δὲ ὃ ἕκαστος βούλεται, ὥσπερ αὐτὸς λέγει· καθάπερ καὶ ὑγιεινὸν τὸ μέν ἐστι ὃ τῷ κατὰ φύσιν διακειμένῳ ἁρμόττει, οἷον σιτία καὶ ποτὰ ὑγιεινά φαμεν τὰ οἰκεῖα τοῖς κατὰ φύσιν διακειμένοις σώμασι· τὸ δὲ ὑγιεινὸν οὐκ ἔστι ἁπλῶς, ὃ ἁρμόττει τοῖς νοσοῦσιν· ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα καὶ θερμὰ καὶ βαρέα τὰ μέν ἐστιν ἁπλῶς καὶ ἃ τοῖς κατὰ φύσιν διακειμένοις φαίνεται τοιαῦτα, τὰ δὲ οὐχ ἁπλῶς ἃ τοῖς νοσοῦσιν, οὕτω καὶ βουλητὸν ἁπλῶς μέν ἐστιν, ὃ βουληθείη ἂν ὁ σπουδαῖος· τοῦτο δέ ἐστι τὸ ἀγαθόν· ἑκάστῳ δὲ τὸ φαινόμενον ὃ οὐκ ἔστιν ἁπλῶς βουλητόν, ὅταν ὁ φαῦλος βούληται. ἐν παντὶ γὰρ πράγματι ὁ σπουδαῖος κρίνει ἕκαστα ὀρθῶς καὶ κανών ἐστι τῆς ἑκάστου φύσεως· καθ’ ἑκάστην γὰρ ἕξιν καὶ ψυχικὴν καὶ σωματικὴν ἴδια φαίνεται καλὰ καὶ ἡδέα, διαφέρει δὲ ἐν ἑκάστοις τὸ δοκοῦν. τῷ μὲν γὰρ σπουδαίῳ τἀληθὲς καταφαίνεται, τῷ δὲ φαύλῳ τὸ τυχόν· ἀπατῶνται δὲ οἱ πολλοί, ὥς φησι, διὰ τὴν ἡδονὴν καὶ τὴν λύπην· τὴν μὲν γὰρ ἡδονὴν ὡς ἀγαθὸν διώκουσι, τὴν δὲ λύπην ὡς κακὸν φεύγουσιν. Ἐπεὶ δὲ 〈* * *〉 προαιρετά ἐστι τὰ [τὸ] πρὸς τὸ τέλος, πᾶσαι γὰρ αἱ περὶ αὐτὰ πράξεις ἄγουσι πρὸς τὴν εὐδαιμονίαν, ἑκούσιοι ἄρα. ἐκ δὲ τούτου φανερόν, ὅτι ἐφ’ ἡμῖν ἡ ἀρετή· εἰ δ’ ἡ ἀρετὴ ἐφ’ ἡμῖν, καὶ ἡ κακία· ἐν οἷς γὰρ ἐφ’ ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· εἰ γὰρ τὸ μὴ πράττειν οὐκ ἐφ’ ἡμῖν ἀλλὰ κατηναγκασμένον, δῆλον ὡς καὶ τὸ πράττειν κατηνάγκασται· εἰ γὰρ κατηνάγκασται τὸ πράττειν, 〈οὐδ’〉 ἐφ’ ἡμῖν ἔσται τὸ μὴ πράττειν· δῆλον οὖν ὅτι ἐν οἷς τὸ πράττειν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν· ὥστε εἰ τὸ πράττειν καλὸν ὁτιοῦν ἐφ’ ἡμῖν ἐστιν, καὶ τὸ μὴ πράττειν αἰσχρὸν ὂν ἐφ’ ἡμῖν. εἰ δὲ ἐφ’ ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δ’ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι, ἐφ’ ἡμῖν ἂν εἴη τὸ ἐπιεικέσιν εἶναι καὶ φαύλοις. ἐφ’ ἡμῖν οὖν οὐ μόνον ἡ ἀρετὴ ἀλλὰ καὶ ἡ κακία. τὸ δὲ λέγειν φησὶν οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς ἔοικεν εἶναι, τὸ δὲ ψεῦδος.2 μακάριος μὲν γὰρ οὐδεὶς ἄκων, πονηρὸς δὲ ἑκών· ἡ γὰρ μοχθηρία ἑκούσιον. δοκεῖ δ’ αὐτῷ ἡ εὐδαιμονία ἐνέργεια εἶναι κατ’ ἀρετήν· ἔστι δὲ ἡ ἀρετὴ ἑκούσιον αἵ τε κατ’ αὐτὴν ἐνέργειαι. εἰ δέ τις ἄλλως οἴεται, ἀμφισβητεῖν αὐτὸν δεῖ πρὸς τὰ λεχθέντα νῦν καὶ οὐχ ὁμολογητέον τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἑαυτοῦ πράξεων. δοκεῖ δὲ τὰ μὲν ἄλλα ζῷα ἀρχαὶ εἶναι γενέσεως ἕκαστον τοῖς ἐξ αὐτῶν γινομένοις, πράξεων δ’ οὐδαμῶς· οὐδενὶ γὰρ μέτεστιν αὐτῶν πράξεως· ὁ δ’ ἄνθρωπος, ὥσπερ τέκνων γεννητὴς καὶ ἀρχὴ τῶν ἐξ αὑτοῦ γεννωμένων, οὕτως καὶ τῶν ἐξ αὑτοῦ πράξεων. ὧν δὲ ἀρχαὶ ἐν ἡμῖν,3 καὶ αὐτὰ ἐφ’ ἡμῖν. Μετὰ δὲ ταῦτα χρῆται σφόδρα ἐνδόξοις πίστεσι· καὶ γὰρ ἰδίᾳ ἕκαστος καὶ οἱ νομοθέται κολάζουσι τοὺς δρῶντας μοχθηρά. ὥστ’ εἶναι τὸν λόγον τοιοῦτον σχεδόν· εἰ ἀκούσιον ἦν τὸ ἀδικεῖν, οὐκ ἂν ἐκόλαζον οἱ νομοθέται τοὺς τὰ κακὰ δρῶντας· κολάζουσι δέ, οὐκ ἄρα ἀκούσιον. εἰπὼν δὲ ὅτι κολάζουσιν οἱ νομοθέται, προσέθηκεν ὅσοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν, ἧς μὴ αὐτοὶ αἴτιοι.4 ἐνίοτε γὰρ τῆς ἀγνοίας αὐτοὶ ἑαυτοῖς αἴτιοι γίνονται, οἱονεὶ μεθυσθέντες. ἔτι τοὺς μὲν κολάζουσι, τοὺς δὲ τιμῶσιν, ἵνα τοῦ μὲν ἀδικεῖν κωλύσωσιν, ἐπὶ δὲ τὰ καλὰ πράττειν προτρέψωσιν. οὐδεὶς δ’ οὔτε ἀποτρέπει ἀπὸ τῶν ἀκουσίων οὔτε προτρέπει ἐπὶ τὰ ἀκούσια· οὐ προτρέπουσι γοῦν μὴ θερμαίνεσθαι πυρὸς ὄντος πλησίον ἢ πεινῆν ἐσθίοντα.

既然有些人欲求真正之善,另一些人欲求表象之善,因此在有些人看来愿望的对象无条件而言是善,而在另一些人看来则是表象之善。对于主张善为愿望之对象的人而言,其结果便是劣者所愿望之物在本性上并不是愿望的对象;而对于主张表象之善为愿望之对象的人而言,其结果便是在本性上没有任何事物是愿望的对象。但如果这一定论——即在本性上没有任何事物是愿望的对象——令人无法满意,那么难道应当说无条件而言善是愿望的对象,而对每个人而言则是表象之善吗?为什么令人无法满意呢?因为有人或许会说,并非在本性上有什么愿望的对象,而是本性之物乃是善,至于愿望的对象则是每个人所愿望之物,正如他自己所言。正如在健康的事物中,一种是适合处于合乎本性状态者之物(例如我们称适合处于合乎本性状态之身体的饮食物为健康的),而适合患病者之物则不是端而言之健康的;同样,苦、甜、热、重之物,有些是无条件如此且在处于合乎本性状态的人看来是如此的,而对于患病者显现为如此的则并非端而言之如此;同样,端而言之的愿望对象,便是优秀者所会愿望之物——而这便是善——而对于每个人而言则是显现的对象,当劣者进行愿望时,这并非端而言之的愿望对象。因为在一切事物中,优秀者都能正确地判断各事,且是各物本性的准绳;因为随着每种无论是灵魂的还是身体的品质状态,显现出其特有的美善与快乐之物,而在每个人看来显现之物各不相同。因为对优秀者而言显现的是真相,而对劣者而言显现的则是偶遇之物;而正如他所说,大众因快乐与痛苦而受蒙蔽;因为他们将快乐作为善来追求,将痛苦作为恶来逃避。 既然通向目的的手段是抉择的对象——因为关涉它们的一切行动都导向幸福——那么它们因此便是自愿的。由此显而易见,德性在我们掌控之中;而如果德性在我们掌控之中,恶习亦然。因为在行动在于我们掌控之中的事物上,不行动亦在于我们掌控之中;因为若不行动不在我们掌控之中而是出于必然,显然行动亦出于必然;因为若行动出于必然,不行动亦将不在我们掌控之中;因此显然,在行动在于我们掌控之中的事物上,不行动亦在于我们掌控之中;以至于若实行任何美善之事在于我们,作为可耻之事的不实行亦在于我们。如果实行美善之事与可耻之事在于我们,同样不实行亦在于我们,而这也就是成为善者与恶者,那么成为正直者与劣者便在我们掌控之中。因此,不仅德性,而且恶习都在我们掌控之中。 至于那句格言,他说“没有人自愿为恶,亦无人违愿得福”,其中一部分似乎为真,另一部分则为假。因为确实无人违愿而得福,但为恶者却是自愿的;因为卑劣乃是自愿的。而在他看来,幸福乃是合乎德性的现实活动;而德性是自愿的,合乎德性的现实活动亦然。如果有人持有异见,他就必须反驳方才所说的这些话,并且不能赞同人是自己行动的始基。其他动物似乎各自是源于自身而产生之物的生成始基,但绝非行动的始基;因为它们没有一个分有行动;但人宛如儿女的生父和源于自身产生之物的始基一样,同样也是源于自身产生之行动的始基。而那些始基在我们之中的事物,其自身亦在我们掌控之中。 在此之后,他运用了极有声望的公认论据;因为无论每个人在私下里,还是立法者们,都会惩罚那些行卑劣之事的人。因此该论证大致如下:如果行不义是非自愿的,立法者们便不会惩罚作恶之人;但他们惩罚了,因此这不是非自愿的。而在说立法者惩罚时,他补充道:“只要不是出于强迫,或不是出于非由他们自己造成的无知”。因为有时人们自己成为自身无知的原因,好比喝醉了酒的人。此外,他们惩罚一部分人,嘉奖另一部分人,以便阻止人们行不义,并激励人们去行美善之事。但没有任何人阻止非自愿之事,亦无人激励去行非自愿之事;无论如何,人们绝不会劝人靠近火时不要受热,或进食时感到饥饿。

语法注4 条
  1. 3.3εἰ δὲ τοῦτο μὴ ἀρέσκει τὸ μὴ εἶναι φύσει τι βουλητόν, ἆρα φατέον

    τοῦτο 与不定式短语 τὸ μὴ εἶναι φύσει τι βουλητόν 构成同格,指“在本性上没有任何事物是愿望的对象这一定论”。主句为疑问句 ἆρα φατέον...,体现了亚里士多德文本(1113a22–24)中从两难困境向折中方案的过渡。

  2. 3.3τὸ δὲ λέγειν φησὶν οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς ἔοικεν εἶναι, τὸ δὲ ψεῦδος.

    τὸ δὲ λέγειν 用作关涉宾格(或提示话题的宾格),支配引述的格言 οὐδεὶς... μακάριος(“至于说‘无人自愿为恶……’”)。主句骨架为 τὸ μὲν ἀληθὲς ἔοικεν εἶναι, τὸ δὲ ψεῦδος,将格言的前后两半分别判定为假与真(无主语的 φησίν 指亚里士多德)。

  3. 3.3ὧν δὲ ἀρχαὶ ἐν ἡμῖν, καὶ αὐτὰ ἐφ’ ἡμῖν.

    包含省略先行词的关系从句结构;完整补充为 [ταῦτα] ὧν ἀρχαὶ [εἰσιν] ἐν ἡμῖν, καὶ αὐτὰ [ἐστιν] ἐφ’ ἡμῖν。主句中的指示代词短语 καὶ αὐτά 复指前置的关系从句 ὧν...。

  4. 3.3προσέθηκεν ὅσοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν, ἧς μὴ αὐτοὶ αἴτιοι.

    基于亚里士多德原文(1113b25–27: κολάζουσι... ὅσοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν...)引用的省略句。关系代词 ὅσοι 从句内部省略了谓语动词(如 ἔδρασαν),意为“[惩罚]所有不是出于强迫,或不是出于非由他们自身造成的无知[而行事]的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:75.19-77.5