- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:78.28-80.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《尼各马可伦理学》第3卷第5章,阿斯帕修探讨了认为恶习因本性对目的盲目而属于不自愿的决定论反驳,通过论证德性与恶习在自愿性上的对等性予以反驳,并梳理了德性作为品质状态与适度的属定义。
εἰ οὖν αἱ ἐν τῷ σώματι κακίαι ὅσαι ἐφ’ ἡμῖν ἐπιτιμῶνται, πολὺ μᾶλλον προσήκει τὰς ἐν τῇ ψυχῇ, αἳ πάντως ἐφ’ ἡμῖν εἰσιν. Ἀμφισβητοῦσι δέ τινες λέγοντες μὴ ἐφ’ ἡμῖν εἶναι τὴν κακίαν. πάντας γὰρ ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ, τοῦ δὲ φαίνεσθαι τοιοῦτον ἢ τοιοῦτον μὴ εἶναι κύριον ἕκαστον, ἀλλ’ ὥσπερ ἡ ὄψις τῷ μὲν ὀξυωπής ἐστι καὶ οἵα καθορᾶν ἀκριβῶς, τῷ δὲ ἀσθενεστέρα καὶ ἥττων διακρίνειν, οὐ δυνατοὶ γὰρ ὁρᾶν τὰ οὕτως φύσει ὄντα, ὄψιν τινὰ ὡς εἰπεῖν ἐν τῇ ψυχῇ ἔχοντες οἱ μὲν ὁρατικὴν τοῦ ὡς ἀληθῶς ἀγαθοῦ, οἱ δὲ παρορατικὴν τούτου. εἰ οὖν ἀκούσιος ἡ τοιαύτη δύναμις ἡμῖν ἐστι τῆς ψυχῆς καὶ φύσει ὑπάρχει, δῆλον ὡς οὐχ ἁμαρτάνουσιν οἱ μὲν τὸ τῷ ὄντι ἀγαθὸν μὴ ἡγούμενοι ἀγαθόν, οἱ δὲ τὸ κακὸν ὡς ἀγαθὸν ὁρῶντες· τούτῳ ἕπεται τὸ καὶ τὰς πράξεις συγγνώμης εἶναι ἀξίας, κἂν ὅτι μάλιστα φαῦλαι ὦσι. κατὰ γὰρ τὴν ἔφεσιν τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ πάντα πράττουσι οἱ ἄνθρωποι. ἔτι δὲ καὶ τὰ ἑξῆς, ὡς τοῖς λέγουσι μὴ κυρίους εἶναι ἡμᾶς τῆς φαντασίας δοκοῦντα προστίθησιν· εἰ γὰρ ἕκαστος ἑαυτῷ τῆς ἕξεώς ἐστιν αἴτιος, λέγει δὲ τῆς κακίας ἢ τῆς ἀρετῆς, ἔσται καὶ τῆς φαντασίας αἴτιος· κατὰ γὰρ τὴν φαντασίαν τοῦ ἀγαθοῦ πάντα πράττουσιν οἱ ἄνθρωποι, ἐξ ὧν καὶ αἱ ἕξεις γίνονται· οὐχὶ δὲ γ’ ἐκ τῆς φαντασίας, ἀλλὰ κατὰ τὴν φύσιν ἕκαστος τὴν ἑαυτοῦ τὸ τέλος ὁρᾷ καὶ τὸ ἀγαθόν. συνηγορεῖ δὲ διὰ τῶν ἑξῆς τὸν ἐκείνων λόγον λέγων. λέγει γὰρ ὅτι τότε ἐστὶ δῆλον καὶ ὅτι εὐφυής, ᾧ τοῦτο πέφυκε· καὶ αὕτη δ’ ἂν εἴη τελεία εὐφυΐα. πρὸς δὴ τοὺς οὕτω λέγοντας τοσοῦτον ἀπαντᾷ τὸ πρῶτον, ὅτι εἰ καὶ τὰ μάλιστα οὕτως ἔχει, οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἀκούσιον·1 τὸ γὰρ φαινόμενον τέλος, ὁμοίως καὶ τῷ ἀγαθῷ καὶ τῷ κακῷ φαίνεται ἢ φύσει ἢ ὁπωσδήποτε· καὶ τὰ λοιπὰ πρὸς τοῦτο πράττομεν ὥστε εἰ ἡ ἀρετὴ ἑκούσιος, καὶ ἡ κακία· ἔστι δὲ ἡ κακία ἀκούσιος, καὶ ἡ ἀρετὴ ἄρα. εἴτε δὴ μὴ φύσει τὸ τέλος ἑκάστῳ φαίνεται, ἀλλὰ ψεύδονται οἱ τοῦτο λέγοντες (πρὸς γὰρ τὸ φανῆναι τοιοῦτον ἢ τοιοῦτον τὸ τέλος μεγάλη μοῖρα καὶ παρ’ αὐτὸν ἕκαστον ἐξ ἀρχῆς ἢ ἃ δεῖ ἐπιτηδεύοντα ἢ ἃ μὴ δεῖ), εἴτε τὸ μὲν τέλος φύσει φαίνεται ὡς λέγουσι, τὴν δὲ ἀρετὴν τιθέασιν ἑκούσιον, ἐπειδὴ τὰ λοιπά, ὅσα εἰς τὸ τέλος φέρει καὶ τὸ τῷ ὄντι ἀγαθὸν ἑκόντες πράττουσιν οἱ ἐνάρετοι, καθ’ ἑκάτερον τούτων εἴη ἂν καὶ ἡ κακία ὁμοίως ἑκούσιον. ταῦτα δὲ εἰπὼν ἤδη τὴν ἑαυτοῦ γνώμην σαφεστέραν ποιεῖ, δεικνὺς ὡς εἰσιν ἑκούσιοι αἱ ἀρεταὶ οὐ μόνον τῷ ἑκόντας ἡμᾶς διὰ τῶν καθ’ ἑκάστην ἡμέραν ἐπιτηδευμάτων κτᾶσθαι αὐτήν, ἀλλὰ καὶ τῷ ἐκ τῶν ἐπιτηδευμάτων διορατικούς πως ἡμᾶς γίνεσθαι καὶ τούτου. λέγει γάρ, εἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί (καὶ γὰρ τῶν ἕξεων συναίτιοί πως αὐτοί ἐσμεν καὶ τῷ ποιοὶ εἶναι τὸ τέλος τιθέμεθα τοιόνδε), διὰ ταῦτα καὶ αἱ κακίαι ἑκούσιοι ἂν εἶεν. καὶ γὰρ τῶν κακῶν συναίτιοι γινόμεθα ἑαυτοῖς καὶ τῶν ἐπιτηδευμάτων καὶ τῷ ποιοὶ γίνεσθαι τέλος ἑαυτοῖς τιθέμεθα. οὐκ εἶπε δὴ πάντας ἁπλῶς αἰτίους ἑαυτοῖς εἶναι τῶν ἕξεων ἀλλὰ συναιτίους, ἴσως νέμων τι καὶ τῇ φύσει, βραχὺ δὲ καὶ δυνάμενον τυχεῖν ἐπανορθώσεως· ἴσως δὲ καὶ τῇ τύχῃ, τῷ ἐξ ἀρχῆς περιπεσεῖν μοχθηροῖς ἀνθρώποις· ἀλλ’ ὅμως ἐν πᾶσι τούτοις τὸ πλεῖστον ἡμέτερόν ἐστι αἱρουμένων ἐπιτηδεύειν τὰ καλὰ ἢ τὰ αἰσχρά. Κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται, φησί, τὸ γένος ὅτι μεσότητες καὶ ὅτι ἕξεις. ἐπειδὴ δὲ ἀνάγκη, ἂν ὑπὸ δύο γένη ᾖ, ἢ ταὐτὰ ἢ θάτερον τῶν γενῶν ὑπὸ θάτερον εἶναι,2 ληπτέον ὅτι ἡ μεσότης ὑπὸ τὴν ἕξιν, τῶν ἕξεων δὲ αἱ μὲν μεσότητες, αἱ δ’ οὔ. ἔτι εἴρηται, ὡς ὑφ’ ὧν γίνονται ἕξεις, τούτων πρακτικαὶ καὶ καθ’ αὑτάς. τὸ καθ’ αὑτὰς πρόσκειται ἤτοι ἐπειδὴ ἐνδέχεται τὸν ἀνδρεῖον τὰ σωφρονικὰ ποιεῖν, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ ᾗ σώφρων (πράξει μὲν γὰρ πάντα τὴν τελείαν ἀρετὴν ἔχων ἀλλὰ καθ’ αὑτὴν ἑκάστην τὰ αὑτῆς καὶ ἐξ ὧν ἐγένετο ἐνεργειῶν ἀνδρεῖος καὶ κατὰ τὸν τῆς ἀνδρείας λόγον.
因此,如果身体中凡在于我们的恶习都会受到谴责,那么谴责灵魂中的恶习就更为合适,因为它们完全在于我们掌控之中。但有些人提出异议,声称恶习并不在于我们掌控之中。因为所有人都追求在他们看来是善的事物,但事物显得如此这般并不是每个人所能掌控的,正如视力对于某些人是敏锐的、能够精确观察的,而对另一些人则是较弱的、较不善于辨别的(因为他们无法看到本性上如此的存在),可以说他们在灵魂中拥有某种视力,有些人拥有能看见真正之善的视力,而另一些人则拥有对真正之善视而不见的视力。因此,如果灵魂的这种能力对于我们而言是不自愿的并且是由本性具有的,那么显然,那些不认为真正之善为善的人,以及那些将恶视为善的人,并没有犯错;由此得出的结论是,即使他们的行为再恶劣,这些行为也应当得到宽恕。因为人们都是按照对自己显现之善的追求去行一切事的。此外,他将随后的内容作为主张我们不能掌控表象者的观点补充进来:因为如果每个人都是自己品质状态(他指的是恶习或德性)的原因,那么他也将是表象的原因;因为人们都是按照对善的表象去行一切事,而品质状态也是从这些行为中产生的;但是[按照他们的说法]并非源于表象,而是每个人按照自己的本性看见目的和善。他在接下来的内容中通过陈述他们的论点而为其辩护。因为他说,正是在那时,具有这种天赋本性的人显然是天资优异的,而这也将是完美的优异天赋。针对如此主张的人,他首先做出这样的回应:即便事实在极大程度上确实如此,德性也绝不比恶习更是不自愿的;因为显现的目的无论是出于本性还是出于无论何种方式,对于善人和恶人都同样显现;而我们是为了这个目的去行其余的事,因此,如果德性是自愿的,恶习亦是自愿的;而如果恶习是不自愿的,那么德性亦是不自愿的。因此,无论是目的并非由本性对每个人显现,而是主张这一点的人在撒谎(因为对于目的显现为如此这般,从一开始每个人自身就扮演了很大的份额,取决于他是惯常实行应当做的事还是不应当做的事);还是说目的如他们所言是出于本性显现,但他们将德性定为自愿的,是因为有德之人自愿实行通向目的并通向真正之善的其余一切事项——无论基于这两种说法中的哪一种,恶习都同样是自愿的。在说了这些之后,他使自己的观点更为明确,表明德性之所以是自愿的,不仅在于我们通过每日的惯常行为自愿获得德性,还在于通过这些惯常行为,我们在某种程度上也能辨识出这个目的。因为他说,如果像人们所说的那样德性是自愿的(因为我们自身在某种程度上也是品质状态的共同原因,并且通过成为怎样的人,我们将目的确立为怎样的事物),那么由于这些原因,恶习也应当是自愿的。因为我们对于自身而言也是恶习和惯常行为的共同原因,并且通过成为怎样的人,我们为自身确立了目的。因此,他并未断言所有人直接就是自己品质状态的原因,而是共同原因,这或许也将某些份额归于本性,但这份额是微小的且能够得到纠正的;或许也归于运气,即从一开始就遭遇了品行恶劣的人;但尽管如此,在所有这些之中,最大的份额仍然在于我们自身,取决于我们选择惯常实行高尚之事还是卑劣之事。“那么,从共同方面来说,关于德性,”他说,“其属已经说明,即它们是适度,且它们是品质状态。”但是,既然在属于两个属的情况下,必然要么它们是同一的,要么其中一个属在另一个属之下,那么就应当理解为:适度在品质状态之下,而在诸品质状态中,有些是适度,有些则不是。“此外还说明了,产生品质状态的行为,德性自身就能够践行这些行为。”加上“自身”这一限定,或者是由于勇敢者也有可能做出节制之举,但并不是就其为勇敢者而言,而是就其为节制者而言(因为拥有完全德性的人将践行一切行为,但按照各个德性自身践行其自身所属的行为,并从使他成为勇敢者的活动出发且按照勇敢的定义来践行)。
- 3.3οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἀκούσιον
此处为 οὐδὲν μᾶλλον ... 结构的变体,比较对象未由 ἤ 引出,而是直接由比较属格 τῆς κακίας 充当,意为“德性绝不比恶习更是不自愿的”。形容词 ἀκούσιον 作为中性单数谓词修饰阴性主语 ἡ ἀρετή,表示泛指的事态或属性(“属于不自愿之事”)。
- 3.3ἐπειδὴ δὲ ἀνάγκη, ἂν ὑπὸ δύο γένη ᾖ, ἢ ταὐτὰ ἢ θάτερον τῶν γενῶν ὑπὸ θάτερον εἶναι
该句核心结构为 ἀνάγκη [ἐστί] ... ἢ ταὐτὰ [补出 τὰ γένη εἶναι] ἢ θάτερον τῶν γενῶν ὑπὸ θάτερον εἶναι(“必然要么各属是同一的,要么其中一个属在另一个属之下”;词条中第二个 ᾖ 为析取连词 ἢ 之误排),其中嵌入了条件从句 ἂν ὑπὸ δύο γένη ᾖ(“如果处于两个属之下”)。逻辑上表达了选言必然性:若某物处于两个属之下,则要么二属完全同一,要么其一从属于另一。
