- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:73.32-75.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修就《尼各马可伦理学》第3卷第3章进行阐述,论述了思虑的对象乃在于我们掌控之中的可能之事,且思虑以追溯至作为统治始基的理智而告终;并通过荷马史诗中古代王政的类比,阐明了抉择被界定为“思虑性欲求”的缘由,以及为何该表述是对复合体的一种素描而非严格的属加种差定义。
βουλευόμενοι δέ, ἂν μὲν ἀδυνάτῳ ἐντύχωσιν, ἀφίστανται, ἂν δὲ δυνατῷ ἐγχειροῦσι πράττειν. ταῦτα δὲ πρόσκειται εἰς τὸ γνωριμώτατα εἶναι, ὅτι περὶ τῶν ἐφ’ ἡμῖν βουλευόμεθα· ἂν γὰρ ἀδύνατα ἡμῖν φαίνηται, οὐκέτι οὔτε βουλευόμεθα οὔτε ἐγχειροῦμεν αὐτοῖς. δυνατὰ δ’ ἐστὶν ἃ δι’ ἡμῶν γένοιτ’ ἄν· συμπεριειληφέναι δέ φησιν ἐν τῷ δι’ ἡμῶν καὶ τὰ διὰ τῶν φίλων. ὅτι δὲ ὃ δυνατόν, δι’ ἡμῶν, φανερόν· ἡ γὰρ ἀρχὴ ἐν ἡμῖν, τουτέστιν ἡ ἀρχὴ τοῦ πράττειν ἡμᾶς. λαμβάνει γὰρ νῦν ἀρχὴν τὴν κινοῦσαν· τῶν δὲ ἐφ’ ἡμῖν ἐν ἡμῖν ἡ κινητικὴ ἀρχή. ζητοῦμεν δὲ βουλευόμενοι ὁτὲ μὲν ὄργανα, ὁτὲ δὲ τὴν χρῆσιν αὐτῶν, οἷον ὁτὲ μὲν ὁ ἰατρὸς ζητεῖ, πῶς ἂν αὐτῷ γένοιτο τὰ ὄργανα τὰ ἰατρικά, ὁτὲ δὲ πῶς αὐτοῖς χρήσεται. ὁμοίως δὲ καὶ ἐν τοῖς πρακτοῖς ὁτὲ μὲν ζητοῦμεν δι’ οὗ ἔσται ὀργάνου, οἷον ὁ στρατηγός, πότερα δι’ ἱππικῆς ἢ διὰ πεζικῆς δυνάμεως ἢ πῶς ἂν χρήσαιτο τῇ πεζῇ δυνάμει ζητεῖ.1 ἐκ δὲ τῶν εἰρημένων φανερόν, ὅτι ἄνθρωπος ἀεὶ ἀρχὴ τῶν ἰδίων πράξεων καὶ οὐκ ἐξ ἀνάγκης ὥρισται πάντα οὐδ’ εἵμαρται· εἰ γὰρ βουλεύεται καὶ ζητεῖ καὶ αἱρεῖται, δῆλον ὅτι ἐπ’ αὐτῷ ἐστιν· εἰ δὲ μή, ἀναιρεῖται πᾶσα βουλὴ καὶ σκέψις ἡ περὶ τῶν πρακτῶν. ἕκαστος οὖν ἄνθρωπος ἀρχὴ καὶ αἴτιος ὧν πράττει· ἐπεὶ δὲ βουλεύεται περὶ τῶν ἑαυτοῦ πράξεων, αἱ δὲ πράξεις ἄλλων ἕνεκεν, ἕνεκα γὰρ τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ, δῆλον ὡς οὔτε ἐστὶ βουλευτὸν τὸ τέλος ἀλλὰ τὰ πρὸς τὰ τέλη καθόλου· οὐδὲ δὴ περὶ τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν βουλευόμεθα, οἷον εἰ ἄρτος τοῦτο ἢ ἐπέφθη ὡς δεῖ· περὶ γὰρ ὧν τὴν αἴσθησιν ἔχομεν ἐναργῆ, οὐ βουλευόμεθα εἰ τοιαῦτά ἐστιν, ἀλλ’ ἀρχὴν ἔχομεν τὴν αἴσθησιν· εἰ δὲ βουλευόμεθα περὶ τῶν τοιούτων, εἰς ἄπειρον ἥξομεν. ἂν γὰρ μὴ ὦσί τινες ἀρχαὶ πισταὶ καὶ ἐναργεῖς, ἀνάγκη ἄλλο δι’ ἄλλου πιστοῦσθαι, καὶ τοῦτ’ ἐπ’ ἄπειρον. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖς Ἀναλυτικοῖς. τὸ δὲ βουλευτὸν καὶ τὸ προαιρετὸν ἁπλῶς μὲν οὖν οὐκ ἔστι ταὐτόν· γενικώτερον γάρ τί ἐστι τὸ βουλευτόν, οὐ μὴν ἀνάπαλιν. περὶ πολλῶν γοῦν βουλευόμενοι οὐχ αἱρούμεθα πάντα, ἀλλ’ ἕν τι αὐτῶν βουλευτὸν προαιρετὸν ὂν ἐκ τῆς βουλῆς προεκρίθη· διό φησι τὸ προαιρετὸν ἀφωρισμένον ἤδη εἶναι. μέχρι μὲν γὰρ βουλευόμεθα περί τινος ἀοριστοῦμεν περὶ αὐτοῦ, ὅταν δὲ προελώμεθα, ὁρίζομεν ὅτι πρακτέον ἐστὶ καὶ παυόμεθα τῆς βουλῆς. παύεται γάρ φησιν ἕκαστος ζητῶν πῶς πράξει, ὅταν εἰς αὑτὸν ἀναγάγῃ τὴν ἀρχήν, τουτέστιν ὅταν εὕρῃ ἑαυτὸν δυνάμενον αἴτιον γενέσθαι καὶ ἐπ’ αὐτῷ ὂν πρᾶξαι καὶ ἀναγάγῃ οὐ μόνον εἰς αὑτόν, ἀλλ’ αὑτοῦ εἰς τὸ ἡγούμενον, τουτέστιν εἰς τὸν νοῦν. ὅταν γὰρ νοήσῃ ὅτι πρακτέον, ὅπερ ὁ νοῦς ἐβουλεύσατο καὶ εἵλετο, παύεται τῆς σκέψεως συνεξορμώσης τῷ λογισμῷ καὶ τῆς ὀρέξεως.2 τούτου δὲ παράδειγμά φησιν εἶναι τὰς ἀρχαίας πολιτείας ἃς Ὅμηρος ἐμιμεῖτο· πεποίηνται γὰρ αὐτῷ οἱ βασιλεῖς ἃ προείλοντο ἀπαγγέλλοντες τῷ δήμῳ. εἰκάζει δὲ ὡς ἔοικεν ὁ Ἀριστοτέλης τοὺς μὲν βασιλεῖς τῷ λογιστικῷ τῆς ψυχῆς καὶ βουλευτικῷ, τὸν δὲ δῆμον τῇ ὀρέξει· ἐπειδὰν οὖν οἷον βουλευσάμενος ὁ βασιλεὺς νοῦς καὶ συγκαταθέμενος ἀνακοινώσηται οἷον δήμῳ τῇ ὀρέξει, ἡ δ’ ἐπιψηφίσηται καὶ συνεξορμήσῃ, προαίρεσις τὸ τοιοῦτον. Ἐπειδὴ οὖν ἐστι τὸ προαιρετὸν βουλευτὸν καὶ ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν ὄντων, καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν. δηλοῖ δὲ πῶς λαμβάνει τὸν λόγον τοῦτον τῆς προαιρέσεως· οὐ γὰρ ὡς ἀκριβῆ ὁρισμόν· οὐ γὰρ ἔστι γένος τῆς προαιρέσεως ἡ βούλευσις οὐδ’ ἡ ὄρεξις, ἀλλὰ τὸ ἐξ ἀμφοῖν ὥσπερ σύνθετον·3 διό φησιν ἐκ τοῦ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθα κατὰ τὴν βούλησιν· γράφεται δὲ καὶ βούλευσιν, ὡς ἂν ἀρχούσης μὲν τῆς βουλεύσεως, ἑπομένης δὲ τῆς ὀρέξεως, ἐκ δὲ τούτου γενομένης τῆς προαιρέσεως. ἔοικε δὴ τῷ τοιούτῳ λόγῳ ζῷόν ἐστι σῶμα ἔμψυχον· καὶ γὰρ ἐκεῖ οὐκ ἔστι τὸ σῶμα γένος τοῦ ζῴου, ἀλλὰ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι τὸ ζῷόν ἐστιν, ὃ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν. Ἡ μὲν οὖν προαίρεσις τύπῳ εἴρηται· οὐ γὰρ ἀκριβής ἐστιν ὁ ὁρισμός, ὡς ἐδείχθη, ἀλλ’ ὑπογραφῇ ἔοικε μᾶλλον· εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι περὶ τὰ πρακτά, καὶ ὅτι τῶν πρὸς τὰ τέλη εἰσὶν αἱ προαιρέσεις ἀλλ’ οὐχὶ τῶν τελῶν. ἡ δὲ βούλησις ὅτι μέν ἐστι τοῦ τέλους εἴρηται.
而在思虑时,人们若遭遇不可能之事,便会放弃;若遭遇可能之事,便着手实行。补充这些话,是为了极为明了地表明我们所思虑的乃是我们掌控之中的事物;因为事物若在我们看来是不可能的,我们便不再进行思虑,亦不对其着手实行。而可能之事,则是那些能够通过我们而实现的事物;并且他说,在“通过我们”之中他也包含了通过朋友而实现的事物。可能之事是通过我们而实现的,这一点是显然的;因为始基在我们之中,也就是我们行动的始基。因为他现在是将“始基”理解为动因;而对于我们掌控之中的事物而言,动力始基就在我们之中。我们在思虑时,有时探究工具,有时探究工具的使用;例如,医生有时探究如何能为自己配备医疗器具,有时则探究将如何使用它们。同样,在实行之事中,我们有时探究通过何种工具实现目的,例如将军探究是通过骑兵力量还是通过步兵力量,或者探究将如何使用步兵力量。由所述各点显然可知,人始终是自己行动的始基,并非一切事物都是由必然性所确定或由命运所注定的;因为若人进行思虑、探究和选择,显然这就在他自己掌控之中;否则,关于实行之事的一切思虑与思考都将被取消。因此,每个人都是自己所行之事的始基与原因;而既然人思虑关于自己行动的事物,而行动又是为了其他事物,即为了目的与善,那么显然目的本身并不是思虑的对象,通向目的的手段普遍而言才是思虑的对象。我们当然也不针对个别事物和感觉对象进行思虑,例如这是否是面包,或者它是否被适度烘烤;因为对于我们拥有明晰感觉的事物,我们并不思虑它们是否如此,而是将感觉作为始基;若我们针对此类事物进行思虑,便会陷入无穷。因为若不存在某些可靠而明晰的始基,就必然需要一件接着一件地加以确证,而这便会陷入无穷。这一点在《分析篇》中也有所论及。 思虑的对象与抉择的对象简言之并非同一回事;因为思虑的对象是某种更具属相的事物,反之则不然。无论如何,在对许多事物进行思虑时,我们并不将它们全部选出,而是其中作为思虑之对象的某一事物,作为抉择的对象,从思虑中被预先选拔出来;因此他说,抉择的对象已经是被确定的。因为只要我们在对某事进行思虑,我们对其就处于不确定的状态;而一旦我们作出了抉择,我们便确定此事应当实行,并停止思虑。因为他说,每个人在将始基追溯至自身时,便停止探究将如何行动,也就是说,当他发现自己能够成为原因且行动在于自己掌控之中时,并且不仅追溯至自身,而且追溯至自身的统率部分,即理智时,他便停止探究。因为一旦他领悟到应当实行理智所思虑并选定的事,伴随着欲求与推论一同被激发,他便停止思考。他说荷马所描摹的古代政制就是对此的一个例证;因为在他笔下,国王们被描绘为向民众宣告自己所抉择之事。看来亚里士多德是将国王们比作灵魂的推论与思虑部分,将民众比作欲求;因此,当作为国王的理智进行了思虑与首肯之后,通告给作为民众的欲求,而欲求对此予以表决批准并一同激发时,这样的事物便是抉择。 因此,既然抉择的对象是在我们掌控之中的事物中既可思虑又可欲求之物,那么抉择也就是针对我们掌控之中事物的思虑性欲求。并且他表明了自己是如何理解抉择的这一说明的:并不是将其作为精确的定义;因为无论思虑还是欲求都不是抉择的属,抉择毋宁是宛如二者的复合体;因此他说,“因为根据思虑作出判断之后,我们依照愿望进行欲求”;也有异读作“依照思虑”,这被理解为思虑在先引导,欲求随之在后,由此产生了抉择。〔这一说明〕确实类似于“动物是有生命的物体”这样的说明;因为在那里,物体同样不是动物的属,而是说动物乃是由物体与灵魂所构成的。 因此,抉择已被作了轮廓式的论述;因为正如所表明的那样,这一界定并非精确的定义,而是更像一种素描;并且抉择关涉何种事物亦已说明,即关涉实行之事,且抉择针对的是通向目的的手段,而非目的本身。至于愿望关涉目的,则已经被谈过了。
- 3.3ὁμοίως δὲ καὶ ἐν τοῖς πρακτοῖς ὁτὲ μὲν ζητοῦμεν δι’ οὗ ἔσται ὀργάνου, οἷον ὁ στρατηγός, πότερα δι’ ἱππικῆς ἢ διὰ πεζικῆς δυνάμεως ἢ πῶς ἂν χρήσαιτο τῇ πεζῇ δυνάμει ζητεῖ
本句结构与前文医术的例子(探求工具本身与探求工具的使用)相对应。ὁτὲ μέν 分句(探求工具)以“将军探究是通过骑兵还是通过步兵”为例,而与之并列的探求工具的使用,则通过连词 ἤ 引出的“或者探究将如何使用步兵力量”紧凑地补出。主句动词从第一人称复数(ζητοῦμεν)转换为与具体主语一致的第三人称单数(ὁ στρατηγός... ζητεῖ)。
- 3.3συνεξορμώσης τῷ λογισμῷ καὶ τῆς ὀρέξεως
属格独立结构。连词 καί 修饰主语 τῆς ὀρέξεως(“欲求亦……”),复合动词 συνεξορμάω 支配与格 τῷ λογισμῷ,表示欲求与理智的推论一同被激发并付诸行动。
- 3.3οὐ γὰρ ἔστι γένος τῆς προαιρέσεως ἡ βούλευσις οὐδ’ ἡ ὄρεξις, ἀλλὰ τὸ ἐξ ἀμφοῖν ὥσπερ σύνθετον
在连词 ἀλλά 引出的转折分句中,主语和系动词(即 ἡ προαίρεσίς ἐστι)被省略,τὸ ἐξ ἀμφοῖν ὥσπερ σύνθετον 作为表语主格出现。这阐明了为何亚里士多德的说明不是基于属和种差的严格定义(ἀκριβὴς ὁρισμός),而只是对由二者结合而成的复合体所作的素描(ὑπογραφή)。
