- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:72.6-73.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯论证了思虑的客体并非出于自然或运气,而是以人类理智与欲求为原因的事物,并阐明了精确自足的技艺与不确定的技艺及意见的区别。随后他指出,思虑关涉通向目的的手段而非目的本身,其探究过程类似于几何学的解析法,在思考中最后被发现的手段成为行动中最初的一步。
ἐπειδὴ οὖν πέφηνεν οὐ γινομένη βούλευσις οὔτε ὧν ἡ φύσις οὔτε ὧν ἡ τύχη,1 λείπεται τὴν βουλὴν γίνεσθαι ὧν νοῦς ὁ ἀνθρώπινος αἴτιος γίνεται καὶ ὄρεξις ἡ ἀνθρωπίνη· ὧν γὰρ δυνάμεθα αἴτιοι γίνεσθαι περὶ τούτων σκοποῦμεν, διόπερ καὶ τῶν τεχνῶν αἱ μὲν ἀκριβεῖς καὶ αὐτάρκεις· λέγονται δ’ ἀκριβεῖς μὲν ὅσαι ἂν δι’ ἀναγκαίων ἀναγκαῖον συμπεραίνωνται, αὐτάρκεις δὲ ὧν ἐστιν ὡρισμένα τὰ θεωρήματα καὶ μηδὲν δέονται μήτε βουλεύσεως περὶ αὐτῶν μήτε τύχης· σχεδὸν δὲ αἱ αὐταὶ καὶ ἀκριβεῖς καὶ αὐτάρκεις, οἷον γεωμετρία καὶ ἀριθμητική· τῶν γὰρ τοιούτων καὶ ὥρισται τὰ θεωρήματα· καὶ οὐδεὶς βουλεύεται περὶ τοῦ τριγώνου, εἴτ’ ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ πῶς ἕξει. περὶ ὧν γὰρ βουλευόμεθα, ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι· οὐκ ἔστι δὲ ἐφ’ ἡμῖν ποιῆσαι τὰς τοῦ τριγώνου γωνίας μὴ εἶναι δυσὶν ὀρθαῖς ἀλλ’ οὐδὲ τύχης οὐδὲν εἰς τοῦτο δεῖ, ἀλλ’ ὥρισται τὰ θεωρήματα ἐξ ἀιδίου. ἀλλ’ οὐδὲ ἡ γραμματικὴ βουλεύεται πῶς γραπτέον. οὐκ ἀκριβεῖς δὲ οὐδὲ αὐτάρκεις τέχναι, ὅσαι μὴ ἔχουσι τὸ ἀναγκαῖον ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ δέονται τύχης, οἷον ἰατρικὴ καὶ χρηματιστική· οὔτε γὰρ ὁ ἰατρὸς ἔχει ὡρισμένον θεώρημα ὡς πάντως ἐκ τοῦ τοιοῦδε ἰασόμενος, ἀλλ’ ὅτι ὑπὸ τῆς τοιαύτης διαίτης ὡς ἐπὶ τὸ πολὺ ὠφελοῦνται οἱ τοιοῦτοι, οὔτε ὁ χρηματιστὴς ὅτι πάντως κερδανεῖ, ἀλλ’ ὅτι ὡς ἐπὶ τὸ πολύ. δέονται δὲ καὶ τῆς τύχης. καὶ ἐν αὐταῖς δὲ ταύταις ἄλλαι ἄλλων ἀκριβέστεραι καὶ αὐταρκέστεραι· ἧττον γὰρ διηκρίβωται κυβερνητικὴ γυμναστικῆς καὶ τὸ πλεῖστον ἐπὶ τῇ τύχῃ ἐστί. Μᾶλλον δέ φησι καὶ περὶ τὰς δόξας ἢ τὰς ἐπιστήμας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἔδειξε βουλεύσεις γινομένας περὶ ὧν εἰσιν αἱ μὴ ἀκριβεῖς μηδὲ αὐτάρκεις τῶν τεχνῶν· μᾶλλον δέ φησι βουλὴν εἶναι, περὶ ὧν δόξας μόνον ἔχομεν ἢ περὶ ὧν τέχνας, οἷον ὁ περὶ ἰατρικῶν δοξάζων μᾶλλον βουλεύεται ἢ ὁ τὴν τέχνην ἔχων διὰ τὸ περὶ τοῦτον ὡρίσθαι μᾶλλον πως τεχνικὰ θεωρήματα· καὶ ὅλως [ἡ] περὶ τῶν πρακτῶν περὶ ὧν δόξας ἔχομεν μᾶλλον βουλευόμεθα ἢ περὶ τῶν ὑπὸ τὰς τέχνας· πλεῖον γὰρ διστάζομεν δοξάζοντες ἢ τὰς τέχνας ἔχοντες· γράφεται δὲ καὶ οὕτως· μᾶλλον δὲ καὶ περὶ τὰς τέχνας ἢ τὰς ἐπιστήμας,2 ὡς τεχνῶν μὲν λεγομένων τῶν ποιητικῶν, ἐπιστημῶν δὲ τῶν θεωρητικῶν. δῆλον δὲ ὅτι αἱ μὲν θεωρητικαὶ οὐ δέονται βουλεύσεως, αἱ δὲ ποιητικαὶ μᾶλλον· βουλευόμεθα δὴ περὶ τῶν ὡς ἐπὶ τὸ πολύ, ἀδήλων δὲ πῶς ἀποβήσεται. περὶ τῶν γνωρίμων πῶς ἀποβήσεται οὐδεὶς ἔτι βουλεύεται ἀλλὰ περὶ τῶν ἀδιορίστων· διόπερ καὶ συμβούλους παρακαλοῦμεν, ὅταν μεγάλα ᾖ, δηλαδὴ ἀπιστοῦντες αὑτοῖς ὡς οὐχ ἱκανοῖς οὖσιν. Ἔτι βουλευόμεθα οὐ περὶ τῶν τελῶν, ἀλλὰ τῶν πρὸς τὰ τέλη. θέμενοι γὰρ ἑαυτοῖς τὰ τέλη, πάντες βουλεύονται πῶς ἂν αὐτῶν τύχοιεν, οἷον θέμενος ἑαυτῷ ὁ στρατηγὸς νίκην βουλεύεται πῶς νικήσει, καὶ ὁ ἰατρὸς τὴν ὑγίειαν σκοπεῖ πῶς περιποιήσει, καὶ καθόλου ὁ βουλευόμενος πῶς τεύξεται τοῦ προκειμένου τέλους ζητεῖ. πλειόνων μὲν οὖν φαινομένων τρόπων διὰ τίνος ῥᾷστα καὶ μάλιστα τεύξονται τοῦ τέλους ἐπισκοποῦσιν, οἷον στρατηγὸς νικᾶν βουλόμενος βουλεύεται· προφαίνεται δὴ δυνατὸν νικῆσαι καὶ πεζικῇ καὶ ἱππικῇ καὶ ναυτικῇ χρησάμενος δυνάμει· μετὰ ταῦτα ζητεῖ μετὰ τίνος ῥᾷστα καὶ ἀκινδυνότατα περιέσται καὶ ὃν ἂν εὕρῃ τοιοῦτον τῶν τρόπων ἐκεῖνον προτιμᾷ. ἐὰν δὲ εἷς ᾖ τρόπος, εἴτε προκριθεὶς πάντων, εἴτε καὶ ἐξ ἀρχῆς φανείς, πῶς διὰ τούτου ἔσται τὸ τέλος ζητοῦμεν, οἷον πῶς ἔσται διὰ τοὺς ἱππικοὺς ἡ κατόρθωσις ἡ τοῦ πολέμου, κἀκεῖνο διὰ τίνος, οἷον τὸ ἱππικὸν τίνα τρόπον κτησόμεθα, φέρε ὅτι χρημάτων δεῖ εἰς τοῦτο· τὰ δὲ χρήματα πόθεν ἔσται; οὐκοῦν συνεισφορᾶς γενομένης παρὰ τῶν πολιτῶν. ἐπειδὰν δὲ δόξῃ τοῦτο, ἐντεῦθεν ἄρχονται τῆς πράξεως, ὅ ἐστι μὲν ἔσχατον ἐν τῇ εὑρέσει τῇ κατὰ τὴν σκέψιν, πρῶτον δ’ αἴτιον ἐν τῇ πράξει.3 καὶ ἔοικε τὸ γινόμενον ἀναλύσει διαγράμματος, ἣν ποιοῦνται οἱ γεωμέτραι. Ζητεῖ μὲν οὖν ὁ βουλόμενος καὶ ἀναλύει τὸν εἰρημένον τρόπον. οὐ μὴν ταὐτὸν ζήτησις καὶ βούλευσις, ἀλλ’ ἐπὶ πλέον ἡ ζήτησις· ζητοῦμεν γὰρ καὶ περὶ τῶν μαθηματικῶν, οἷον εἰ ἡ διάμετρος σύμμετρος, καὶ περὶ τῶν ἀιδίων, οἷον εἰ ὁ ἥλιος σφαῖρά ἐστι· βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν, ἃ ὅταν ζητῶμεν ὡς εἴρηται ἀναλύομεν καὶ τὸ ἔσχατον ἐν τῇ ἀναλύσει πρῶτον ἐν τῇ γενέσει τῆς πράξεως ποιούμεθα.
因此,既然显而易见,既非针对自然为[原因的]事物,亦非针对运气为[原因的]事物产生思虑,那么剩下来的便是:思虑针对那些人类理智和人类欲求成为其原因的事物而产生;因为凡是我们能够成为其原因的事物,我们才就这些事物进行考察。也正是由于这个缘故,在诸技艺中,有些是精确且自足的。凡是通过必然前提得出必然结论的技艺,就被称为精确的;而凡是其定理是确定的、且自身完全不需要思虑也不需要运气的技艺,就被称为自足的;并且精确的技艺与自足的技艺几乎是同一的,例如几何学和算术。因为此类技艺的定理确实是确定的;没有人会就三角形思虑其三个内角是否等于两直角或将如何等于两直角。因为对于我们所思虑的事物,做与不做都在于我们自己;但使三角形的角不等于两直角却不在我们掌控之中,对此也根本不需要运气,而是其定理自永恒以来便已确定。文字技艺[拼字术]同样不思虑应当如何书写。相反,那些不具有必然性而只具有大致如此的情况、并且需要运气的技艺,既非精确的也非自足的,例如医术和敛财术。因为医生并不拥有必定能通过此种治疗使人痊愈的确定定理,而只拥有此种病人在大多情况下受益于此种疗法的定理;敛财者也不拥有必定能获利的定理,而只拥有在大多情况下如此的定理。它们还需要运气。而且在这些技艺本身之中,一些也比另一些更精确、更自足;因为航海术比起体操术来更欠缺精确,且大部分取决于运气。 此外他说,思虑也“更多关于意见而非关于科学”。他的意思大致如下:他指出了思虑产生于那些不精确亦不自足的技艺所关涉的事物;但他说,相较于我们拥有技艺的事物,针对我们仅有意见的事物有更多的思虑;例如,对医疗事务持有意见者比拥有技艺者思虑更多,因为对于后者而言,技艺上的定理在某种程度上更加确定;并且总的来说,对于我们持有意见的实行之事,我们比对属于技艺之下的事物思虑得更多;因为我们在持有意见时比在拥有技艺时更常犹豫不决。也有这样书写的异读:“更多关于技艺而非关于科学”,这被理解为制作性的门类被称为技艺,而观照性的门类被称为科学。显然,观照性的科学不需要思虑,而制作性的技艺更需要思虑。于是,我们针对大致如此、但结果如何尚不明了的事物进行思虑。关于结果已知的事物,不再有人进行思虑,而是针对不确定的事物进行思虑;这也正是我们在面临大事时会召集顾问的原因,这显然是因为怀疑自己并不足以胜任。 此外,我们不针对目的本身进行思虑,而是针对通向目的的手段进行思虑。因为所有人在为自己设定了目的之后,都在思虑如何能够达成这些目的;例如,将军为自己设定了胜利为目的之后,思虑将如何获胜,医生考察将如何取得健康,大体上思虑者探究如何达成预设的目的。因此,当显现出多种方式时,他们考察通过哪种方式能够最容易且最好地达成目的;例如,希望获胜的将军进行思虑:显现出使用步兵、骑兵或海军力量都可以获胜;在这之后他探究借助哪一种力量能够最容易且最无危险地取胜,凡是他发现属于此类的方式,他便优先选取那一种。但若只有一种方式,无论是从所有方式中预先选出的,还是从一开始便显现出来的,我们都探究如何通过这一方式实现目的;例如,如何通过骑兵实现战争的胜利,而这又通过什么实现;例如,我们将以何种方式获得骑兵——设若为此需要钱财;那么钱财又从何而来?显然是通过公民们缴纳捐资。一旦对此作出决定,他们便从这里开始行动,这在依照思考的发现中是最后的,但在行动中却是最初的原因。这一过程类似于几何学家们所作的图形解析。 因此,怀有愿望者以所述的方式进行探究和解析。然而探究与思虑并非同一回事,探究的范围更广;因为我们也针对数学事物进行探究,例如对角线是否可通约,并且针对永恒事物进行探究,例如太阳是否是一个球体;但我们所思虑的乃是我们掌控之中的事物,当我们对它们进行探究时,便如前所述进行解析,并将解析中的最后之物作为行动生成中的第一之物。
- 3.3οὐ γινομένη βούλευσις οὔτε ὧν ἡ φύσις οὔτε ὧν ἡ τύχη
关系代词 ὧν 吸收了被省略的先行词(τούτων),此处承接上文的 αἰτίαι γάρ εἰσι...,省略了表语 αἰτία ἐστί。意即“既非针对自然为[原因的]事物,亦非针对运气为[原因的]事物产生思虑”。
- 3.3γράφεται δὲ καὶ οὕτως· μᾶλλον δὲ καὶ περὶ τὰς τέχνας ἢ τὰς ἐπιστήμας
此处阿斯帕西奥斯记录并注解了亚里士多德原文的一个异读。紧随其后的 ὡς 引导属格绝对结构(τεχνῶν μὲν λεγομένων τῶν ποιητικῶν),用于说明该异读所依据的词义理解(制作性的为技艺,观照性的为科学)。
- 3.3ὅ ἐστι μὲν ἔσχατον ἐν τῇ εὑρέσει τῇ κατὰ τὴν σκέψιν, πρῶτον δ’ αἴτιον ἐν τῇ πράξει
关系代词 ὅ 先行指向前文最终确定的具体手段(公民缴纳捐资这一决定)。它表述了亚里士多德行动理论的核心命题:在思考的探究和解析中最后得出的东西,在实际行动和生成中却是最初的开端和第一原因。
