← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§70.21-72.6

选择的定义与思虑对象的划分

阿斯帕修斯注解亚里士多德《尼各马可伦理学》第3卷第3章(1112a13起),解释了选择的定义(事先经过思虑的自愿之物)及其词源,并进而考察思虑的对象,将出于必然、自然与运气的事物与处于人类掌控之中的事物加以区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#1

" Τί οὖν ἢ ποῖόν τί ἐστιν ἕως ὀρεγόμεθα κατὰ τὴν βούλησιν." Ἐπειδὴ ἡ προαίρεσις μήτε θυμός ἐστι μήτε ἐπιθυμία μήτε βούλησις, ἀλλ’ οὐδὲ δόξα, τί ἂν εἴη σκεπτέον. τὸ μὲν δὴ γένος αὐτῆς ἔχομεν· ἑκούσιον γὰρ φαίνεται, καὶ εἰ ἔοικε προαίρεσις ἑκούσιον εἶναι προβεβουλευμένον, καὶ οὐκ ἄν τις ἀπὸ σκοποῦ τοῦτον ἀποδῴη λόγον τῆς προαιρέσεως· τὰ μὲν γὰρ ἄλογα ζῷα ἑκουσίως ποιεῖ μὴ βουλευσάμενα ἀλλὰ μόνῃ συνακολουθοῦντα τῇ ὀρέξει θυμῷ ἐπιθυμίᾳ· ὁμοίως δὲ καὶ τὰ παιδία· καὶ τῶν τελείων δὲ ἀνδρῶν τινες ἄφνω πολλὰ πράττουσι μὴ βουλευσάμενοι, ὧν οὐδὲν προαιρεῖσθαι λέγονται. ὁ δὲ βουλευσάμενος περί τινος καὶ συγκαταθέμενος ὡς αἱρετῷ συνακολουθούσης καὶ τῆς ὀρέξεως, προαιρεῖσθαι λέγεται αὐτό. διό φησιν εἶναι ἑκούσιον τὸ προβεβουλευμένον, τὴν προαίρεσιν ἐν τῷ προβεβουλεῦσθαι δηλῶν καὶ τὸ πρότερον δεῖν βεβουλεῦσθαι καὶ συμβαίνειν τὸν λογισμόν, εἶτ’ ἐπακολουθεῖν τὴν ὄρεξιν·1 τὸ γὰρ πρότερον τινός ἐστι πρότερον καὶ δῆλον ὅτι προβεβούλευται πρὸ τῆς ὀρέξεως· ἅμα δὲ καὶ ἐν τῷ ἑκουσίως συνεμφαίνει τὴν ὄρεξιν· ἀεὶ γὰρ τὸ ἑκούσιον μετὰ τῆς ὀρέξεως. διό φησιν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας, οὐκ ἐκ ψιλῆς τῆς ὀρέξεως, τὸ δὲ ἑκούσιον ἐνίοτε μόνῃ τῇ ὀρέξει γίνεται. δηλοῖ δὲ καὶ τοὔνομα τὸ τῆς προαιρέσεως· δηλοῖ γὰρ τὸ ἄλλο πρὸ ἄλλων αἱρεῖσθαι. ὅταν γάρ τις βουλεύηται, πότερον τόδε ἢ τόδε αἱρετὸν ἢ καὶ περὶ πλειόνων τὴν σκέψιν ποιησάμενος ἐφ’ ἕν τι ἀποκλίνῃ, καὶ συναινέσῃ ὡς αἱρετόν, ἔτι δὲ ἔχῃ συνεξορμῶσαν τὴν ὄρεξιν, ἐκεῖνο δοκεῖ πρῶτον τῶν ἄλλων πάντων αἱρεῖσθαι περὶ ὧν ἐβουλεύσατο. Μετὰ ταῦτα ζητεῖ περὶ τίνων βουλεύονται οἱ ἄνθρωποι καὶ ποῖά τινά ἐστιν τὰ βουλευτά. οὐ γὰρ περὶ πάντων βουλεύονται οὐδὲ πᾶν ὁτιοῦν βουλευτόν. πρῶτον δὲ τίθεται βουλευτὸν εἶναι οὐ περὶ οὗ ἂν βουλεύσαιτο ὁστισοῦν, οἷον ὁ μαινόμενος, ἀλλὰ περὶ οὗ ὁ κατὰ φύσιν ἔχων· βουλεύσαιτο γὰρ ἄν τις μαινόμενος καὶ πῶς ἵνα νοεῖ ποιήσῃ καὶ πῶς εἰς τὸν οὐρανὸν ἀναβῇ. ἀλλ’ οὐδὲν τούτων βουλευτόν. ἐπισκεπτέον δὴ τίνα ἐστὶ τὰ βουλευτά. τῶν δὴ πραγμάτων τὰ μέν ἐστιν ἀΐδια καὶ ἀεὶ ὡσαύτως ἔχοντα, οἷον ὁ κόσμος· ἀγέννητος γὰρ καὶ ἀίδιος, καὶ ἡ διάμετρος ἀσύμμετρος τῇ τοῦ τετραγώνου πλευρᾷ. περὶ δὴ τῶν τοιούτων οὐδεὶς βουλεύεται, οὐδὲ πῶς ἂν γένοιτο ἡ διάμετρος σύμμετρος, ἀλλ’ εἴπερ ἄρα, ζητεῖ εἰ ἀσύμμετρός ἐστι, βουλεύεται δὲ οὐδαμῶς. ἄλλα δ’ ἐστίν, ἃ οὐκ ἀεὶ μέν ἐστι, γίνεται δὲ ἀεὶ ὡσαύτως, οἷον ἀνατολὴ ἄστρων καὶ δύσις καὶ τροπαί· τούτων γὰρ οὐδὲν μὲν ἀεί ἐστι, γίνεται δὲ ὡσαύτως ἀεί· οὐδὲ περὶ τῶν τοιούτων βουλή ἐστιν. ἐξ ἀνάγκης δ’ εἴτε φύσει ἢ διά τινα ἄλλην αἰτίαν τὰ τοιαῦτά φησι γίνεσθαι ὡσαύτως, ἀνάγκην λέγων οὐ τὴν βιαστικήν· οὐδὲν γὰρ τῶν ἐν τῷ οὐρανῷ βίᾳ γίνεται· ἀλλ’ ἀνάγκην ὠνόμακε τὴν πρόνοιαν τοῦ ἀεὶ ὡσαύτως κινοῦντος διὰ τὸ πάντῃ πάντως κινεῖν2 καὶ μηδέποτε ἄλλως ἐνδέχεσθαι. ἀναγκαῖον γὰρ λέγεται τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν. τῇ τοιαύτῃ γοῦν ἀνάγκῃ αἱ κινήσεις τῶν ἄστρων καὶ αἱ ἀνατολαὶ καὶ δύσεις καὶ τροπαὶ ἢ φύσει ἢ κατὰ φύσιν· κατὰ φύσιν γὰρ κινεῖται τὰ ἐν τῷ οὐρανῷ ἢ καὶ ἀμφοτέροις· τῇ γὰρ φύσει τῶν φερομένων συμφωνοτάτη ἐστὶν ἡ τοῦ κινοῦντος πρόνοια. ἔνια δέ ἐστιν ἃ γίνεται μὲν κατὰ φύσιν, ἀτακτοτέραν δέ, οἷον αὐχμοὶ καὶ ὄμβροι. οὐδὲ περὶ τούτων βουλεύονται ἄνθρωποι. ἄλλα δέ ἐστιν ἃ ὡς ἔτυχε συμβαίνει, οἷον τὰ ἀπὸ τύχης· δῆλον δὴ ὅτι οὐδὲ περὶ τούτων εἰσὶ βουλαί· οὐδεὶς γὰρ βουλεύεται περὶ θησαυροῦ εὑρέσεως. ἀλλ’ αἱ βουλαὶ γίνονται περὶ τῶν ἀνθρωπικῶν καὶ οὐ περὶ πάντων. οὐ γὰρ βουλεύονται Λακεδαιμόνιοι πῶς ἂν Σκύθαι καλῶς πολιτεύσαιντο, ἀλλὰ πάντες ἄνθρωποι βουλευόμεθα πρῶτον περὶ τῶν ἐφ’ ἡμῖν· ταῦτα δέ φησι καὶ ἐπίλοιπα.3 αἰτίαι γάρ εἰσι τῶν ὄντων πάντων καὶ γινομένων ἀνάγκη καὶ φύσις καὶ τύχη· πρὸς δὲ τούτοις καὶ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου· τοῦτο δέ ἐστιν ἐπιθυμία θυμὸς βούλευσις καὶ ὅλως ἡ ὄρεξις· καὶ γὰρ ταῦτα ἐν ἀνθρώπῳ ὄντα πολλῶν γίνονται αἴτια.

“那么,它[选择]是什么或具有何种性质……”直至“我们依照愿望进行欲求”。 既然选择既非激情,亦非欲望,亦非愿望,甚至不是意见,我们就必须探讨它究竟可能是什么。首先,我们已经把握了它的属;因为它显现为自愿的,而且如果选择似乎是事先经过思虑的自愿之物,那么有人给出选择的这一定义[说明],那也不会偏离目标。因为无理性的动物未加思虑地自愿行事,而仅仅伴随着欲求——即激情和欲望;小孩子们同样如此;成年人中也有一些人在未加思虑的情况下突然做出许多事情,其中没有一件被说成是他们所选择的。而对某事进行了思虑,并且将其作为应当选取的而予以赞同,欲求也伴随而来的人,才被说成是在选择它。因此他说,选择是事先经过思虑的自愿之物,表明选择在于事先经过思虑,且必须事先思虑并发生推理,然后欲求伴随而来;因为“事先”是先于某物,显然在欲求之前已经经过了思虑;同时,在“自愿地”这一表述中他也暗示了欲求;因为自愿之物总是伴随着欲求。因此他说:“因为选择伴随着理知和思想”,并非出于单纯的欲求,而自愿之物有时仅仅由欲求产生。选择这一名称本身也表明了这一点;因为它表示在其他事物之前选取另一事物。因为每当某人思虑是这一个还是那一个应当被选取,或者在就较多事物进行考察之后倾向于其中之一,并赞同其为应当选取的,进而具有共同促动的欲求时,他便显现为在自己所思虑的一切其他事物之前,最先选取了那一个。 在这之后,他探究人们针对何种事物进行思虑,以及何种事物是可思虑的。因为人们并非就一切事物进行思虑,也并非任意事物都是可思虑的。首先,他设定可思虑的事物并非随便何人——例如疯人——可能思虑的事物,而是处于自然状态的人所思虑的事物;因为疯人甚至可能思虑如何实现自己所想象的事情,或者如何升入天空。但这些都不是可思虑的事物。因此必须考察哪些事物是可思虑的。在事物中,有些是永恒且始终处于同一状态的,例如宇宙;因为宇宙是非生成的且永恒的,而对角线与正方形的边不可通约。因此对于此类事物,没有人会进行思虑,也不会思虑对角线如何可能变得可通约,而至多只是探究它是否不可通约,却决不进行思虑。另有一些事物,它们并非始终存在,却始终以同一方式发生,例如星辰的升起与降落以及至点、分点;因为这些事物没有一个是始终存在的,却始终以同一方式发生;对于此类事物也没有思虑。他说,此类事物是出于必然,无论是出于自然还是由于某种其他原因,而以同一方式发生的;他所说的必然并非强迫性的必然——因为天界中的事物没有一个是由于暴力而发生的——而是将那始终以同一方式推动者的预见称为“必然”,因为它是完全始终如一地推动且决不可能有其他情况。因为不可能有其他情况的事物就被称为必然的。至少通过这样的必然,星辰的运动以及升起、降落和至点,或是由于自然或是依照自然而发生;因为天界之物是依照自然,或者甚至由于这两者而运动的;因为推动者的预见与被推动者的自然是极为和谐一致的。还有一些事物,它们固然依照自然发生,却较不规则,例如干旱与暴雨。关于这些,人们也不进行思虑。另有一些事物是偶然发生的,例如出于运气的事物;显然,对于这些事物也不存在思虑;因为没有人会思虑发现宝藏的事。相反,思虑是关涉人类事务的,但也并非关涉全部人类事务。因为斯巴达人并不思虑塞西亚人如何能建立良好的政体,而是我们所有人类首先就我们掌控之中的事物进行思虑;他说这些也是剩下的事物。因为一切存在和发生的事物的原因是必然、自然和运气;此外还有理知以及一切通过人类而起作用的事物;而这就是欲望、激情、思虑以及总体的欲求;因为这些存在于人类之中的事物,也成为许多事物的原因。

语法注3 条
  1. 3.3τὸ πρότερον δεῖν βεβουλεῦσθαι καὶ συμβαίνειν τὸν λογισμόν, εἶτ’ ἐπακολουθεῖν τὴν ὄρεξιν

    这是由 δηλῶν 支配的间接引语(宾格加不定式结构)的骨架。βεβουλεῦσθαι 与 συμβαίνειν τὸν λογισμόν 作为 δεῖν 的主语,随后通过 εἶτα 在时间顺序上接出 ἐπακολουθεῖν τὴν ὄρεξιν。

  2. 3.3ἀλλ’ ἀνάγκην ὠνόμακε τὴν πρόνοιαν τοῦ ἀεὶ ὡσαύτως κινοῦντος διὰ τὸ πάντῃ πάντως κινεῖν

    双重宾格结构,其中 τὴν πρόνοιαν τοῦ ἀεὶ ὡσαύτως κινοῦντος 是 ὠνόμακε 的直接宾语,ἀνάγκην 作宾语补足语(谓语性宾格),用于解释亚里士多德为何将天界的规则运动称为“必然”。

  3. 3.3ταῦτα δέ φησι καὶ ἐπίλοιπα

    依赖于 φησι 的宾格加不定式结构,其中省略了不定式 εἶναι。ταῦτα 为主语性宾格,ἐπίλοιπα 为谓语性宾格,意在释义亚里士多德原文中的“剩下的乃是关于在我们掌控之中的事物(λείπεται δὴ περὶ τῶν ἐφ' ἡμῖν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:70.21-72.6