- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:69.18-70.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
依据亚里士多德《尼各马可伦理学》第三卷第二章的论述,阿斯帕西奥斯论证了选择与意见在对象范围、真假与伦理品性、取舍倾向与本质认识、称赞依据等方面的不同,并指出尽管意见先行或伴随选择发生,二者依然不能等同。
ἡ προαίρεσις δ’ ἐστὶ περὶ μόνων τῶν ἐφ’ ἡμῖν, οὔτε δὲ περὶ τῶν ἀϊδίων οὔτε περὶ τῶν ἀδυνάτων. οὐδένα γάρ φαμεν προαίρεσιν ἔχειν περὶ τοῦ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ ἢ περὶ τοῦ ἄπειρον εἶναι τὸν κόσμον. Ἔτι ἡ μὲν δόξα τῷ ψεύδει καὶ τῷ ἀληθεῖ διαιρεῖται· τῆς γὰρ δόξης φαμὲν τὴν μὲν εἶναι ἀληθῆ τὴν δὲ ψευδῆ. ταὐτὸν μὲν οὖν ἴσως τῇ δόξῃ παντάπασιν οὐδεὶς λέγει τὴν προαίρεσιν, τινὶ δὲ δόξῃ ταὐτὸν τάχα ἄν τις ὑπολάβοι, οἷον τῇ περὶ τῶν πρακτῶν. ἀλλ’ οὐδὲ ταύτῃ ἐστὶ ταὐτόν· τῷ μὲν γὰρ προαιρεῖσθαι τἀγαθὰ ἢ τὰ κακὰ ποιοί ἐσμεν τὸ ἦθος·1 οἱ μὲν γὰρ ἀγαθοὶ λέγονται ὅσοι τἀγαθὰ προαιροῦνται, κακοὶ δὲ οἱ τὰ κακὰ προαιρούμενοι· τῷ δὲ δοξάζειν οὐκ ἐσμὲν ποιοί. πολλοὶ γὰρ δόξαν ἔχουσιν ὥσπερ ἐλέχθη καὶ περὶ τῶν ἀϊδίων καὶ περὶ τῶν ἀδυνάτων, καὶ οὔκ εἰσι ποιοί. ἀλλ’ οὐδ’ ἂν περὶ τῶν πρακτῶν ἔχωσι δόξαν ἤδη ποιοί εἰσι τὸ ἦθος, οἷον ὁ δοξάζων ὅτι καλὸν ἡ δικαιοσύνη οὔπω ἀγαθός ἐστιν· ἐνδέχεται γὰρ αὐτὸν μὴ αἱρεῖσθαι τὴν δικαιοσύνην, ἀλλὰ μετὰ τὸ δοξάσαι ἂν καὶ ἕληται καὶ ἀποκλίνῃ πρὸς αὐτὴν καὶ ἔτι ὀρεχθῇ, τότε δίκαιός ἐστιν.2 ἔτι ὁ ἀκρατὴς δοξάζει μὲν ὀρθῶς, προαιρεῖται δὲ οὐ καλῶς. πρὸς δὲ τούτοις προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν, λαβεῖν μὲν τὰ φαινόμενα ἡμῖν ἀγαθά, φυγεῖν δὲ τὰ φαινόμενα ἡμῖν κακά· δοξάζει δὲ οὐδεὶς λαβεῖν ἢ φυγεῖν, ἀλλὰ δοξάζομεν τί ἐστιν ἕκαστον, οἷον τί ἀρετή, τί πλοῦτος, ἢ τίνι συμφέρει ἢ πῶς, οἷον ὅτι τοῖς μελαγχολικοῖς ἡ γλυκεῖα τροφὴ ὠφέλιμος καὶ τὸ ἠρέμα τρέφεσθαι ἀλλὰ μὴ ἀθρόως, ὧν οὐδὲν προαιρεῖσθαι λεγόμεθα ἀλλὰ δοξάζομεν. ἔτι ἡ μὲν προαίρεσις ἐπαινεῖται τῷ εἶναι οὗ δεῖ,3 οἷον ἡ τῶν ἀγαθῶν προαίρεσις πραγμάτων, ἡ δὲ δόξα τῷ ἀληθὴς εἶναι ἐπαινεῖται. καὶ προαιρούμεθα μέν, φησίν, ἃ μάλιστα ἴσμεν ἀγαθά, δοξάζομεν δὲ ἃ οὐ πάνυ ἴσμεν. περὶ δὲ τούτου ἀμφισβητήσειεν ἄν τις· οὐ γὰρ πάντες προαιροῦνται ἃ μάλιστα ἴσασιν ἀγαθά, ἀλλ’ ἔνιοι ἠπάτηνται· οἱ γοῦν κακοὶ οὐκ ἴσασι κακὰ ἃ προαιροῦνται· ἆρ’ οὖν τὸ λεγόμενόν ἐστιν, ὅτι οἱ ἄνθρωποι ἃ οἴονται μάλιστα εἰδέναι ἀγαθὰ ὄντα, ταῦτα προαιροῦνται; δοξάζουσι δὲ ἃ οὐ πάνυ ἴσασι· περὶ πολλῶν γοῦν δόξας ἔχομεν, ὁμολογοῦντες μὴ ἀκριβῶς εἰδέναι καί φαμεν δοξάζειν μέχρι νῦν οὕτως, καὶ ἂν ἄλλως φανῇ μεταθήσειν τὴν δόξαν· ἔτι οὐχ οἱ αὐτοὶ προαιροῦνται ἄριστα καὶ δοξάζουσιν, ἀλλ’ ἔνιοι δοξάζουσι μὲν ἄμεινον, αἱροῦνται δὲ τὸ χεῖρον διὰ κακίαν, οἷον δόξαν μὲν ἔχει τις, ὅτι καλὸν ἡ δικαιοσύνη, προαιρεῖται δὲ τὴν ἀδικίαν, ὠφέλιμον αὐτὴν ὑπολαμβάνων καὶ σύμφωνον τῷ τοιούτῳ λογισμῷ ἔχων τὴν ὄρεξιν. οὐ δεῖ δὲ ταράττεσθαι εἰ προγίνεται πάσης προαιρέσεως πάντως δόξα ἢ παρακολουθεῖ· οὐδὲ γὰρ τοῦτο ζητοῦμεν, ἀλλ’ εἰ ταὐτόν ἐστι τῇ δόξῃ, ἐπεὶ προγίνεταί γε ἡ δόξα, προγίνεται δὲ οὕτως, τῷ πρώτως τὸν λογισμὸν συγκατατίθεσθαι ὡς αἱρετῷ τινι, μετὰ δὲ ταῦτα τὴν ὄρεξιν παρακολουθεῖν τοῦ αὐτοῦ καὶ οὕτω γίνεσθαι προαίρεσιν· παρακολουθεῖ δὲ οὕτως ἐπεὶ προαιρεῖταί τις ὅτι οὐ πάντως δοξάζει περὶ αὐτοῦ ὡς περὶ ἀγαθοῦ.
另一方面,选择只关涉在我们掌控之中的事物,既不关涉永恒之物,也不关涉不可能之物。因为我们说,没有人会对对角线与边不可通约持有选择,也不会对宇宙是无限的持有选择。此外,意见是由虚假与真实来区分的;因为在意见中,我们说一种是真实的,另一种是虚假的。因此,或许没有人会说选择完全与意见同一,但某人或许会认为它与某种特定的意见同一,比如关于可行之事的意见。然而,它甚至与这种意见也不是同一的;因为由于选择善的事物或恶的事物,我们在品性上成为某种品质的人;凡是选择善的事物的人都被称为善人,而选择恶的事物的人则被称为恶人;但由于持有意见,我们并不会成为某种品质的人。因为正如所说的那样,许多人对于永恒之物和不可能之物都持有意见,却并没有因此成为某种品质的人。不仅如此,即使他们对于可行之事持有意见,也并非立即就在品性上成为某种品质的人;例如,认为正义是高尚的人,尚未是善人;因为他很可能不选取正义,但若在持有意见之后,他既选取它,又倾向于它,并且进一步欲求它,那时他才是正义的人。此外,不能自制者虽然持有正确的意见,其选择却并不良善。除这些之外,我们选择获取或逃避——获取在我们看来是善的事物,逃避在我们看来是恶的事物;但没有人持有意见去获取或逃避,而是我们对每一事物是什么持有意见,例如美德是什么,财富是什么,或者对何人有利以及如何有利,例如对于忧郁质的人而言甘甜的营养是有益的,且徐缓而非骤然进食是有益的;对于这些事物,我们未曾被说成是在选择,而是在持有意见。此外,选择因其属于应当所属之物而受到称赞,例如对善的事物的选择,而意见则因其真实而受到称赞。而且他说,我们选择我们最确切知晓为善的事物,而对我们并不十分确切知晓的事物持有意见。然而关于这一点,有人可能会提出异议;因为并非所有人都会选择他们最确知为善的事物,而是有些人受到了蒙蔽;至少恶人并不知道他们所选择的事物是恶的;那么,所说的意思难道是说,人们选择的是那些他们自以为最确知为善的事物吗?而他们对并不十分确知的事物持有意见;至少对于许多事物我们持有意见,承认自己并非精确知晓,并且说迄今为止我们是这样持意见的,而如果显现出另外的情况,我们就会改变这一意见。此外,并非同样一些人既在选择上做到最好又在意见上做到最好,而是有些人意见更为优越,却因邪恶而选取更差的事物;例如,某人持有正义是高尚的意见,却选择不正义,认为不正义是有利的,并且具有与这种推理相契合的欲求。如果意见完全在每一次选择之前发生或者伴随着它发生,人们也不必感到困惑;因为我们所探究的也不是这一点,而是探究它是否与意见同一;因为意见确实在先发生,并且是这样在先发生的:推理首先赞同某事为应当选取的,在此之后针对同一事物的欲求伴随而来,选择便由此产生;而它又是这样伴随而来的,因为当某人做出选择时,他并非完全是将其作为善之物来对其持有意见的。
- 3.2ποιοί ἐσμεν τὸ ἦθος
表性质的形容词 ποιοί 与表示限定的宾格(关系宾格)τὸ ἦθος 连用,意为“在品性上具有某种品质”。
- 3.2ἀλλὰ μετὰ τὸ δοξάσαι ἂν καὶ ἕληται καὶ ἀποκλίνῃ πρὸς αὐτὴν καὶ ἔτι ὀρεχθῇ, τότε δίκαιός ἐστιν
条件连词 ἄν(即 ἐάν)引导三个并列的虚拟式动词(ἕληται, ἀποκλίνῃ, ὀρεχθῇ),前置介词短语 μετὰ τὸ δοξάσαι 表明发生的时间先后顺序,主句则为 τότε δίκαιός ἐστιν。
- 3.2τῷ εἶναι οὗ δεῖ
与格中性冠词加上不定式(τῷ εἶναι)表示手段或原因,接属格短语 οὗ δεῖ 作为表语属格,意为“因其属于应当所属之物”。
