← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§6.1-7.24

作为主导科学的政治学与伦理探究的方法

阿斯帕西乌斯阐明,以最高善为对象的政治学是统领诸学的主导性科学,伦理学虽以个人为探讨对象,但在本质上构成政治学的一部分;他进而指出,处理人类行动的伦理与政治探讨不应强求数学式的严密性,而应依其质料接受“大致如此”的确定性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#3

Δόξειε δ’ ἄν, φησί, τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς·1 τοιαύτη δὲ ἡ πολιτική· ἔχει γὰρ τὰ ὑπάρχοντα τῇ ἀρχιτεκτονικῇ· καὶ γὰρ προστάττει πάσαις ταῖς λοιπαῖς ἐπιστήμαις· ποίας γὰρ δεῖ μανθάνειν ἐν τῇ πόλει καὶ ἐπιτηδεύειν καὶ μέχρι τίνος ἀρχιτεκτονεῖ, καὶ τὰ τέλη τῶν λοιπῶν ἕνεκεν τοῦ τέλους αὐτῆς. εἰσὶ γοῦν ὑπ’ αὐτὴν ἅπασαι καὶ αἱ ἐντιμόταται δυνάμεις, οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική. στρατηγικὴν δὲ καὶ οἰκονομικὴν νῦν λέγει οὐ τὰς ἀρετάς, δυνάμεις γὰρ αὐτὰς λέγει. αἱ δὲ δυνάμεις εἰσὶν αἷς οἷόν τε εὖ καὶ μὴ εὖ χρῆσθαι· τοιαύτη δὲ ἡ ῥητορικὴ καὶ τῆς οἰκονομικῆς ἡ χρηματιστική, ἧς νῦν μέμνηται, καὶ ἡ στρατηγικὴ δέ τίς ἐστι δύναμις τοῦ ἡγεῖσθαι στρατεύματος καὶ κρατεῖν δύνασθαι τῶν πολεμικῶν. ὑπάρχει δὲ τῇ πολιτικῇ καὶ τὸ χρῆσθαι ταῖς πρακτικαῖς τῶν ἐπιστημῶν καὶ τὸ νομοθετεῖν 〈ἢ〉 προστάττειν τίνα δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι· καὶ τοῦτο τεκμήριόν ἐστι τοῦ προστακτικὴν αὐτὴν εἶναι ταῖς ἄλλαις καὶ ἀρχιτεκτονικήν, ὥστε τὸ ταύτης τέλος περιέχει καὶ τὰ τῶν ἄλλων. εἰ δὲ οὕτως ἔχει τοῦτ’ ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθὸν καὶ τέλος. Ἐπεὶ δὲ πολιτικῆς τέλος εἶπε τὴν εὐδαιμονίαν, δοκεῖ δὲ τέλος τῆς πολιτικῆς εὐδαιμονία πόλεως εἶναι, ἡ δὲ ἠθικὴ πραγματεύεται περὶ τὸ ἴδιον ἑκάστου τέλος καὶ ἑκάστου εὐδαιμονίαν, πρὸς τοῦτο ἐπιφέρει, ὅτι ἓν καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει εὐδαιμονία· τῷ γὰρ εἴδει ἡ αὐτή ἐστιν· ἐνεργεῖ γὰρ κατ’ ἀρετὴν τελείαν καὶ πόλεως εὐδαιμονία καὶ ἑνὸς ἑκάστου, ἀλλὰ μείζων γε καὶ τελειοτέρα ἡ τῆς πόλεως διὰ τὸ περὶ μείζω εἶναι τὴν ἐνέργειαν. οὕτω γὰρ λέγεται μείζων, ἐπεὶ τῷ γε εἴδει οὐδὲν διαφέρει· ἀπὸ τοῦ μείζονος οὖν κλητέον αὐτὴν2 καὶ θετέον τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς. ἡ μὲν οὖν μέθοδος, ἣν νῦν παραδίδωσιν, ἐφίεται ἐρεῖν καὶ τὸ τέλος εἰπεῖν τί ἐστι τὸ ἀγαθὸν τὸ ἀνθρώπινον καὶ ἡ εὐδαιμονία, ἐπειδὴ ἡ μέθοδος πολιτική τις. εἰδῶν γὰρ τῆς πολιτικῆς τὸ μὲν τῷ κοινῷ ὀνόματι καλεῖται πολιτική, ὅ ἐστι πόλεως ἐπιμέλεια, τὸ δὲ οἰκονομικὴ περὶ οἴκου ἐπιμέλειαν οὖσα. ὥσπερ δὲ οἶκος μόριον πόλεως, οὕτως καὶ ἡ οἰκονομικὴ μόριον τῆς πολιτικῆς. τρίτον δέ ἐστιν εἶδος καὶ μόριον πολιτικῆς ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπιμέλεια, καλεῖται δὲ ἠθική· μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς. Μετὰ ταῦτα λέγει, πῶς ἱκανῶς ἂν λέγοιτο ἠθικὰ κατὰ τὴν ἠθικὴν μέθοδον. εἰ γάρ, φησί, κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη, λέγοιτ’ ἂν ἱκανῶς. τῶν γὰρ ὑποκειμένων ὑλῶν ταῖς μεθόδοις καὶ ταῖς ἐπιστήμαις αἱ μὲν δέχονται τὸ ἀκριβές, λέγει δὲ τὸ ἐξ ἀναγκαίων ἀναγκαῖον συμπεραίνεσθαι, οἷον γεωμετρία καὶ ἀριθμητικὴ καὶ γυμναστική. διόπερ καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀναγκαῖον οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον. οὐ γὰρ ἐν τοῖς δημιουργουμένοις πᾶσιν ἡ αὐτὴ ἀκρίβεια γενέσθαι δύναται. ἐν γοῦν τῇ μολίβδῳ οὐχ οὕτω δημιουργήσει ὁ ἀκριβέστατος τεχνίτης ὡς ἢ χαλκῷ μὲν ἢ ἐλέφαντι διὰ τὸ μὴ δέχεσθαι τὴν μόλιβδον τὴν τῆς τέχνης ἀκρίβειαν. ταῦτα δὲ λέγει, ἐπεὶ ἡ πολιτικὴ καὶ ὅλως ἡ φρόνησις περὶ ὕλην ἐστὶ τὴν ἀνθρωπίνην καὶ πράξεις τὰς ἀνθρωπίνας καὶ αἷς τὸ μὲν ὡς ἐπὶ πολὺ πάσαις συνῳκείωται,3 τὸ δ’ ἀναγκαῖον ἢ οὐκ ἔστιν ἢ μικρότατον· ἔτι δὲ αἱ αὐταὶ πράξεις παρὰ τοὺς καιροὺς καὶ τὰ πρόσωπα τά τε δρῶντα καὶ τὰ πάσχοντα καὶ παρὰ ἄλλας τοιαύτας αἰτίας ὁτὲ μὲν καλαὶ ὁτὲ δὲ αἰσχραὶ γίνονται, οἷον παρακαταθήκης ἀπόδοσις οὐκ ἀεὶ καλή. καὶ μὴν ὃ λέγει ἀληθές, ὅτι τὰ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, πολλὴν ἔχει πλάνην διὰ τὸ ἄλλως ἄλλοις περὶ τοῦ δικαίου φέρεσθαι, ὅθεν καὶ δοκεῖ νόμῳ μόνον, φύσει δὲ μή. ἔστι δὲ καὶ περὶ τὰ ἄλλα ἀγαθὰ ἃ καλὰ μὲν οὔ, καλεῖται ἀγαθὰ δὲ μόνον, οἷον πλοῦτον ὑγίειαν· προστίθησι δὲ καὶ ἀνδρείαν, ἥτις ἤδη καλόν. ἡ δὲ πλάνη γίνεται, διότι πολλαὶ συμβαίνουσιν ἀπ’ αὐτῶν βλάβαι. χρὴ δὲ οὐχ οὕτω κρίνειν αὐτά, ἀλλὰ τὰ μὲν ὄργανα καλούμενα τῆς ἀρετῆς ἀγαθὰ δεῖ νομίζειν, διότι ὑπουργεῖ τῶν ἀγαθῶν πρὸς τὰς ἐνεργείας, τὴν δὲ ἀνδρείαν διότι καλόν. ἀγαπητὸν οὖν περὶ τούτων κἂν τύπῳ εἰπεῖν καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολύ τὸ ὡς ἐπὶ τὸ πολὺ συμπεράνασθαι. εἴρηται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς, ὅτι ἐκ μὲν ἀναγκαίων ἀναγκαῖον συμπεραίνεται, ἐκ δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ τὸ ὡς ἐπὶ τὸ πολύ. λέγει δὲ ὅτι οὐ μόνον χρὴ τὸν λέγοντα κατὰ τὴν ὑποκειμένην ὕλην λέγειν ἀλλὰ καὶ τὸν ἀκούοντα οὕτως ἀποδέχεσθαι.

他说:“它似乎[属于]最高位且最具主导性的科学。”政治学恰恰就是如此;因为它具备属于主导性科学的特征。事实上,它给所有其余科学下达指令;因为它统率指挥在城邦中应当学习什么科学、实践什么科学以及到何种程度,并且其余各门科学的目的都是为了它自身的目的。无论如何,一切能力——即便是最受尊重的能力,如将略、修辞学和家政术——都从属于它。但他在此所说的将略和家政术并非指德性,因为他称它们为诸能力;而能力则是那些既可以好好使用也可以不好好使用的东西。修辞学就是如此,而他在家政术中此时提及的获利术亦是如此;将略也是统率军队并能够支配战事的某种能力。政治学还具有使用实践科学、立法[或]指令应当做什么以及应当禁绝什么的职能。这是它对其他科学具有指令性并居于主导地位的证据,因而它的目的也包揽了其他科学的目的。如果事情确实如此,这应当就是属人的善和目的。 既然他曾说幸福是政治学的目的,而政治学的目的似乎是城邦的幸福,伦理学则探讨每个人特有的目的与每个人的幸福,于是针对这一点他补充道:对于个人与对于城邦而言,幸福是同一且唯一的。因为在形式上它是相同的;城邦的幸福与每个个人的幸福都依照完全的德性进行活动,但城邦的幸福由于其活动涉及更重大的事物,因而更加重大且更加完全。正是在这个意义上它被称为“更重大”,因为在形式上毫无差异;因此应当依据更重大者来命名它[这一探究],并将幸福确立为政治学的目的。因此,他现在所传授的探究方法旨在探讨并说明这一目的——即属人的善与幸福——究竟是什么,因为这一探究方法是某种政治学。在政治学的诸形态中,一种以共同的名称被称为政治学,即对城邦的关照;另一种是家政术,涉及对家庭的关照。正如家庭是城邦的一部分,家政术也是政治学的一部分。而政治学的第三种形态和部分则是对每一个公民的关照,被称为伦理学;正如每一位公民是城邦的一部分,伦理学也是政治学的一部分。 在此之后,他指明依循伦理的探究方法,伦理事务如何能够得到充分的论述。他说,如果依照基础质料予以阐明,就能得到充分的论述。因为在从属于各探究方法与各科学的基础质料中,有些容许严密性——他指的是从必然的前提推导出必然的结论——例如几何学、算术与体操术。因此,不应在所有言论中同样地寻求严密性与必然性。因为在一切被制造的事物中不可能产生相同的严密性。无论如何,哪怕是最精湛的工匠,在铅上的制作也不会如同在青铜或象牙上那样,因为铅不接纳技艺的严密性。他之所以说这些,是因为政治学以及总体的明智所涉及的是人类的质料与人类的行动,而在人类行动中,“大致如此”与所有行动紧密相联,必然性则要么不存在,要么微乎其微。此外,同一行动因时机、施动与受动的当事人以及其他此类原因,时而变得高尚,时而变得丑陋;例如归还寄托物并不总是高尚的。事实上他所言极真:政治学所考察的高尚之事与正义之事包含诸多摇摆不定,这是因为关于正义人们各执己见,由此它们也被认为仅依凭法则而存在,并非依据本性。至于那些本身并非高尚、仅被称为善的其他善事物,例如财富与健康,情况亦是如此;他还补充了勇敢,而勇敢本已属于高尚之事。之所以出现摇摆不定,是因为由它们会产生诸多损害。但人们不应如此评判它们;相反,被称为德性工具的事物,应当因其协助善人的活动而被视为善事物,而勇敢则因其本身高尚[而被视为善]。因此,关于这些事情只要能给出轮廓性的论述,并从大致如此的前提推导出大致如此的结论,就应当感到满意了。因为在《分析篇》中已经说明,从必然的前提推导出必然的结论,而从大致如此的前提则推导出大致如此的结论。而且他说,不仅论述者应当依照基础质料来论述,听者也应当如此来接受。

语法注3 条
  1. 1.1Δόξειε δ’ ἄν, φησί, τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς

    属格短语 τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς 承接上一节末尾的疑问 τίνος ἐπιστήμης ἐστὶ τέλος,省略了表语不定词 τέλος εἶναι(或带有属格表语的系动词 εἶναι)。省略的主语即是最高善或最终目的。

  2. 1.1ἀπὸ τοῦ μείζονος οὖν κλητέον αὐτὴν

    动形容词 κλητέον 所支配的直接宾语 αὐτήν,最自然的是理解为先预指紧接着后文中详述的“探究”(ἡ μέθοδος)或“学问”(ἡ πραγματεία)(参见后文 ἡ μέθοδος... ἐπειδὴ ἡ μέθοδος πολιτική τις),而非回指紧邻的 εὐδαιμονία,因为从更重大者中获得名称的是包含个体伦理在内的整门学科。

  3. 1.1αἷς τὸ μὲν ὡς ἐπὶ πολὺ πάσαις συνῳκείωται

    关系代词 αἷς 的先行词是紧邻其前的 πράξεις τὰς ἀνθρωπίνας。完成时被动态动词 συνῳκείωται(紧密联系)支配与格,与同格的 πάσαις 呼应。主语是名词化短语 τὸ μὲν ὡς ἐπὶ πολύ(大致如此)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:6.1-7.24