- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:68.5-69.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯通过将对立界定为恒常对立来解答关于“欲望不同欲望相对立”的疑难,并补充说明了选择何以既非欲望亦非激情。接着,他通过与关涉不可能之事和目的的意愿,以及关涉永恒之物的意见相对比,论述了选择的独特性。
ἔστι δὲ τοῦτο ἀμφισβητήσιμον· φαίνεται γὰρ πολλάκις καὶ ἐπιθυμία ἐπιθυμίᾳ μάχεσθαι, οἷον ἐπειδάν τις χρήματα ἐπιθυμῇ λαβεῖν παρά τινος, πάλιν δὲ αἰσχύνης οὔσης ἐν τῷ λαμβάνειν, δόξης ἐπιθυμῇ· μάχη γὰρ ἐνταῦθα τῶν ἐπιθυμιῶν φανερά ἐστι καὶ ἀντισπᾶται ὁτὲ μὲν ὑπὸ ταύτης, ὁτὲ δὲ ὑπὸ τῆς ἑτέρας. ἢ μήποτε ἐναντία ἐστὶν οὐ τὰ ποτὲ ἀλλὰ τὰ ἀεὶ οὕτως ἔχοντα πρὸς ἄλληλα,1 ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν; ταῦτα γὰρ οὐ ποτὲ μὲν ἐναντία, ποτὲ δὲ οὔ, ἀλλ’ ἀεί. οὕτως δὴ ἡ μὲν ἀγαθὴ προαίρεσις πρὸς τὴν μοχθηρὰν ἐπιθυμίαν ἀεί ἐστιν ἐναντία· ἡ δ’ ἐπιθυμία τῆς δόξης καὶ 〈ἡ〉 τῶν χρημάτων οὐκ ἀεί εἰσιν ἐναντίαι. ὁ γοῦν σοφιστὴς ἀμφοτέρας ἔχει οὕτως ἐναντίας. ταὐτὸν δὲ εὑρεθήσεται καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν. εὐλόγως οὖν λέγεται, τὸ μὴ εἶναι ἐπιθυμίαν ἀεὶ ἐναντίον ἐπιθυμίᾳ.2 ἐπεὶ οὖν ἡ μὲν ἐπιθυμία ἐπιθυμίᾳ οὐκ ἐναντιοῦται, ἡ δὲ προαίρεσις τῇ ἐπιθυμίᾳ, οὐκ ἔστι ταὐτὸν προαίρεσις καὶ ἐπιθυμία. Ἔτι ἡ μὲν ἐπιθυμία ἡδέος ἐστὶν ἐπιθυμία καὶ ἐπιλύπου. πᾶν δὲ τὸ ἐνδεές, καθὸ ἐνδεές, ἐπίλυπον· ἡ δὲ ἐπιθυμία ἐνδεές· ἡ δὲ προαίρεσις οὔτε τοῦ ἡδέος ἐστὶ προαίρεσις ἀλλὰ τοῦ ἀγαθοῦ, οὔτε ἐπιλύπου. ἔτι δὲ ἧττον τὸν θυμὸν εἴποι ἄν τις προαίρεσιν εἶναι· ἥκιστα γὰρ δοκεῖ τὰ κατὰ τὸν θυμὸν πράττεσθαι κατὰ προαίρεσιν. οἱ γοῦν κατὰ θυμὸν πράξαντες τοῦτο μάλιστα ἀπολογοῦνται ὅτι οὐ κατὰ προαίρεσιν· τὰ γὰρ κατὰ προαίρεσιν μετὰ βουλεύσεως πράττεται, τὰ δὲ μετὰ θυμοῦ οὐ μετὰ βουλεύσεως. Ὅτι μὲν οὖν οὔτε ἐπιθυμία οὔτε θυμός ἐστιν ἡ προαίρεσις δῆλον· ὅτι δὲ οὐδὲ βούλησις ἑξῆς δείκνυσι· σύνεγγυς μὲν γάρ τι φαίνεται ἡ βούλησις τῇ προαιρέσει, οὐκ ἔστι δὲ προαίρεσις. σύνεγγυς δὲ φαίνεται, ἐπειδὴ πρῶτον μὲν ἐν τῷ λογικῷ ἐστι μορίῳ τῆς ψυχῆς, ὅπου τὸ κυριώτατον τῆς προαιρέσεως, ἔπειθ’ ὅτι μέρος ἐστὶ τῆς προαιρέσεως. ὅταν γὰρ ὁ νοῦς βουλευσάμενος συναινέσῃ καὶ ἕληται, ἡ βούλησις, ὄρεξις οὖσα, συνεξορμᾷ αὐτῷ. καὶ μὴν συνήθως εἰώθαμεν χρῆσθαι τῷ βούλεσθαι καὶ τῷ προαιρεῖσθαι ὡς ταὐτὸν σημαίνοντι. ἀντὶ γὰρ τοῦ προαιροῦμαι γεωργεῖν 〈* * *〉 καὶ βούλησιν ἔχει ἀγαθήν·3 ἐλελήθει δὲ ὡς ἔοικε καὶ ἡ χρῆσις τῶν ὀνομάτων διὰ τὸ σύνεγγυς ἀλλήλοις εἶναι τὴν βούλησιν καὶ τὴν προαίρεσιν. ὅτι δὲ οὐκ ἔστι ταὐτόν· προαίρεσις μὲν γὰρ οὐδεμία τῶν ἀδυνάτων ἐστίν. οὐδεὶς γὰρ λέγεται προαιρεῖσθαι θνητῶν θεὸς εἶναι, εἰ μὴ παντελῶς ἠλίθιος εἴη. ἡ γὰρ προαίρεσις τῶν δυνατῶν βούλησις, βούλησις δέ ἐστι καὶ τῶν ἀδυνάτων· λέγομεν γὰρ πολλάκις ὅτι βουλοίμην ἂν βασιλεύειν, καὶ ἐβουλόμην ἀθάνατος εἶναι· προαιρεῖσθαι δ’ οὐδεὶς ἂν φαίη. διὸ προαίρεσις μὲν οὐδεμία τῶν οὐκ ἐφ’ ἡμῖν, προαιρούμεθα γὰρ τὰ ἐφ’ ἡμῖν ὄντα· βούλησις δὲ καὶ περὶ τὰ μηδαμῶς ἂν πραχθέντα. Ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστίν· βουλόμεθα γὰρ ὑγιαίνειν· ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος. ἵνα γὰρ ὑγιαίνωμεν, προαιρούμεθα τόδε πράττειν. Μετὰ ταῦτα δείκνυται ὅτι οὐδὲ δόξῃ ταὐτόν ἐστι προαίρεσις. ἡ μὲν γὰρ δόξα περὶ πάντα ἐστὶ καὶ τὰ ἀΐδια καὶ τὰ ἀδύνατα, οὐ μόνον περὶ τὰ ἐφ’ ἡμῖν, οἷον δόξαν ἔχομεν περὶ τῆς διαμέτρου, ὅτι ἀσύμμετρος τῇ πλευρᾷ· αὕτη μὲν ἀϊδίου δόξα, ἀδυνάτου δέ, ἐπειδάν τις ἔχῃ δόξαν, ὅτι ἄπειρός ἐστιν ὁ κόσμος· ἔχομεν δὲ καὶ περὶ τῶν ἐφ’ ἡμῖν, οἷον ὅτι ἀγαθόν ἐστι τὸ γεωργεῖν, ἢ καὶ ὅτι ἴσως γεωργήσει.
但这存在争议;因为欲望与欲望相抗争的情况似乎也屡见不鲜,例如当有人渴望从某人那里得到钱财,但由于接受钱财伴随着羞耻,他又渴望名誉;因为在这里,欲望之间的争斗是显而易见的,他时而被这一欲望拉扯,时而又被另一欲望拉扯。或者说,对立者并非那些有时如此的事物,而是始终彼此处于这种关系之中的事物,如白与黑,善与恶?因为这些事物并非有时对立而有时不对立,而是始终对立。正是这样,良好的选择始终同不良的欲望相对立;但对名誉的欲望和对钱财的[欲望]却并非始终对立。至少智者就同时兼有这两种这样对立的欲望。在其他欲望的情形中也将发现同样的情况。因此,说欲望并不始终同欲望相对立是合情合理的。既然欲望并不反抗欲望,而选择却反抗欲望,那么选择与欲望便不是同一回事。 此外,欲望是针对快乐之物和痛苦之物的欲望。凡有所匮乏者,就其匮乏而言,都是痛苦的;而欲望就是一种匮乏;但选择既非针对快乐之物的选择,也非针对痛苦之物的选择,而是针对善之物的选择。 人们更不可能说激情是选择;因为依激情而行之事似乎最不可能是依选择而行的。至少那些依激情行事的人,最以此作为抗辩:他们并非依选择而行;因为依选择而行之事是伴随着审虑而行的,而带着激情而行之事却非伴随着审虑。 因此,选择既非欲望亦非激情,这是显而易见的;接着他表明它也不是意愿。因为意愿似乎与选择颇为相近,但它并不是选择。它之所以看似相近,首先是因为它处于灵魂的理性部分,即选择的最核心部分所在之处;其次是因为它是选择的一个部分。因为每当理智经过审虑而表示赞同并做出抉择时,意愿作为一种欲求,便与它一同发起冲动。并且事实上,我们通常习惯于将“意愿”和“选择”当作具有相同含义来使用。因为我们不说“我选择务农”[* * *]而且具有良好的意愿;正如看起来的那样,由于意愿和选择彼此相近,名称的使用也未被察觉。但它们不是同一回事:因为对于不可能的事物根本不存在选择。因为凡人之中没有人会被说成选择成为神,除非他全然愚蠢。因为选择是针对可能之事物的[意愿],但意愿也是针对不可能之事物的;因为我们常常说“我愿为王”,“我曾愿长生不死”;但没有人会说自己选择如此。因此,对于不在我们掌控之中的事物绝无选择(因为我们选择的是在我们掌控之中的事物);但意愿甚至关涉那些绝不可能做成的事物。 此外,意愿是针对目的的(因为我们意愿健康);而选择则是针对通向目的之手段的。因为为了健康,我们选择做这件事。 在此之后,表明了选择与意见也不是同一回事。因为意见是关涉一切事物的,既包括永恒的事物也包括不可能的事物,而不仅仅关涉在我们掌控之中的事物。例如,我们对于对角线持有它同边不可通约的意见——这是关于永恒之物的意见;而关于不可能之物的意见,则是某人持有宇宙是无限的意见;但我们对于在我们掌控之中的事物也持有意见,例如务农是善的,或者他或许将去务农。
- 3.2ἢ μήποτε ἐναντία ἐστὶν οὐ τὰ ποτὲ ἀλλὰ τὰ ἀεὶ οὕτως ἔχοντα πρὸς ἄλληλα
短语 ἢ μήποτε 引出注疏者自身对前面关于欲望相互冲突的疑难所作的审慎解答(“抑或莫非……?”)。否定词 οὐ 直接否定 τὰ ποτέ,与 ἀλλά 相呼应,构成“不是有时如此的事物,而是始终如此的事物”的对照。
- 3.2εὐλόγως οὖν λέγεται, τὸ μὴ εἶναι ἐπιθυμίαν ἀεὶ ἐναντίον ἐπιθυμίᾳ
冠词不定式从句 τὸ μὴ εἶναι... 作为 εὐλόγως λέγεται 的主语,其中 ἐναντίον 用作中性单数(或副词性)谓语补足语,支配不定式的宾格主语 ἐπιθυμίαν。整个句式总结了上文的推论,即“欲望并不始终同欲望相对立”。
- 3.2ἀντὶ γὰρ τοῦ προαιροῦμαι γεωργεῖν 〈* * *〉 καὶ βούλησιν ἔχει ἀγαθήν
在 ἀντὶ τοῦ προαιροῦμαι γεωργεῖν 之后假定存在文意脱落(lacuna)。此处理应包含相对应的日常表达(如“我意愿务农”),而后文的 καὶ βούλησιν ἔχει ἀγαθήν 则作为另一个并列的惯用语示例(“具有良好的意愿”)。
