- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:66.33-68.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯注疏了亚里士多德《尼各马可伦理学》卷三第二章开头关于选择的论述,厘清了自愿与选择作为属与种的外延关系,论证了选择不同于欲望或激情等欲求种类,并剖析了在自制与不能自制者身上选择的运作机制。
" Διωρισμένου δὲ τοῦ ἑκουσίου ἕως ἀλλ’ εἰ ταὐτόν ἐστι καὶ δόξῃ τινί." Τῷ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγῳ ἕπεται ὁ περὶ προαιρέσεως· εἶδος γάρ τι ἑκουσίου ἡ προαίρεσις. αἵρεσις γάρ τις ἡ ἀρετὴ καὶ ἡ κακία. ἔτι δὲ τὰ ἤθη μᾶλλον κρίνεται ἐκ τῆς προαιρέσεως ἢ τῆς πράξεως. πράξειε μὲν γὰρ ἄν τις τὰ καλὰ καὶ διὰ τύχην καὶ δι’ ἄλλο τι οἰκονομούμενος, οἷον ὁ τὴν παρακαταθήκην ἀποδούς, ἵνα ἄλλη αὖθις πιστευθῇ ἢ διὰ δέος, ἵνα μὴ ἐλεγχθεὶς δῷ δίκην. ὁ δὲ κατὰ προαίρεσιν πράξας μεγίστην βάσανον δέδωκε τοῦ ἤθους· ἔστι δὲ ἡ προαίρεσις ἑκούσιον μέν, οὐ ταὐτὸν δὲ τῷ ἑκουσίῳ, ἀλλ’ ἐπὶ πλέον καὶ γενικώτερον τὸ ἑκούσιον· τοῦ μὲν γὰρ ἑκουσίου καὶ οἱ παῖδες καὶ τἆλλα ζῷα κοινωνεῖ, προαιρέσεως δ’ οὔ· λογικὸν γάρ τι ἡ προαίρεσις καὶ μετὰ λόγου. ἔτι τὰ ἐξαίφνης ἑκούσια, κατὰ προαίρεσιν δ’ οὔ, οἷον τὰ διὰ θυμὸν ἄφνω πραχθέντα. τῶν γὰρ μὴ κατὰ προαίρεσιν ποιούντων ἀλλ’ ἑκουσίως μόνον τὰ μὲν τῷ μὴ πεφυκέναι οὐ ποιεῖ κατὰ προαίρεσιν,1 ὥσπερ τὰ ἄλογα ζῷα, τὰ δὲ τῷ πεφυκέναι μέν, μήπω δὲ εἶναι καιρὸν αὐτοῖς τοῦ προαίρεσιν ἔχειν, ὥσπερ τὰ παιδία, τὰ δὲ πέφυκε μὲν καὶ ἔχει καιρὸν προαιρέσει χρῆσθαι, ἀλλὰ τῷ ἄφνω πεποιηκέναι οὐ πράττοι ἂν κατὰ προαίρεσιν, ὡς οἱ διὰ θυμὸν πράττοντες ἄφνω πρὶν βουλεύσασθαι καὶ προελέσθαι· λέγουσι γὰρ ὅτι οὐ κατὰ προαίρεσιν ἔπραξαν, ἀλλὰ κατὰ θυμὸν ἢ κατὰ ἄλλην τινὰ αἰτίαν. ὅτι μὲν δὴ γένος τὸ ἑκούσιον τῆς προαιρέσεως δῆλον· εἰ μὲν γάρ τι προαίρεσις, καὶ ἑκούσιον, εἰ δὲ ἑκούσιον, οὐ πάντως προαίρεσις. μετὰ ταῦτα ζητεῖ τί ἐστι προαίρεσις· ἐπεὶ δὲ οἱ μὲν αὐτὴν λέγουσιν ὄρεξιν, οἱ δὲ δόξαν, δείκνυσιν ὅτι οὐδέτερον τούτων, διελόμενος τὴν ὄρεξιν εἰς τὰ εἴδη αὐτῆς ἐπιθυμίαν θυμὸν βούλησιν. καὶ πρῶτον ὅτι οὔτε ἐπιθυμία οὔτε θυμός· θυμὸς μὲν γὰρ καὶ ἐπιθυμία κοινὸν καὶ τοῖς ἀλόγοις ζῴοις καὶ τοῖς παισί, προαίρεσις δ’ οὐ κοινόν. Ἔτι ἐκ τοῦ ἀκρατοῦς καὶ ἐγκρατοῦς δείκνυσιν· ὁ μὲν γὰρ ἀκρατὴς ἐπιθυμῶν πράττει, προαιρούμενος δ’ οὔ· οὐκ ἄρα ταὐτὸν ἐπιθυμία καὶ προαίρεσις. ἄξιον δὲ ζητῆσαι πῶς λαμβάνει τὴν προαίρεσιν ἔν τε τῷ ἀκρατεῖ καὶ τῷ ἐγκρατεῖ. δόξει γὰρ προαίρεσιν λέγειν τὸν ἄνευ ὀρέξεως λογισμόν, ἐπειδὴ ὁ ἐγκρατὴς κατὰ λογισμὸν μὲν ποιεῖ, κατ’ ἐπιθυμίαν δ’ οὔ· καίτοι λέγεται ἡ προαίρεσις ὄρεξις εἶναι βουλευτική, ὡς ὕστερον διασαφηνισθήσεται. οὐκ ἀγνοητέον οὖν, ὅτι ὁ ἐγκρατὴς κατὰ προαίρεσιν ποιεῖ· καὶ γὰρ λογισάμενος τὸ συμφέρον καὶ τῆς βουλήσεως, ἥτις καὶ αὐτὴ ὄρεξίς ἐστιν, ἀκολουθούσης τῷ λογισμῷ·2 ὁ δὲ ἀκρατὴς παρὰ ταύτην ποιεῖ, ἀκολουθῶν τῇ ἐπιθυμίᾳ. ἔστι δὲ καὶ ἐπιθυμίας ἐγκρατῆ τινα εὑρεῖν καὶ ἀκρατῆ, τὸν μὲν κατὰ τὴν εἰρημένην προαίρεσιν πράττοντα, τὸν δὲ παρὰ τὴν εἰρημένην· ὥστ’ εἶναι κατὰ τὸν αὐτὸν λόγον τὴν προαίρεσιν ἕτερον οὐ μόνον ἐπιθυμίας ἀλλὰ καὶ θυμοῦ· ὁ δὲ Ἀριστοτέλης ἠρκέσθη δεῖξαι ἐπὶ τοῦ κατὰ τὴν ἐπιθυμίαν ἐγκρατοῦς καὶ ἀκρατοῦς ὅτι ἕτερον ἡ ἐπιθυμία καὶ ἡ προαίρεσις. Ἔτι φησὶ προαιρέσει μὲν ἡ ἐπιθυμία ἐναντιοῦται, οἷον ἐν τῷ ἐγκρατεῖ, ἐπιθυμία δὲ ἐπιθυμίᾳ οὔ.
“在规定了自愿之后”至“而〔应考察〕它是否也同于某种意见”。 论选择的讨论紧随关于自愿与不自愿的言论之后;因为选择是自愿的某种形式。因为德性与恶劣都是某种选取。此外,品格与其说由行为不如说由选择来判定。因为一个人行高尚之事,可能出于偶然,也可能出于另有图谋,比如有人归还寄存物是为了再次被信任寄托他物,或者出于畏惧,以免被揭发而受罚。然而依选择而行的人则提供了对品格的最重大的检验。选择是自愿的,但并不等同于自愿,相反,自愿外延更广且更属通用。因为自愿不仅孩子分有,其他动物也分有,而选择则不然;因为选择是某种理性的且伴随理性的东西。此外,突发的举动是自愿的,但并非依选择,例如因愤怒而仓促做出的事。因为在那些不依选择而仅仅自愿行事的人中,有些是由于不具备天赋本性而不依选择行事,如无理性的动物;有些则由于具有天赋本性,但对它们而言拥有选择的时机尚未到来,如幼儿;还有些则兼具天赋且具备使用选择的时机,但由于仓促行事因而并非依选择而行,如同那些在深思和抉择之前因愤怒而仓促行事的人;因为他们说,自己并非依选择行事,而是依愤怒或依据某种其他原因。因此,自愿是选择的属,这是显而易见的;因为若某物是选择,它也是自愿的,但若是自愿的,却绝非必然是选择。 在此之后,他探究选择是什么;既然有人称它为欲求,有人称它为意见,他在将欲求划分为其诸形态——欲望、激情、意愿之后,表明它不是这两者中的任何一个。首先,它既不是欲望也不是激情;因为激情和欲望对无理性的动物和儿童都是共通的,但选择却并非共通。此外,他从不能自制者和能自制者来说明这一点:因为不能自制者是带着欲望行事,却并非出于选择;所以欲望与选择不是同一回事。然而值得探究的是,他在不能自制者和能自制者身上究竟是如何理解选择的。因为他似乎会把选择说成是不带欲求的推论,既然能自制者是依推论行事,而非依欲望行事;然而选择却被称为是出于审虑的欲求,这一点稍后将阐明。因此不应忽视的是,能自制者依选择行事;因为他既推论出了有益之事,并且他的意愿——其本身也是一种欲求——也顺从于推论;而不能自制者则违反这一选择而行,顺从于欲望。而且也可以发现某人在欲望方面是能自制或不能自制的,前者依照所述的选择行事,后者违反所述的选择行事;因而在同样的道理下,选择不仅不同于欲望,而且也不同于激情;但亚里士多德满足于在就欲望而言的能自制者与不能自制者身上,表明欲望与选择是互异的。此外他说,欲望同选择相对抗(如在能自制者身上),但欲望却不同欲望相对抗。
- 3.2τῶν γὰρ μὴ κατὰ προαίρεσιν ποιούντων ἀλλ’ ἑκουσίως μόνον τὰ μὲν τῷ μὴ πεφυκέναι οὐ ποιεῖ κατὰ προαίρεσιν
整句骨架是由部分属格 τῶν ... ποιούντων 引出三个并列的分配主语 τὰ μέν ... τὰ δέ ... τὰ δέ。每一项均用带冠词的不定式与格(τῷ μὴ πεφυκέναι、τῷ πεφυκέναι μέν 以及 τῷ ἄφνω πεποιηκέναι)充当原因状语,陈述非依选择行事的缘由。
- 3.2καὶ γὰρ λογισάμενος τὸ συμφέρον καὶ τῆς βουλήσεως, ἥτις καὶ αὐτὴ ὄρεξίς ἐστιν, ἀκολουθούσης τῷ λογισμῷ
在 καὶ γὰρ 之后,由与主语一致的主格分词短语(λογισάμενος τὸ συμφέρον)和属格绝对构式(τῆς βουλήσεως ... ἀκολουθούσης)通过 καί 联合在一起,共同作为自制者何以依选择而行的因果解释。
