← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§65.16-66.32

自愿行为的定义与出于激情的行为

阿斯帕西奥斯阐明了在导致非自愿的无知中「目的」与「行为对象」最为关键的理由,继而考察自愿行为的定义,并详述亚里士多德关于出于气愤与欲望的行为亦属自愿的诸项论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#6

κυριώτατον γὰρ ἐν τῷ ἀγνοεῖν ὃ μάλιστα φαίη τις εἶναι δι’ ἄγνοιαν·1 τοῦτο δὲ τὸ οὗ ἕνεκα. ὅταν γὰρ φαίνηταί τις ἄλλου μὲν ἕνεκεν πράξας, οἷον ἀγαθοῦ καὶ ὠφελίμου, τοῖς τοιούτοις 〈* * *〉 διὸ καὶ οἱ ἀπολογούμενοι ἐπὶ τοῦτο μάλιστα εἰώθασι καταφεύγειν τὴν προαίρεσιν αὐτῶν ἀξιοῦντες ἐξετάζειν καὶ τίνος ἕνεκα ἔπραξαν, πότερα σῶσαι βουλόμενοι ἢ ἀποκτεῖναι. σχεδὸν γὰρ καὶ τἄλλα πάντα τὰ δι’ ἄγνοιαν εἰς τοῦτο ἀνάγεται. καὶ γὰρ ὁ τὸ τί ἔπραξεν ἀγνοήσας εἰς τοῦτο ἀνάγει, οἷον ὅτι ἐξέπεσεν αὐτὸν λέγοντα τίνος ἕνεκεν ἔλεγε· πότερον ἵν’ ἐξαγγείλῃ τὰ μυστικὰ ἢ οὔ, ἀλλ’ ἄλλο τι λέγων ἔλαθεν ἐξαγγείλας. καὶ ὁ τὸ ὄργανον ἀγνοήσας εἰς τοῦτο ἀνάγει τίνος ἕνεκεν ἔβαλεν, ὅτι ᾤετο ἐσφαιρῶσθαι τὸ δόρυ, ἦν δὲ λελογχωμένον· καὶ ὁ ἠρέμα μὲν οἰόμενος πλήττειν, σφόδρα δὲ πλήττων, τὸ τίνος ἕνεκα ἔπραξε προτεῖναι ἄν, οἷον ὅτι γυμνασίου καὶ ἀκροχειριζόμενος. κυριώτατον οὖν ἐν τοῖς δι’ ἄγνοιαν τὸ οὗ ἕνεκα· ἔτι δ’ ἐν οἷς ἡ πρᾶξις· τὸ δ’ ἐν οἷς ἡ πρᾶξις ταὐτὸν λαμβάνει τῷ περὶ ὃν ἡ πρᾶξις· καὶ διὰ τοῦτο ἔφαμεν τὸ περὶ τί ἢ ἐν τίνι ἐκ παραλλήλου εἰρῆσθαι. κύριον δὲ τοῦτο διὰ τὸ καὶ αὐτὸ μάλιστα ἐμφαίνειν τὴν ἄγνοιαν, οἷον ὅτι πολέμιον οἰηθεὶς εἶναι ἀλλ’ οὐ φίλον ἀπέκτεινεν. Εἰπὼν δὲ περὶ τοῦ ἀκουσίου ταῦτα, μέτεισιν ἐπὶ τὸ ἑκούσιον. οὐχ ὥσπερ δὲ δύο εἴδη εἰσὶ τοῦ ἀκουσίου τό τε βίᾳ καὶ τὸ δι’ ἄγνοιαν αὐτὸν πεποιηκέναι,2 ἀλλ’ ἵνα ἑκὼν ᾖ εἰργασμένος, τοῦτον καὶ μὴ βιασθέντα καὶ μὴ δι’ ἄγνοιαν πεποιηκέναι· δι’ ὅπερ εἷς λόγος ἐστὶ τοῦ ἑκουσίου, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ τῷ πράττοντι εἰδότι τὰ καθ’ ἕκαστα· ἐν γὰρ τούτῳ τῷ ὁρισμῷ περιείληπται καὶ τὸ μὴ βίᾳ πράττειν καὶ τὸ μὴ δι’ ἄγνοιαν τὸν ἑκουσίως πράξαντα. ἐπεὶ δὲ τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν πραχθέντα τὴν ἀρχὴν ἔχει ἐν αὐτῷ τῷ πράξαντι καὶ εἰδότι τὰ καθ’ ἕκαστα, δοκεῖ δὲ ἀκούσια εἶναι, οὐκ ὀρθῶς φησὶν ὑπολαμβάνειν τοὺς οἰομένους ἀκούσια τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν· οὐδὲν γὰρ τῶν ἄλλων ζῴων ἑκουσίως πράξει, οὐδ’ οἱ παῖδες· κατὰ γὰρ ἐπιθυμίαν πράττουσι καὶ διὰ θυμόν, οὐ κατὰ λογισμόν. ἀλλὰ μὴν ἑκουσίως πράττουσι καὶ τἆλλα ζῷα καὶ οἱ παῖδες· οὐκ ἄρα ἀκούσια τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν. ὅτι δὲ ἑκουσίως οἱ παῖδες καὶ τὰ ἄλλα ζῷα πράττουσι, δῆλον· ἀκουσίως γὰρ δοκεῖ ἔνια ποιεῖν καὶ πάσχειν, οἷον ἐπειδὰν ἄκοντα ἄγηται δεθέντα· εἰ δ’ ἀκουσίως τινὰ πάσχει ἢ ποιεῖ τὰ παρὰ τὴν ὁρμὴν αὐτῶν, ὅσα κατὰ τὴν ἐν αὐτοῖς ὁρμὴν καὶ ὄρεξιν ποιεῖ, ἑκουσίως ποιεῖ. ἔτι δὲ ἄτοπον ὅσα μὲν καλὰ πράττομεν δι’ ἐπιθυμίαν ἢ θυμὸν ἑκούσια λέγειν, οἷον εἴ τις θυμωθεὶς τύραννον ἀποκτείνειε καὶ ἐλευθερώσειε τὴν πατρίδα, ἢ εἴ τις ἐπιθυμήσειε καλοῦ τινος ἐπιτηδεύματος καὶ μαθήματος· τὰ δ’ αἰσχρὰ ὅσα ἄν πράττωμεν δι’ ἐπιθυμίαν ἢ θυμὸν ἀκούσια λέγειν, 〈ἄτοπον δὲ ἀκούσια λέγειν〉 ὧν δεῖ ὀρέγεσθαι.3 δεῖ δὲ καὶ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινων· ἔτι δέ φησι τὰ μὲν ἀκούσια λυπηρὰ εἶναι. ἀνιᾶται γὰρ πᾶς ὁ ἄκων τι ποιήσας· τὰ δὲ κατ’ ἐπιθυμίαν πραττόμενα ἡδέα· οὐκ ἄρα ἀκούσια τὰ κατ’ ἐπιθυμίαν πραττόμενα ἡδέα. δύναιτο δ’ ἄν τις καὶ ἐπὶ τῶν κατὰ θυμὸν πραττομένων τὸν αὐτὸν λόγον ποιεῖσθαι. δοκεῖ γὰρ καὶ τὰ κατὰ θυμὸν πραττόμενα ἡδέα εἶναι· ὁ γὰρ ἀνύων τὰ κατὰ θυμὸν τὰ πολλὰ ἥδεσθαι εἴωθεν· ἐπεὶ δὲ ἀμφισβητήσιμόν ἐστι τὸ τοιοῦτον, οὐκ ἐπὶ θυμοῦ εἴρηκεν αὐτὸ ὁ Ἀριστοτέλης· ἔτι δὲ τί διαφέρει τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτηθέντα τῶν κατὰ λογισμόν; ἢ διὰ τί τὰ μὲν κατὰ λογισμὸν ἁμαρτηθέντα οὐκ ἐροῦμεν ἀκούσια, τὰ δὲ κατ’ ἐπιθυμίαν ἢ θυμὸν ἐροῦμεν ἀκούσια; ὅτι μὲν γὰρ φευκτὰ πάντα δῆλον. ἀλλ’ εἰ τὰ κατὰ λογισμὸν ἁμαρτηθέντα ἑκούσια, ὅτι ψυχῆς λογισμὸς μόριόν τι ἀνθρώπου, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων. καὶ γὰρ τὸ θυμοειδὲς καὶ ἐπιθυμητικὸν μόριά τινα ψυχῆς ἀνθρώπου. ἀνθρώπου οὖν ἁμαρτήματα καὶ τὰ ὑπὸ τοῦ ἀλόγου τῆς ψυχῆς ἁμαρτηθέντα· καὶ ἄτοπον δὴ τὸ τιθέναι αὐτὰ ἀκούσια.

事实上,在无知之中最关键的,乃是人最会称之为出于无知的那种情节;而这就是「为了什么目的」。因为每当某人看起来是为了另一目的,例如为了善和有益之事而行事时,对于这样的人[……]。因此,为自己辩护的人也最习惯于求助于此,要求审查他们的抉择以及他们是为了什么目的而行事的,究竟是想要救人还是想要杀人。因为其他几乎所有出于无知所做的事也都可以归结于此。事实上,连对自己做了什么无知的人也归结于此,例如当他在说话时不慎说漏了嘴时,[审查]他是为了什么目的而说的:究竟是为了公布秘仪,抑或并不是,而是在说别的事情时不知不觉公布了。而对工具无知的人也归结于此,即他是为了什么目的而投掷的,[也就是说]他以为长矛上装了皮套,但实际上却装了铁尖;而以为自己打得很轻却打得很重的人,也会提出他是为了什么目的而做的,例如说是为了锻炼而在练习交手。因此,出于无知所做的事中最关键的是「为了什么目的」,此外还有「行为所关涉的情境」;而他将「行为所关涉的情境」理解为与「行为所关涉的对象」同一;也正因如此,我们才说「关于什么」或「在什么之中」是并列陈述的。而这是关键的,乃是因为它自身也最能表明无知,例如以为对方是敌人而不是朋友就把他杀了。 在谈论了关于非自愿的这些事之后,他转而探讨自愿。然而,并非如同非自愿有两个种,即出于强迫和出于无知而行事,相反,为了使某人是自愿行事,[必须]此人既不是受到强迫,也不是出于无知而行事的;正因如此,自愿的界说只有一个,即「其始原在知悉各个别情节的行事者自身之中」;因为在这一界说中,既包含了自愿行事者不行于强迫,也包含了其不行于无知。既然出于气愤或欲望所做的事,其始原就在知悉各个别情节的行事者自身之中,却又看起来是非自愿的,他说那些认为出于气愤或欲望的事是非自愿的人看法是不正确的;因为[若如此]其他动物就没有任何一个是自愿行事的了,孩童们也不是了;因为他们是依循欲望并出于气愤而行事,而不是依循理性计虑的。然而其他动物和孩童们确实都是自愿行事的;因此出于气愤或欲望的事并不是非自愿的。至于孩童和其他动物是自愿行事的,这是显而易见的;因为他们看起来非自愿地做某些事和承受某些事,例如当他们被捆绑而强行带走时;但如果他们违背自身冲动的事情是非自愿地承受或做的,那么凡是依照其内在冲动和欲求所做的事,就都是自愿地做的。此外,凡是我们出于欲望或气愤所做的崇高之事,我们称之为自愿的——例如有人发怒杀死了僭主并解放了祖国,或者有人欲望某种崇高的事业和学问——却把凡是出于欲望或气愤所做的丑恶之事称为非自愿的,这是荒谬的;[同样,把应当欲求的事称为非自愿的,也是荒谬的]。而且人们既应当对某些事情发怒,也应当对某些事情有所欲望;此外他说,非自愿的事是痛苦的。因为每一个非自愿做了某事的人都是苦恼的;而依循欲望所做的事是令人愉悦的;因此依循欲望所做的令人愉悦的事并不是非自愿的。人们关于依循气愤所做的事也可以提出同样的论证。因为依循气愤所做的事看起来也是令人愉悦的;事实上,贯彻依循气愤之事的人大抵习惯于感到愉悦;但由于这种事情是有争议的,亚里士多德在气愤的情形中并没有这样说;此外,出于气愤或欲望所犯的过错与依循理性计虑所犯的过错有什么不同呢?抑或为什么我们不把依循理性计虑所犯的过错称为非自愿的,却把依循欲望或气愤所犯的过错称为非自愿的呢?因为显而易见,所有的[过错]都是应当避免的。然而,如果依循理性计虑所犯的过错是自愿的,乃是因为理性计虑是人灵魂的一部分,那么在其他情形中也是同样如此。因为气愤部分和欲望部分也都是人灵魂的组成部分。因此,由灵魂的非理性部分所犯下的过错也是人的过错;而把它们设定为非自愿的,确实是荒谬的。

语法注3 条
  1. 3.1κυριώτατον γὰρ ἐν τῷ ἀγνοεῖν ὃ μάλιστα φαίη τις εἶναι δι’ ἄγνοιαν

    句首的 κυριώτατον 为表语形容词,关系代词 ὃ 引领的从句内含先行词,充当实质主语(「在无知中最具决定性的,乃是人们最会说是出于无知的那种情节」)。随后的 τοῦτο δὲ τὸ οὗ ἕνεκα 为独立句,指明该情节即是「为了什么目的」。

  2. 3.1οὐχ ὥσπερ δὲ δύο εἴδη εἰσὶ τοῦ ἀκουσίου τό τε βίᾳ καὶ τὸ δι’ ἄγνοιαν αὐτὸν πεποιηκέναι, ἀλλ’ ἵνα ἑκὼν ᾖ εἰργασμένος, τοῦτον καὶ μὴ βιασθέντα καὶ μὴ δι’ ἄγνοιαν πεποιηκέναι

    对比句式「οὐχ ὥσπερ … ἀλλʼ ἵνα …」。这里对比了非自愿的分离性(有两种不同的种,任满足其一即为非自愿)与自愿的结合性要求(必须同时否定这两项条件)。在后半句中,要求统领带宾格不定式结构(τοῦτον … πεποιηκέναι)的无人称动词(如 δεῖ)在句法上被省略。

  3. 3.1ὧν δεῖ ὀρέγεσθαι

    关系代词 ὧν 融合了其先行词(如 ταῦτα),且由于动词 ὀρέγεσθαι 要求属格补足语而呈现属格。结合文本校订补充的 〈ἄτοπον δὲ ἀκούσια λέγειν〉,它充当宾语从句:「[把]人们应当欲求的事[称为非自愿的,也是荒谬的]」。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:65.16-66.32