- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:63.33-65.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯注解了亚里士多德《尼各马可伦理学》第三卷关于自愿与非自愿的论述(1109b30起),阐明普遍的无知和抉择中的无知并不能使行为成为非自愿的,反而应当受到谴责,并结合具体事例分析了真正构成非自愿行为的各项个别无知情境(行为者、行为、工具、目的、方式等)。
φησὶ γὰρ πάντα τὸν μοχθηρὸν ἀγνοεῖν ἃ δεῖ πράττειν καὶ ὧν ἀφεκτέον καὶ διὰ τὴν τοιαύτην ἄγνοιαν ἀδίκους καὶ κακοὺς γίνεσθαι. πάντες γὰρ ἄνθρωποι σχεδὸν ἐφίενται τοῦ ἀγαθοῦ· τὰ δὲ ἄδικα ἐνίοτε οὐκ ἀγνοοῦσι μὲν ἄδικα ὄντα, ἀπατώμενοι δὲ καὶ ἡγούμενοι ἑαυτοῖς ὠφέλιμα εἶναι, πράττειν αἱροῦνται. οὐ μέντοι τὸ ἀκούσιον κατὰ τοῦτο λέγεται· οὐδέ φαμεν ἄκοντας ποιεῖν διὰ τὸ ἀγνοεῖν τὰ συμφέροντα καὶ διὰ τὴν ἐν τῇ προαιρέσει ἄγνοιαν καὶ τὴν καθόλου. λέγει δὲ ἐν προαιρέσει ἄγνοιαν, ὅταν τις προαίρεσιν ἔχῃ μοχθηρὰν δι’ ἄγνοιαν τοῦ συμφέροντος. τὴν δ’ αὐτὴν καὶ καθόλου καλεῖ ἄγνοιαν, ὅτι μὴ περὶ ἕν τί ἐστι, μηδὲ περὶ μίαν πρᾶξιν ἡ τοιαύτη ἄγνοια, ἀλλὰ καθόλου τὸν οὕτως ἀγνοοῦντα λέληθε τὰ συμφέροντα ἅπαντα. οὐ δὴ διὰ τὴν τοιαύτην ἄγνοιαν ἀκούσια λέγεταί τινα ἁμαρτήματα· τεκμήριον δέ· συγγνώμης τυγχάνουσιν οἱ ἀκούσια πεποιηκότες καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῶν δικαζόντων, ἡ δ’ ἐν τῷ ἤθει ἄγνοια μισεῖται· καὶ εἰκότως. αἴτιοι γὰρ αὐτοὶ αὑτοῖς οἱ ἄνθρωποι τῆς τοιαύτης ἀγνοίας, μὴ ἐπιμελόμενοι τοῦ διαγινώσκειν τὰ ὡς ἀληθῶς συμφέροντα τίνα ἐστὶ καὶ ὅτι ἡ κακία καὶ ἡ ἀδικία πάντων χρημάτων βλαβερώτατον τῷ ἔχοντι. ταῦτα δέ, ὡς ἔφην, δύναται μὲν καὶ ἕπεσθαι τοῖς προειρημένοις. ὁ γὰρ μοχθηρὸς λέγοιτ’ ἂν ἀγνοεῖν μὲν ἃ ποιεῖ· οὐ μέντοι δι’ ἄγνοιαν πράττει τὴν ἐν ταῖς πράξεσιν· ἀλλ’ εἴπερ ἄρα, δι’ ἄγνοιαν τὴν καθόλου ἢ τὴν ἐν τῇ προαιρέσει, ἥτις ἐστὶ τοῦ συμφέροντος· δύναται δὲ καὶ καθ’ αὑτό τι εἶναι θεώρημα πρὸς τοὺς λέγοντας ἀκούσια τὰ ἁμαρτήματα· ἕκαστον γὰρ ἀγνοοῦντα τὸ αὑτῷ συμφέρον ἁμαρτάνειν. πρὸς γὰρ τοὺς οὕτως ἀναφαινομένους λέγεται, ὅτι ἀγνοοῦσι μὲν ὡς ἀληθῶς οἱ μοχθηροὶ τὸ συμφέρον αὑτοῖς· οὐ μὴν διὰ τὴν τοιαύτην ἄγνοιαν τὸ ἑκούσιον λέγεται,1 ἀλλὰ διὰ τὴν καθ’ ἕκαστα καὶ περὶ ἃ ἡ πρᾶξις· αὕτη γάρ ἐστι τυγχάνουσα ἐλέου καὶ συγγνώμης καὶ τὰ διὰ τὴν τοιαύτην ἄγνοιαν πραττόμενα. Διορίζει δὲ καὶ τίνα ἐστίν, ἐν οἷς ἡ ἄγνοια· ἔστι δ’ αὐτὰ ἢ τίς ἐστιν 〈ἢ τί〉 ἢ περὶ τί ἢ ἐν τίνι ἢ τίνι πράττει ἢ ἕνεκα τίνος καὶ πῶς. σημαίνει δὲ τὸ τίς, τίς ὁ πράττων, ὅπερ οὐκ ἄν τις ἀγνοήσειε μὴ μαινόμενος· οὐδεὶς γὰρ ἂν ἑαυτὸν ἀγνοήσειε πράττων μὴ μαινόμενος. τὸ δὲ τί ἐστι τὸ πραττόμενον, ὅπερ ἐκπεπτωκέναι 〈λέγουσιν〉 αὐτούς, ὡς ὁ Αἰσχύλος τὰ μυστικά·2 ἔλεγε μὲν γὰρ οὐχ ὡς μυστικά, ἔλαθε δὲ εἰπὼν μυστικά· καὶ δεῖξαί τις βουλόμενος τὸν καταπέλτην τῷ φίλῳ καὶ τοῦτο πρᾶξαι βουλόμενος ἀφεὶς ἐπάταξεν αὐτόν, ἄλλο οὖν πράττων ἄλλο ἔπραξεν· ἠγνόει οὖν ὃ ἔπραξε. τὸ δὲ περὶ τί καὶ ἐν τίνι ἐφ’ ἓν ἔοικε φέρειν. διὸ καὶ οὕτως· ἐπεὶ ἓν περὶ τί καὶ ἐν τίνι,3 οἷον εἰ ἀγνοοίη περὶ τίνα πράττει. εἰ γὰρ τὸν υἱὸν οἰηθεὶς πολέμιον εἶναι ἀποκτείνοι, περὶ ὃν ἡ πρᾶξις ἠγνόησε. δυνατὸν μὲν οὖν ἐστι φάναι, τὸ ἐν τίνι τόπῳ ἔπραξεν ἀγνοεῖν, οἷον ἐν ἱερῷ· οὐκ ἔοικε δὲ ἐπὶ τοῦτο φέρειν· φανερὸν δ’ ἔσται ὀλίγον ὕστερον. τὸ δὲ τίνι, ὅταν ἀγνοῇ τις τὸ ὄργανον· ἀγνοεῖ γὰρ ᾧ ἔπραξε πῶς εἶχεν· ἔβαλε μὲν γάρ τις τὸ δόρυ ἐπὶ τὸν πλησίον ὡς ἐσφαιρωμένον, ἔλαθε δ’ αὐτὸν λελογχωμένον· καὶ ἔβαλε μέν τις ὡς κίσσηριν, ἦν δὲ λίθος. τὸ δὲ ἕνεκα τίνος, εἰ ἄλλου μὲν ἕνεκα πράξειεν, ἄλλο δ’ ἀποβαίη, ὡς ὁ τὸ φάρμακον δοὺς ἐπὶ σωτηρίᾳ, ἀγνοήσας ὅτι θανάσιμον ἦν· καὶ ἐπὶ σωτηρίᾳ μὲν ἔπαισε τὸν ἐξεστηκότα ἑαυτοῦ ἵνα ἀνανήψῃ· ἔλαθε δ’ ἀποκτείνας, οὐκ ἐπὶ τοῦτο παίσας. τὸ δὲ πῶς, εἰ αὐτὸς ᾤετο ἠρέμα παίειν, ἔπαισε δὲ σφοδρῶς ὥσπερ οἱ γυμναζόμενοι. περὶ πάντα δὴ ταῦτα φησὶ τῆς ἀγνοίας οὔσης, ἐν ταῖς καθ’ ἕκαστα πράξεσι πάντα μὲν ἑξῆς οὐδεὶς ἂν ἀγνοήσειε, τουτέστιν οὐ συμβήσεταί ποτε ἀγνοῆσαι αὐτὸν καὶ τί πράττει καὶ ἐν τίνι πράττει καὶ πῶς καὶ τἄλλα, ἔτι δὲ ἑαυτόν, εἰ μή που εἴη μαινόμενος, ἓν δέ τι ἀγνοῆσαι αὐτόν, οὐδὲν καινὸν καὶ ὁ τούτων τι ἀγνοήσας, ἄκων δοκεῖ πεποιηκέναι καὶ μάλιστά φησιν ἐν τοῖς κυριωτάτοις· κυριώτατα δ’ εἶναι δοκεῖ, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκα· ὅτι δὲ τὸ οὗ ἕνεκα κυριώτατόν ἐστιν ἐν τῇ ἀγνοίᾳ δῆλον.
因为他说,每一个恶人对于应当做什么和应当避免什么都是无知的,并且正是由于这种无知,人们才成为不义的和邪恶的。事实上,几乎所有的人都追求善;但关于不义之事,他们有时并非不知道是不义的,却受欺骗并认为对自身有益,从而选择去做。然而,非自愿并不是根据这一点而说的;我们也不说人们由于不知道有益的事、由于抉择中的无知以及普遍的无知,就是非自愿地行事。当某人由于对有益之事的无知而具有恶劣的抉择时,他称之为「抉择中的无知」。他又将同样的无知称为「普遍的无知」,因为这种无知并不是关于某一件具体事物,也不是关于某一个具体的行为,而是普遍地,对于这样处于无知之中的人来说,所有有益的事都被忽略了。因此,任何过错都不会由于这种无知而被说成是非自愿的;其证据在于:做出非自愿之举的人会从法律和审判官那里获得宽恕,而在品性上的无知却为人所憎恶;这也是理所当然的。因为人类自身正是给自己造成这种无知的原因,他们没有留心去辨明什么才是真正有益的事,也没有留心去辨明恶与不义对于拥有它的人来说是万物之中最有害的。而正如我所说,这些话也可以作为前述内容的归结。因为恶人固然可以说对自己所做的事是无知的,但他并不是出于各具体行为中的无知而行的;毋宁说,就算他是如此,也是出于普遍的无知或抉择中的无知,即对有益之事的无知。但这也可能是一个针对那些宣称过错都是非自愿的人的独立定理;因为[他们声称]每一个犯错的人都是因为不知道对自身有益的事而犯错的。因为正是针对那些如此表态的人,才说恶人虽然确实不知道对自身有益的事,但自愿并不是由于这种无知而被说的,而是由于关于各个别情节以及行为所关涉之事上的无知[而被说的];因为唯有这种无知以及由于这种无知所做的事,才能得到怜悯与宽恕。 他又界定了无知所存在的情境是哪些;它们是:行为者是谁,做了什么,关于什么或在什么之中,用什么工具行事,为了什么目的,以及如何行事。「是谁」指的是行为者是谁,除非发疯,否则没有人会对此无知;因为除了发疯,没有人会在行事时不知道自己是谁。「什么」指的是所做的事,人们说有些人不慎泄露了事情,就如埃斯库罗斯泄露了秘仪;因为他说话时并非当作秘仪来说,却未曾察觉自己说出了秘仪;又如有人想要向朋友展示弹射器,也正想要这样做,却失手发射打中了朋友,因而本想做一件事却做了另一件事;所以他不知道自己做了什么。而「关于什么」与「在什么之中」似乎归结为一件事。因此也作如下表述:既然「关于什么」与「在什么之中」是一回事,就像是不知道行为是关于谁而做的。因为如果某人把自己的儿子当作敌人杀害了,他便是对行为所关涉的对象无知。因此,虽然可以说成是对行为在什么地点发生无知,例如在圣所之中,但似乎并不归结于此;这一点稍后就会明了。「用什么」是指对工具无知的情况;因为他不知道自己用来行事的工具处于何种状态;例如有人将长矛投向同伴,以为矛头有皮套裹着,却没有察觉它是装了铁尖的;又如有人以为是浮石而投掷,其实却是石头。「为了什么目的」是指,如果为了一个目的行事,却产生了另一个结果;例如有人为了救人而给药,却不知道那是致命的;又如为了救助而击打失魂落魄的人使其清醒,却失手打死了他,并不是为了这个目的而击打的。「如何」是指,如果自己以为是轻轻地打,却打得很重,就像练习角斗的人那样。既然在所有这些事情上都存在无知,他说,在各个具体的行为中,没有人会连续对所有这些事情全都无知;也就是说,除非发疯,否则绝不会出现他既不知道自己做什么、在什么情境下做、如何做以及其他一切,甚至连自己是谁都不知道的情况;但他若对其中某一项无知,并不足为奇;而对这些具体情节中的某一项无知的人,便被认为是违背本愿行事的。并且他说,在最关键的情节中尤其如此;而看起来最关键的情节就是行为所关涉的对象以及行为的目的;至于说行为的目的在无知中是最为关键的,这是显而易见的。
- 3.1οὐ μὴν διὰ τὴν τοιαύτην ἄγνοιαν τὸ ἑκούσιον λέγεται
文本中的 τὸ ἑκούσιον(自愿)因处于讨论“非自愿(τὸ ἀκούσιον)”的语境中而曾受到校勘怀疑,但在此可照原文理解为:并非根据这种普遍的无知来断定行为的自愿性归属,而是依据对具体情节的无知来判定。
- 3.1ὅπερ ἐκπεπτωκέναι 〈λέγουσιν〉 αὐτούς, ὡς ὁ Αἰσχύλος τὰ μυστικά
此处不及物动词 ἐκπίπτω 引申为“脱口说出、不慎泄露”,以宾格 αὐτούς 为主语,受辑补动词 λέγουσιν 支配。后接的 ὡς ὁ Αἰσχύλος τὰ μυστικά 是省略了谓语动词的比较结构。
- 3.1ἐπεὶ ἓν περὶ τί καὶ ἐν τίνι
由连词 ἐπεί 引导的从句,省略了系动词 ἐστί,意为“既然‘关于什么’与‘在什么之中’是一回事”,作为前文“二者归结为一”的论据。
