- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:62.18-63.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯确认了混合行为在具体情境下属于自愿,驳斥了将受快乐驱使的行为视为“出于外力”的观点,继而依据事后是否悔恨阐明了出于无知的行为中“非自愿”与“无自愿”的划分,并辨析了“出于无知”与“处于无知状态中”(如酩酊与愤怒)的区别。
τὸ γὰρ καθ’ αὐτὰ ἀκούσια αὐτὰ εἶναι ἴσον τῷ καθόλου· ἐν δὲ τοῖς πρακτοῖς ὁ περὶ τῶν καθόλου λόγος κενός, αἱ γὰρ πράξεις ἐν τοῖς καθ’ ἕκαστα· ταύτῃ δ’ ἦν ἑκούσια· ὥστε ἐν οἷς τὴν ἰσχὺν μάλιστα αἱ πράξεις ἔχουσι τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι, κατὰ τοῦτο οὖσαι ἑκούσιοι μᾶλλον ἂν εὐλόγως ἢ ἀκούσιοι λέγοιντο.1 ἢ τὸ ἁπλῶς οὐ τὸ καθόλου σημαίνει; ἀλλ’ ὅτι αὗται ἐφ’ ἑαυτῶν ἄνευ περιστάσεως τῆς ἐν τῷ τότε καιρῷ ἀκούσιοί εἰσι, φοβερῶν δὲ ἐπικειμένων μᾶλλον ἑκούσιοι. καὶ γὰρ αἱ πράξεις ἐν τοῖς καθ’ ἕκαστα ἑκούσιοι, ὅταν ἑκὼν τότε πράττῃ ὁ πράττων. Γελοῖοι δ’ εἰσὶν οἱ λέγοντες βίαια εἶναι ὅσα ὑπὸ τῶν ἡδέων τινὲς ἀχθέντες ποιοῦσι. φασὶ γὰρ ὑποπίπτειν τῷ ὁρισμῷ τοῦ βιαίου· ἔξωθεν γὰρ ἡμῶν ὄντα τὰ ἡδέα ἀναγκάζει ἡμᾶς. οὗτος δ’ ὁ λόγος πάντα ποιεῖ τὰ ἀδικήματα βίαια· σχεδὸν γὰρ πάντες δι’ ἡδονὴν ἀδικοῦσιν οἱ ἄνθρωποι. γελοῖον δὲ τὸ μὴ αὑτὸν μᾶλλον αἰτιᾶσθαι εὐθήρατον ὄντα ὑπὸ τῶν ἡδέων, ἀλλὰ τὰ ἡδέα· ἐπ’ αὐτῷ οὖν καὶ τὸ ἄγεσθαι καὶ τὸ μή. δηλοῦσι δὲ καὶ οἱ σώφρονες καὶ οἱ ἐγκρατεῖς· ἐπεὶ κατά γε τοῦτον τὸν λόγον οὐδὲ τοὺς καλὰ πράττοντας ἑκόντας φαίη τις ἂν πράττειν· ἀναγκάζεσθαι γὰρ ὑπὸ τῶν καλῶν. εἰ δ’ αὑτόν τις αἰτιᾶται, εὔλογον καὶ τῶν αἰσχρῶν αὐτόν τινα αἰτιᾶσθαι ἀλλὰ μὴ τὰ ἡδέα. Τὸ μὲν οὖν βίαιον τί ἐστιν εἴρηται· τὸ δὲ δι’ ἄγνοιάν φησι πάντως εἶναι οὐχ ἑκούσιον· εἴδη δὲ τοῦ δι’ ἄγνοιαν εἶναι δύο· τὸ μὲν ὁμώνυμον τῷ ἀνωτάτω γένει, καλεῖται δὲ ἀκούσιον. ὅταν γὰρ δι’ ἄγνοιάν τις ποιήσῃ τι τῶν μὴ δεόντων καὶ μετὰ ταῦτα μαθὼν μετανοῇ καὶ λυπῆται, τότε ἀκούσιον φαίνεται ὡς ἀληθῶς τὸ πραχθέν. ὅταν δὲ γνοὺς μὴ μεταμελῆται μηδὲ λυπῆται, ἐνίοτε δὲ καὶ ἀσμενίζῃ, ἀκούσιον μὲν οὐ ῥητέον· ἔοικε γὰρ ἑκόντος αὐτοῦ γεγονέναι εἰ καὶ ὅτι μάλιστα ἠγνόησεν. ἐπεὶ δὲ ἀγνοήσας ἔπραξε, καὶ δεῖ αὐτῷ ἄλλο ὄνομα τίθεσθαι, ἀλλ’ οὐχὶ τὸ ἀκούσιον (οὐκ εὐποροῦμεν δὲ ἄλλου ὀνόματος, καλείσθω οὐχ ἑκούσιον), ἔοικε δὴ ἡ πᾶσα διαίρεσις τοιαύτη εἶναι· ληπτέον γὰρ αὐτήν, ἐπειδὴ καὶ δυσθεώρητός ἐστι, διὰ τὰς ἐνούσας αὐτῷ ὁμωνυμίας τῶν γενῶν πρὸς τὰ εἴδη ὧν ἐστιν ἀνωτάτω ἀκούσιον, ὃ ταὐτόν πώς ἐστι τῷ οὐχ ἑκουσίῳ· τοῦ δ’ αὖ ἀκουσίου ἢ οὐχ ἑκουσίου τὸ μὲν βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. τοῦ δὲ δι’ ἄγνοιαν τὸ μὲν ἑκούσιον,2 τὸ δὲ οὐχ ἑκούσιον, ὧν ἑκάτερον ὁμώνυμον τῷ γένει, τὸ μὲν τῷ οὐχ ἑκουσίῳ, τὸ δὲ τῷ ἀκουσίῳ. εἴποι ἂν οὖν τις καὶ τὰ ὑπὸ τὴν ἄγνοιαν οὐχ ἑκούσια καὶ ἀκούσια κατὰ τὸ ἀνωτάτω οὐχ ἑκούσιον καὶ ἀκούσιον, ὡς δὲ πρὸς ἄλληλα συγκρινόμενα τοῦ δι’ ἄγνοιαν εἴδη, καθ’ ἣν εἶπε διαφορὰν ὁ Ἀριστοτέλης τὸ μὲν ἔσται ἀκούσιον, τὸ δὲ οὐχ ἑκούσιον. Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν, οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια· οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος·3 τῆς γὰρ πράξεως τῷ μὲν ἀρχὴ ἡ μέθη, τῷ δὲ ἡ ὀργή. διὰ μέθην οὖν ἂν λέγοιτο πεποιηκέναι, καὶ ὁ ἕτερος δι’ ὀργήν, δι’ ἄγνοιαν δὲ οὐδέτερος· ἀγνοῶν δ’ ὅμως ποιεῖ ἃ ποιεῖ. εἰ μὲν οὖν τις δι’ ἄγνοιάν τι ποιεῖ καὶ ἀγνοῶν ποιεῖ, εἰ δ’ ἀγνοῶν οὐ πάντως δι’ ἄγνοιαν. τάχα δ’ ἂν λέγοιτο εὐλόγως ὁ διὰ μέθην πράξας οὐ δι’ ἄγνοιαν πεποιηκέναι, οὐ μόνον ὅτι αἰτίαν ἔχει τῆς πράξεως τὴν μέθην, ἀλλὰ διότι οὐκ ἀγνοῶν ἦλθεν ἐπὶ τὴν μέθην καὶ ἐξὸν μὴ ἐπὶ τοσοῦτον πιεῖν ὥστε μεθυσθῆναι, ὅμως ἔπιεν· ἑκὼν οὖν ἐμεθύσθη, ὥστε καὶ ἑκὼν ἔπραξε τὰ ἐν τῇ μέθῃ καὶ οὐ δι’ ἄγνοιαν. τὰ δ’ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ δι’ ὀργὴν πράξαντος· ἐπ’ αὐτῷ γὰρ ἦν ἐπιμεληθῆναι ἑαυτοῦ, ὅπως μὴ δι’ ὀργὴν προαγόμενος ποιῇ τὰ δεινὰ καὶ παράνομα. Ἃ δ’ ἑξῆς λέγει, δυνατὸν μὲν ὡς ἀκόλουθα λαμβάνειν τοῖς προειρημένοις, δυνατὸν δὲ καὶ ὡς αὐτό τι καθ’ αὑτό.
因为它们就其自身而言是非自愿的,这等同于普遍者;但在可行之事的领域中,关于普遍者的言论是空洞的,因为行为在于个别事物之中;而在这方面,它们是自愿的;因此,在行为具有作为自愿或非自愿的最大效力的那些方面,它们既然据此是自愿的,便更合理地被称为自愿的而非非自愿的。抑或「无条件地」并不表示普遍者?而是指,这些行为若脱离当时时机下的境遇,就其自身而言是非自愿的,但当可怕之事临头时,则更为自愿。因为实际上,只要施动者在当时自愿地实行,个别情境中的行为就是自愿的。 那些声称凡是人们受快乐之物引诱而做的一切行为都是出于外力的人,是荒谬的。因为他们声称这些行为符合出于外力的定义:快乐之物处于我们外部,强迫了我们。但这套说法会使所有的不义行为都成为出于外力的;因为几乎所有的人都是为了快乐而行不义。然而,不责备自己容易被快乐之物俘获,反而去责备快乐之物,这是荒谬的;因此,受引诱与不受引诱都取决于自身。节制者与自制者也表明了这一点;因为至少依照这套说法,甚至没有人会说行高尚之事的人是自愿行事的;因为他们被高尚之事所强迫。但若一个人责备自己,那么对于可耻之事,理所当然也应责备自己,而不是去责备快乐之物。 出于外力为何物已经说明;而他说,出于无知的一切行为全都是「无自愿的」;出于无知的行为有两种形式:其一与最高层级的属同名,被称为「非自愿的」。因为凡是有人因无知做了某种不该做的事,事后得知而悔恨并感到痛苦时,那时所做之事便显现为真正的非自愿。但当他得知后既不悔改也不感到痛苦,有时甚至欣然接受时,便不应称为非自愿的;因为这类似于他在自愿之下发生的,即使他极其无知。但既然他是出于无知而行的,就必须给它赋予另一个名称,而不是非自愿(既然我们没有充裕的其他名称,姑且称之为无自愿),全部的划分确实似乎是这样的:因为必须把握它,既然由于其中存在的属与各形式之间的同名关系,它是难以辨明的;其中最高的是非自愿,它在某种程度上与无自愿相同;在非自愿或无自愿之下,一方面是出于外力的,另一方面是出于无知的。而在出于无知之中,一种是非自愿[原文作“自愿”],另一种是无自愿,二者各自与属同名,一种与无自愿同名,另一种与非自愿同名。因此,人们可以根据最高层级的无自愿与非自愿,将无知统辖下的行为也称为无自愿与非自愿;但作为出于无知的各个形式彼此相对照时,依照亚里士多德所说的差异,一种将是非自愿,另一种将是无自愿。 他又说,出于无知而行是另一回事,在这种情况下无知是行为的始原和原因;醉酒行事或发怒行事的人,并不被称为出于无知而行,而是有时处于无知状态中行事;因为对于前者,行为的始原是酩酊,对于后者则是愤怒。因此可以说他是因酩酊而行,另一人因愤怒而行,但二者都不是出于无知;然而他处于无知状态中仍旧做了他所做的事。如果某人出于无知做某事,他也处于无知状态中行事;但若处于无知状态中行事,则未必是出于无知。合理地讲,因酩酊而行事的人之所以被称为并非出于无知而行,大概不仅因为他将酩酊作为行为的原因,更因为他并非在无知中陷入酩酊,并且在本来可以不喝到酩酊大醉的程度时,他仍然喝了;因此他是自愿喝醉的,从而在酩酊之中的行为也是他自愿实行的,而非出于无知。对于因愤怒而行事的人也必须这样说;因为警惕自身、以免受愤怒驱使而行可怕且违法之事,原本是取决于他自身的。 他接下来所说的话,既可以理解为承接前述内容而来,也可以理解为独立自成一体的内容。
- 3.1ὥστε ἐν οἷς τὴν ἰσχὺν μάλιστα αἱ πράξεις ἔχουσι τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι, κατὰ τοῦτο οὖσαι ἑκούσιοι μᾶλλον ἂν εὐλόγως ἢ ἀκούσιοι λέγοιντο.
主句骨干为 μᾶλλον ἂν εὐλόγως ἢ ἀκούσιοι λέγοιντο(“更合理地被称为自愿的而非非自愿的”),主语 αἱ πράξεις 由关联结构 ἐν οἷς ... κατὰ τοῦτο(“在那些方面……据此”)所修饰。冠词不定式属格 τοῦ εἶναι ἑκούσιοι ἢ ἀκούσιοι 修饰 τὴν ἰσχὺν(“具有作为自愿或非自愿的效力”)。
- 3.1τοῦ δὲ δι’ ἄγνοιαν τὸ μὲν ἑκούσιον, τὸ δὲ οὐχ ἑκούσιον
底本文字作 τὸ μὲν ἑκούσιον, τὸ δὲ οὐχ ἑκούσιον,但从紧随其后的 ὧν ἑκάτερον ὁμώνυμον τῷ γένει, τὸ μὲν τῷ οὐχ ἑκουσίῳ, τὸ δὲ τῷ ἀκουσίῳ(“一种与无自愿同名,另一种与非自愿同名”)以及亚里士多德原文的分辨来看,τὸ μὲν ἑκούσιον 显然是传抄讹误,原意当为 τὸ μὲν ἀκούσιον。
- 3.1Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν, οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια· οὐ λέγεται δὲ δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος
在句法上,Ἕτερον δέ φησιν εἶναι καὶ τὸ δι’ ἄγνοιαν πράττειν(“他又说出于无知而行是另一回事”)由关系从句 οὗ ἀρχὴ τῆς πράξεως καὶ αἰτία ἡ ἄγνοια(“在其之中无知是行为的始原和原因”)修饰。其后句子由主语 ὁ μεθύων τι πράξας ἢ ὀργιζόμενος(“醉酒行事或发怒的人”)统领对比结构 οὐ λέγεται ... δι’ ἄγνοιαν πεποιηκέναι, ἀλλ’ ἀγνοῶν ἐνίοτε πράττει(“并不被称为出于无知而行,而是处于无知状态中行事”)。
