← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§61.1-62.18

混合行为的自愿性与赞誉宽恕的判定

阿斯帕西奥斯注视了在威胁下的行为及暴风雨中抛货等「混合行为」,指出此类行为尽管就其自身而言是非自愿的,但由于在实行的具体时机中被选择且施动者有所贡献,因而应当被视为更偏向自愿,并讨论了承担称赞、责备与宽恕的标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#3

ἐοικέναι δὲ δοκεῖ ταῖς ἐν τοῖς χειμῶσιν ἐκβολαῖς. ἁπλῶς μὲν γὰρ οὐδεὶς ἂν ἐκβάλλοι τὰ ἐκ τῆς νεώς· ἐνίοτε δὲ ὑπομένει τοῦτ’ ἐπὶ σωτηρίᾳ ἑαυτοῦ καὶ τῶν συμπλεόντων· καὶ γὰρ οὕτως τὰς αἰσχρὰς πράξεις καὶ μοχθηρὰς ἑκὼν μὲν οὐδεὶς ἂν ὑπομείνειεν ἐπιεικής· ἐνίοτε δὲ ὑπομένουσιν ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῶν φίλων. μικτὰς μὲν οὖν εἶναί φησι τὰς τοιαύτας πράξεις ἐξ ἑκουσίου καὶ ἀκουσίου. ἡ μὲν γὰρ ἔξωθεν ἡ ἀρχὴ τῆς πράξεως, οἷον τύραννος ἢ ὁ κρατῶν καὶ ἡ ἐκείνου ἀπειλή, ταῦτα ἀκούσια, ᾗ δ’ ἐξὸν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν πρὸ τοῦ αἰσχρόν τι πρᾶξαι τὰ αἰσχρὰ τῷ μὴ παθεῖν τὰ φοβερὰ ὑπομένουσιν,1 ταύτῃ δοκοῦσιν ἑκούσια εἶναι. ὅμως δὲ ἐοικέναι μᾶλλόν φησιν αὐτὰς ἑκουσίοις. αἱρεταὶ γάρ εἰσιν αἱ τοιαῦται πράξεις καὶ τὸ τέλος τῆς τοιαύτης πράξεως κατὰ τὸν καιρὸν κρίνεται, καθ’ ὃν πράττεται. περὶ γὰρ οὐδεμιᾶς πράξεως καθόλου ἔστι διορίσασθαι, ἀλλὰ κρίνεται τότε ὅτε πράττεται διὰ τί ἐπράχθη καὶ πῶς ἐπράχθη. ἑκὼν δὲ τότε πράττει, ὅτε πράττεται, καὶ προτιμᾷ ἄλλο πρὸ ἄλλου καὶ συμβάλλεται εἰς τὸ πραχθῆναι οὐ μικρόν. καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ μέρη τὰ αὑτοῦ, ἅπερ ἐστὶν ὄργανα τῇ ψυχῇ, ἐν αὐτῷ ἐστι τῷ πράττοντι, ὅτε ἐνεργεῖ τὰς πράξεις. οὐ γὰρ ἔοικε τῷ ὑπὸ πνεύματος κομισθέντι ποι ἢ ὑπὸ τῶν δησάντων ἀχθέντι· ἀλλὰ φέρε εἰπεῖν προστάξαντος τοῦ τυράννου ἀποκτεῖναί τινα τῶν πολιτῶν καὶ ἀπειλοῦντος αὐτῷ θάνατον ἂν μὴ ἀποκτείνῃ, ἀποκτίννυσιν αὐτὸν ἐπάγων τὴν χεῖρα τῷ ἀναιρουμένῳ· ὧν δὲ ἐπ’ αὐτοῖς ἡ ἀρχὴ τοῦ πρᾶξαι καὶ μή, ἑκούσια δοκεῖ εἶναι τὰ τοιαῦτα· ἁπλῶς δὲ ἴσως λέγοιτ’ ἂν ἀκούσια, ὅτι οὐδεὶς ἂν ἕλοιτο αὐτὰ καθ’ αὑτά. ἔτι καὶ ἐντεῦθεν δῆλον ὅτι ἐστὶν ἑκούσια· ἐπαινοῦνται γὰρ ἐνίοτε ὅταν λυπηρόν τι ὑπομείνωσι μᾶλλον ἢ τὸν υἱὸν παρασχεῖν τῷ τυράννῳ εἰς ὕβριν· καὶ ἔτι μᾶλλον ἂν ἐπὶ σωτηρίᾳ τῆς πατρίδος. ἐπεὶ δ’ εἶπε καὶ αἰσχρὰ ὑπομενητέον εἶναι, ἐνθυμητέον ὅτι μικρὰ αἰσχρὰ ὑπομενητέον ἀντὶ μεγάλων καλῶν, οἷον εἰ κελεύσειε τύραννος σπουδαῖον ἄνδρα ἐνδυθέντα στολὴν γυναικείαν φανῆναι τοῖς πολίταις, ἀπειλῶν, εἰ τοῦτο μὴ πράξει ἀναστατώσειν αὐτοῦ τὴν πατρίδα καὶ γονεῖς καὶ τέκνα· ὑπομενεῖ γὰρ τὸ προσταχθέν. ἂν δὲ ἀνάπαλιν, ψέγονται, ἂν αἰσχρὰ ὑπομένωσιν ἐπὶ μηδενὶ καλῷ. εἰ δὲ ἔπαινος καὶ ψόγος ἀκολουθεῖ, δῆλον ὅτι ἑκούσιά ἐστι. ἐπὶ γὰρ τοῖς ἑκουσίοις ἔπαινος ἢ ψόγος. ἐνίοτε δὲ τοῖς πράξασί τι τῶν αἰσχρῶν συγγνώμη γίνεται, ὅταν ἃ μὴ δεῖ διὰ τοιαῦτα ποιήσωσιν ἃ ὑπερβάλλει τὴν ἀνθρωπίνην φύσιν, οἷον σφοδρὰς βασάνους καὶ ἀμηχάνους, καίοντός τινος καὶ τέμνοντος καὶ στρεβλοῦντος. ἔνια δέ φησιν οὐδὲ ἀναγκασθῆναι προσήκει ἀλλὰ πάντα μᾶλλον ὑπομενητέον ἢ πρᾶξαι τὰ αἰσχρά. μικρὰ μὲν γὰρ ἂν ἴσως ἀνάσχοιτο τῶν ἀγαθῶν παραβῆναι, μεγάλα δ’ οὔ, ἀλλ’ ἀνέξεται πρότερον στρεβλούμενος καὶ ἐν τούτοις τεθνήξεται, πρίν τι πρᾶξαι τῶν παντελῶς αἰσχρῶν. ἐνίοτε δὲ χαλεπώτατόν ἐστι τὸ κρῖναι, ὅταν ὥσπερ ἐν ζυγῷ ἰσόρροπα ἐφ’ ἑκάτερα καὶ ἴσα δοκῇ εἶναι τὸ κακὸν πρᾶξαί τι καὶ μὴ· καὶ δεῖ μεγάλης φρονήσεως ἀντιθεῖναι ποῖα ἀντὶ ποίων αἱρετέον. οὐκ ἔστι δὴ ὥσπερ περὶ τῶν ἄλλων πρακτῶν καθόλου περὶ τῶν τοιούτων διορίσαι, ἀλλὰ δεῖ τοῖς καιροῖς καὶ τοῖς συμβαίνουσι παρεπόμενον κρίνειν ἱκανῶς. ἔτι δὲ χαλεπώτερον τοῦ κρῖναι τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσιν· ἐνίοτε γάρ τις εἵλετο μὲν ὑπομεῖναι τὰ δεινὰ μᾶλλον ἢ πρᾶξαι τὰ αἰσχρά, γενόμενος δὲ ἐν ταῖς βασάνοις μετέθετο· καὶ προείλετο μὲν ἰδεῖν τὸν υἱὸν ἀποθνήσκοντα μᾶλλον ἢ ποιῆσαί τι τῶν ἀνοσίων, ἰδὼν δὲ τὸν υἱὸν ἀγόμενον οὐκ ἀντέσχεν, ἀλλὰ μετέβαλε τὴν γνώμην. διὸ καὶ ἔπαινος ἐνίοτε γίνεται περὶ τοὺς μὴ ἀναγκασθέντας καὶ ψόγοι περὶ τοὺς ἐνδόντας ταῖς ἀνάγκαις. λεκτέον δὲ βίαια ἁπλῶς μὲν καὶ κυρίως, ὅταν ἡ αἰτία ἐν τοῖς ἐκτὸς ᾖ, μηδὲν συμβαλλομένου τοῦ πράττοντος· οἷα δ’ ἔφαμεν εἶναι τὰ μικτά, καθ’ αὑτὰ μὲν ἀκούσια, διότι οὐδεὶς ἂν αὐτὰ ἕλοιτο τῶν ἐπιεικῶν, τότε δὲ ὅτε πράττεται ἀντὶ τῶνδε·2 λέγων δὲ περὶ τούτων ἃ καθ’ αὑτὰ μὲν ἀκούσια, ἑκούσια δὲ τότε, μᾶλλον ἑκούσια καὶ οὐκ ἀκούσια αὐτά φησιν εὐλόγως.

这些行为似乎类似于暴风雨中的抛货。因为无条件而言,没有人会从船上抛弃财物;但有时为了自身和同舟之人的安全,人们会忍受此事;因为同样地,任何正派的人都不会自愿忍受可耻和卑劣的行为;但有时为了自身和朋友们的安全,他们会予以忍受。因此他说,此类行为是自愿与非自愿相混合的「混合行为」。因为就行为的始原在外部而言——例如僭主或掌权者及其威胁——这些是非自愿的;但就当他们在做某种可耻之事之前本可承受任何事情,却为了不遭受可怕之事而忍受可耻之事而言,在这一方面它们似乎是自愿的。然而,他说它们更类似于自愿之事。因为此类行为是可选择的,并且此类行为的目的依其所实行的时机而定。因为对于任何行为都不可能作普遍的限定,而是在其付诸实行之时,根据因何而做以及如何而做来加以评判。并且人在其实行之时自愿地行事,将一事置于另一事之上而优先选取,对事情的完成贡献不小。因为驱动自身肢体(这些对于灵魂而言即是工具)的始原,在其实施行为之时,就在施动者自身之内。因为他并不类似于被风卷至某处之人,或被捆绑者押解之人;相反,打个比方,当僭主命令杀害某位公民,并威胁若不杀害便将其处死时,他向受害者动手并杀害了他;凡做与不做的始原取决于自身的那些事,此类行为便似乎是自愿的;但无条件而言,或许会被称为非自愿的,因为就其自身而言没有人会选择它们。此外,从下述事实亦清楚表明它们是自愿的:因为当他们宁可忍受痛苦之事也不愿将儿子交给僭主遭受凌辱时,有时会受到称赞;若为了祖国的安全则更是如此。但既然他说可耻之事也是应当忍受的,就必须记住:应当忍受微小的可耻之事以换取重大的高尚之事,例如若僭主命令一位优秀的男子穿上妇女的服装出现在公民面前,并威胁如果不这样做便摧毁他的祖国、父母和子女;因为他会忍受所命令之事。但若是相反,如果他们为了毫无高尚之事而忍受可耻之事,则会受到责备。如果称赞与责备随之而来,显然它们便是自愿的。因为称赞或责备是针对自愿之事的。但有时,对于做了某种可耻之事的人会给予宽恕,即当他们因超越人类本性的事情而做了不该做的事时,例如剧烈且无可奈何的酷刑,当有人烧烙、切割和上刑架拉扯时。但他说,有些事情甚至不应被强迫去做,而是宁可忍受一切也不去做可耻之事。因为对微小善事的违背或许尚能容忍,对重大者则不能,他宁可先忍受刑架拉扯并在其中死去,也绝不去做任何全然可耻之事。有时评判是极其困难的,当仿佛在天平上两端平衡、做某件恶事与不做显得均等时;并且需要极大的明智来权衡何种事物应当用来替代何种事物以供选取。确实不能像关于其他可行之事那样对这些事作出普遍的限定,而是必须伴随具体时机和发生的情境来充分评判。而比评判更为困难的,是坚持所决定的事情;因为有时某人宁可选择忍受可怕之事也不做可耻之事,但置身于酷刑之中却改变了主意;他宁可预先选择看着儿子死去也不做不敬之事,但看到儿子被押送时却无法坚持,而是改变了心意。因此,有时对于未被强迫屈服的人产生称赞,对于屈服于强迫的人产生责备。无条件且本义上应当称之为出于外力的,是在原因处于外部事物中、施动者毫无贡献之时;而如我们所说的混合行为,就其自身而言是非自愿的,因为正派人中绝无人会选择它们,但在其实行之时,则是为了替代这些事物[而被选择];论及这些就其自身而言是非自愿、但在当时却是自愿的行为,他合理地称它们更为自愿而非非自愿。

语法注2 条
  1. 3.1ᾗ δ’ ἐξὸν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν πρὸ τοῦ αἰσχρόν τι πρᾶξαι τὰ αἰσχρὰ τῷ μὴ παθεῖν τὰ φοβερὰ ὑπομένουσιν

    ἐξόν 是无人称动词 ἔξεστι 的宾格绝对结构(accusative absolute),表示让步("在他们本可以……的情况下")。τῷ μὴ παθεῖν τὰ φοβερὰ 是带冠词不定式的与格,充当副词短语表示手段、原因或目的("为了不遭受可怕之事 / 通过不遭受可怕之事"),修饰 ὑπομένουσιν。

  2. 3.1οἷα δ’ ἔφαμεν εἶναι τὰ μικτά, καθ’ αὑτὰ μὲν ἀκούσια, διότι οὐδεὶς ἂν αὐτὰ ἕλοιτο τῶν ἐπιεικῶν, τότε δὲ ὅτε πράττεται ἀντὶ τῶνδε·

    这是一个带有省略或破格(anacoluthon)的句式。开头的 οἷα δ’ ἔφαμεν εἶναι τὰ μικτά 作为主格表语引出,随后是说明性成分(καθ’ αὑτὰ μὲν ἀκούσια...),而在与之对应的分句 τότε δὲ ὅτε πράττεται ἀντὶ τῶνδε 中,谓词(如 αἱρετά ἐστιν,"为了替代这些而被选择")在语境中被省略。随后在 λέγων δὲ περὶ τούτων... 中主句骨架才得以重新确立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:61.1-62.18