← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§59.28-60.31

生物与无生物的外力及因恐惧所致的混合行为

阿斯帕西奥考察了无生物与有生物中出于外力之义是否同义,随后注解了亚里士多德在1110a4处提出的疑难,即因害怕更大的恶而做出的混合行为究竟是自愿还是非自愿,并引用了苏格拉底的例子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#2

οἷον εἰ ὠσθείς τις αὐτὸς ὤσειεν ἄλλον καὶ καταβάλοι ἄκων· ἄκων γὰρ καὶ βίᾳ ἔπραξεν, οὐδὲν εἰς τοῦτο συμβαλλόμενος. λέγεται δὲ καὶ ἐν τοῖς ἀψύχοις βίαιον, οἷον τὸ πῦρ δοκεῖ κάτω φέρεσθαι καὶ ἡ γῆ ἄνω. τὸ δὲ βίᾳ οὕτως λεγόμενον καὶ ἐπὶ τῶν ἐμψύχων πότερον ὁμώνυμόν ἐστιν ἢ συνώνυμον; δοκεῖ γὰρ ἴσως ὁμώνυμον εἶναι. τὸ μὲν γὰρ βίᾳ ἐν τοῖς ἄλλοις ἐστὶν ἡ παρὰ φύσιν κίνησις αὐτῶν ἢ ἡ μονή, ἐν δὲ τοῖς ἐμψύχοις οὐ πάντως τὸ παρὰ φύσιν. βαδίζοι γὰρ ἄν τι1 ζῷον βιαζόμενον, οὐ παρὰ φύσιν αὐτῷ οὔσης τῆς βαδίσεως. ἢ τούτων οὕτως ἐχόντων οὐδὲν ἧττον ὁμώνυμόν ἐστι πᾶν τὸ βίαιον;2 ἐφαρμόττει γὰρ καὶ τῷ ἐν τοῖς ἀψύχοις βιαίῳ ὁ ἀποδοθεὶς λόγος. ἔστι γὰρ βίαιον, οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ τοῦ πάσχοντος. τὸ μὲν οὖν ἔξωθεν εἶναι τὴν ἀρχὴν τῆς κινήσεως καὶ τοῖς κατὰ φύσιν κινουμένοις ἐστί, καίπερ μὴ κινουμένοις βίᾳ· οὐδὲ γάρ τι κάτω κινηθήσεται, μὴ τὴν ἀρχὴν τῆς κινήσεως παρ’ ἄλλου λαβόν· τὸ δὲ λοιπὸν τοῦ ὁρισμοῦ μὴ σφόδρα δηλοῖ3 καὶ τὸ τοῖς βίᾳ κινουμένοις τῶν ἀψύχων ὑπάρχον· οὐδὲν γὰρ συμβάλλεται εἰς τὴν ἄνω κίνησιν ὁ λίθος, ὥσπερ εἰς τὸ κάτω φέρεσθαι συμβάλλεται ἡ φύσις αὐτοῦ. περὶ μὲν οὖν τούτων διορίσθω ταῦτα. Ὁ δὲ Ἀριστοτέλης ἑξῆς τοῖς προειρημένοις ἀπορεῖ, εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, ἀκούσιά ἐστιν. δοκεῖ δὲ τὸ μέν τι ὀρθῶς ἠπορῆσθαι τῶν ἐν τῷ λόγῳ, τὸ δ’ εὐήθως· τὸ μὲν γὰρ ἀπορεῖν εἰ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἑκούσιά ἐστιν ἢ ἀκούσια εὔλογον, τὸ δὲ, εἰ ὅσα διὰ καλόν τι πράττεται, ταῦτα ζητεῖν εἰ ἑκούσια ἢ ἀκούσια, ἐστὶ γελοῖον. καὶ γὰρ ἐπαινεῖται καὶ ἑκούσια δοκεῖ τὰ δι’ ἀρετὴν καὶ διὰ καλόν τι πραττόμενα. ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, εἰ ἑκούσια ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται μᾶλλον ἢ διὰ καλόν τι; εἰ γάρ τις προτιμᾷ τὸ μὴ πάσχειν τι φοβερὸν τοῦ καλόν τι πρᾶξαι, ἐπ’ αὐτῷ ὂν ὑπομεῖναι τὸ ἀλγεινὸν ἐπὶ τῷ καλῷ,4 περὶ τούτου ἀμφισβητήσειεν ἄν τις, εἴτε ἄκων εἴτε ἑκὼν πεποίηκεν, οἷον εἰ τύραννος προστάττοι αἰσχρόν τι πρᾶξαι ἀπειλήσας γονέων καὶ τέκνων θάνατον· καὶ πράξαντος μὲν σώζοιντο, μὴ πράξαντος δὲ ἀποθνήσκοιεν· ὁ δὲ τοῦτο ὑπομένοι ἐπὶ τῷ καλῷ. ἀμφισβητεῖται γὰρ περὶ τοῦ τοιούτου, πότερον ἑκὼν ἢ ἄκων ποιεῖ, ὅταν ὑπομείνῃ τὰ αἰσχρὰ ἐπὶ σωτηρίᾳ τῶν φιλτάτων ἑαυτῷ παραμελήσας τοῦ καλοῦ· ὅπερ οὐκ ἐποίησεν ὁ Σωκράτης, ἀλλὰ τῶν τριάκοντα κελευσάντων ἄγειν ἐπὶ θάνατόν τινα τῶν πολιτῶν Λέοντα ὄνομα, ἵνα δὴ μὴ κοινωνήσῃ αὐτοῖς τῶν πράξεων, καταφρονήσας καὶ τῆς ἑαυτοῦ σωτηρίας καὶ τῶν τέκνων καὶ τῆς γυναικός, οὐχ ὑπηρέτησε τὸ προσταχθὲν διὰ τὸ καλὸν καὶ τὸ δίκαιον. περὶ δὴ τῶν τοιούτων ἀπορεῖται, ὅταν διὰ τὸν τοιοῦτον φόβον ἐνδούς τις ὑπομένῃ, εἰ δεῖ λέγειν αὐτὰ ἀκούσια.

例如某人自己被推搡,非自愿地推了另一人并将其撞倒;因为他对此毫无贡献,是非自愿且出于外力而行动的。在无生物中亦有被称为出于外力者,例如火似乎向下运动,土似乎向上运动。那么,如此被称为出于外力者,与在有生物中所述的相比,究竟是同名异义的还是同义的呢?因为似乎或许是同名异义的。因为在其他事物[无生物]中出于外力者是它们反乎本性的运动或静止,而在有生物中则不完全是反乎本性。因为某种动物可能被迫行走,而行走对其而言并非反乎本性。抑或尽管如此,全部出于外力者仍然是同名异义的?因为给出的定义亦适用于无生物中出于外力者。因为出于外力者即是其始原在外部,且施动者或受动者毫无贡献之事。运动的始原在外部,诚然亦属于依自然本性运动之物,尽管它们并非出于外力而运动;因为除非从他物处获得运动的始原,否则任何事物皆不会向下运动。但定义的其余部分,难道不是充分阐明了亦属于无生物中出于外力运动之物的特征吗?因为石头对向上的运动毫无贡献,正如对其向下运动其本性有所贡献一样。关于这些,便如此限定规定罢。亚里士多德在上述讨论之后提出了疑难:凡因害怕更大的恶或为了某种高尚之事而做的一切,是否是非自愿的。在这段言论中的问题,有一部分似乎是正当地提出疑难,另一部分则是幼稚地提出疑难;因为提出凡因害怕更大的恶而做的一切是自愿还是非自愿这一疑难是合理的,但对于凡为了某种高尚之事而做的一切,探究这些是自愿还是非自愿则是可笑的。因为凡出于德性且为了某种高尚之事而做的一切,既受称赞,又被认为是自愿的。抑或所说的其实是这样:凡因害怕更大的恶、而非为了某种高尚之事而做的一切,是否是自愿的?因为如果某人把不遭受某种可怕之事看得重于做某种高尚之事,在为了高尚而承受痛苦取决于他自身的情况下如此选择,人们便会对这个人究竟是违背意愿还是自愿地做了此事产生争议,例如若僭主以父母和子女的死亡相威胁,命令某人做某种可耻之事;如果做了,他们便得救,如果不做,他们便会死去;而某人为了高尚而忍受此事。因为关于这样的人存在着争议,当他忽视了高尚,为了自己最亲爱之人的安全而忍受可耻之事时,他究竟是自愿还是非自愿地行事;苏格拉底正是不曾这样做,反而在三十僭主命令将公民中一名叫莱翁的人押送处死时,为了绝不分担他们的恶行,他鄙弃了自身以及子女和妻子的安全,为了高尚与正义而未顺从所命令之事。因此关于此类情形,当某人由于这种恐惧而屈服并忍受时,便产生疑难:是否应当称这些行为是非自愿的。

语法注4 条
  1. 3.1ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν, εἰ ἑκούσια ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται μᾶλλον ἢ διὰ καλόν τι;

    此处阿斯帕西奥提议将亚里士多德原文(1110a4-5)中的“ἢ διὰ καλόν τι”不作单纯的选择连词“或者”解,而是解读为表示比较的“μᾶλλον ἤ”(与其说是为了某种高尚,毋宁说是因害怕更大的恶)。因为此前他刚指出探究出于高尚的行为是否非自愿是可笑的,故借此比较结构来合理重构该疑难。

  2. 3.1ἢ τούτων οὕτως ἐχόντων οὐδὲν ἧττον ὁμώνυμόν ἐστι πᾶν τὸ βίαιον;

    紧接着后文给出的理由是“因为给出的定义亦适用于无生物中出于外力者(ἐφαρμόττει γὰρ...)”,因此这个疑问句实际起着反诘的作用,意即“难道一切出于外力者并非同名异义(即实际上是同义的)吗?”各语言译文皆依据语境逻辑传达了这种反问语气。

  3. 3.1τὸ δὲ λοιπὸν τοῦ ὁρισμοῦ μὴ σφόδρα δηλοῖ

    此处为 μή + 虚拟式构成的审慎肯定/推测表达,意为“定义的其余部分难道不是充分表明了……吗?”紧随其后的理由(石头对向上的运动毫无贡献)正是论证了定义的后半部分(施动者或受动者毫无贡献)完全适用于无生物的被迫运动。

  4. 3.1ἐπ’ αὐτῷ ὂν ὑπομεῖναι τὸ ἀλγεινὸν ἐπὶ τῷ καλῷ

    ἐπ’ αὐτῷ ὄν 为非人称结构的独立宾格(accusative absolute),在此充当让步从属分句(“尽管为了高尚而承受痛苦取决于他自身/在他能力范围内”)。在条件句(εἰ γάρ τις προτιμᾷ...)中,它指明了行动者本有自由选择可能的附带让步情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:59.28-60.31