- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:4.14-5.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修斯阐释了以活动本身为目的的学问与以产品为目的的技艺之间的区别,以及技艺之间的统摄等级关系;进而论证了探究避免无限倒退的终极目的(最高善、幸福)之必要性,并说明了此处使用“能力”一词来代指“品质”的原由。
Διαφορὰ δέ τις φαίνεται τῶν τελῶν. τὰ μὲν γὰρ αὐταὶ αἱ ἐνέργειαι τέλη εἰσί, τῶν τε πρακτικῶν ἐπιστημῶν καὶ τῶν θεωρητικῶν· αἵ τε γὰρ πράξεις ἐνέργειαι ἥ τε θεωρία· τῶν δὲ ποιητικῶν τὰ τέλη ἄλλα τινά παρὰ τὰς ἐνεργείας, οἷον τοῦ ἀγαλματοποιοῦ παρὰ τὴν ἐνέργειαν ἄλλο τέλος τὸ ἄγαλμα· διὸ καὶ ποιητικὰ λέγονται, διότι καὶ ποίημα ἄλλο τι αὐτῶν ἐστι παρὰ τὰς ἐνεργείας. ἐπεὶ δὲ τιμιώτατόν ἐστιν ἐν ἑκάστῃ τὸ τέλος (αὐτοῦ γὰρ ἕνεκα τὰ λοιπὰ γίνεται), ἔνθα μὲν ἔστι τινὰ τέλη παρὰ τὰς πράξεις, οἷον ἐν ταῖς ποιητικαῖς, ἐν ταύταις βελτίω τὰ ἔργα τῶν ἐνεργειῶν, τουτέστι τὰ ποιήματα, ἔνθα δὲ αὐταὶ αἱ ἐνέργειαι, οὐδὲν τῶν ἐνεργειῶν τιμιώτερον. Πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν, πολλὰ τὰ τέλη· ὅσαι δέ εἰσιν ὑπὸ μίαν δύναμιν, ἀεὶ ἄλλη ὑπ’ ἄλλην, καθάπερ ὑπὸ μὲν τὴν ἱππικὴν χαλινοποιητική, ἡ δὲ ἱππικὴ ὑπὸ τὴν στρατηγικήν, ἡ δὲ στρατηγικὴ ἴσως ὑπὸ τὴν πολιτικήν. Ἐν ἅπασι δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη αἱρετώτερα τῶν ὑφ’ αὑτά· εἰσὶ δὲ τέχναι μὲν ἄλλαι ὑπὸ ἄλλας, ὧν τὰ τέλη ἕνεκεν τῶν ὑπὲρ αὐτάς ἐστι καὶ τῶν τελῶν τῶν ἐκείνων.1 ἀρχιτεκτονικαὶ δὲ αἱ ἄρχουσαι καὶ κρατοῦσαι τῶν ὑφ’ αὑτάς· διορίζονται δὲ τρισὶ τούτοις τῷ τε χρῆσθαι ταῖς ὑφ’ αὑτάς τε καὶ τοῖς τέλεσιν αὐτῶν καὶ τῷ προστάσσειν καὶ τῷ ἀρχιτεκτονεῖν. ὅτι δὲ τῷ τὰ τέλη τῶν ὑποτεταγμένων ἕνεκεν τοῦ τέλους αὐτῶν γίγνεσθαι ἀρχιτεκτονεῖν λέγονται, δῆλον, οἷον ἡ κυβερνητικὴ ἀρχιτεκτονικὴ ἐστι τῆς πηδαλιουργικῆς· καὶ γὰρ προστάσσει αὐτή, οἷον δεῖ ποιεῖν τὸ πηδάλιον καὶ οἷον ἀρχιτεκτονεῖ καὶ γενομένῳ χρῆται. καὶ δῆλον ὡς τὸ πηδάλιον, ὅπερ ἐστὶ τέλος τῆς πηδαλιουργικῆς, ἕνεκεν τοῦ τέλους ἐστὶ τῆς κυβερνητικῆς. εἰπὼν δὲ ὅτι τὰ τῶν ἀρχιτεκτονικῶν τέλη αἱρετώτερα τῶν ὑφ’ αὑτά (διὰ γὰρ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη διώκεται καὶ τὰ τῶν ὑφ’ αὐτὰ τέλη), πάλιν ὑπομιμνήσκει, ὅτι οὐδὲν διαφέρει τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη ἢ ἄλλα τινὰ παρὰ τὰς ἐνεργείας ποιήματα. εἰ μὲν οὖν οὕτως ἔχει τὰ πράγματα, ὡς ἄλλο τέλος ἄλλῳ ἀεὶ γίνεσθαι καὶ πράττεσθαι, ἀθλιώτατον ἂν ἦν τὸ τῶν ἀνθρώπων γένος2 μηδέποτε δυνάμενον ἐντυχεῖν τῷ δι’ αὑτὸ αἱρετῷ μηδὲ παῦλαν ἔχειν τῆς ὀρέξεως. ἐπεὶ δὲ ἔστι τι τέλος πάντων τῶν πρακτῶν, ὃ δι’ αὑτὸ αἱρούμεθα, δῆλον ὡς τοῦτ’ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον· τούτου γὰρ ἕνεκεν καὶ τὰ λοιπὰ τέλη. ἔχει δὲ καὶ πρὸς τὸ βιῶναι καλῶς ἡ γνῶσις αὐτοῦ μεγάλην ῥοπήν· οἱ μὲν γὰρ ἄλλοτε ἄλλας αἱρούμενοι πράξεις καὶ μὴ πρὸς ἓν ἀποβλέποντες πεπλανημένως ζῶσι καὶ οὐδέποτ’ ἂν ἐπιτύχοιεν τοῦ ἀγαθοῦ. εἰ δέ τις διαθρήσας τὴν εὐδαιμονίαν καὶ τὸ ἀνθρώπινον ἀγαθόν, σκοπὸν τοῦτο θέμενος καθάπερ τοξότης, πάσας αὑτοῦ τὰς πράξεις ἀπευθύνει πρὸς αὐτόν, ἀνάγκη πᾶσα αὐτὸν εὐδαίμονα γενέσθαι καὶ καλῶς διαβιῶναι. διὸ πειρατέον τὸ τέλος τοῦτο περιλαβεῖν τί τέ ἐστιν καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. οὐκ ἀλόγως δὲ ἀξιοῖ τί τέ ἐστιν ἅμα καὶ τίνος τέλος λαβεῖν. ἀλλ’ ἀνάγκη τῶν πρός τι ἅμα εἶναι τὴν γνῶσιν,3 τὸ δὲ τέλος τινὸς τέχνης ἢ δυνάμεως. δεῖ οὖν ἅμα καὶ τὸ τέλος τί ἐστι λαβεῖν καὶ τίνος ἐπιστήμης ἢ δυνάμεως τέλος. Ἡ δὲ δύναμις πολλαχῶς λέγεται παρ’ αὐτοῖς· καὶ γὰρ τὰς ἕξεις δυνάμεις λέγουσιν, ἐνίοτε δὲ τὸ ἄμεινον μέρος τῶν ἕξεων· τὴν μὲν γὰρ ὑγίειαν δύναμιν, τὴν δὲ νόσον ἀδυναμίαν. ἔστι δ’ ὅτε τὴν ἐπιτηδειότητα δύναμιν ὀνομάζουσιν, οἷον τὸν παῖδα ἔχειν δύναμιν πυκτικήν [τὸ δ’ αὐτὸ τοῦτο καὶ δύναμιν λέγειν]. ὀνομάζει δὲ δυνάμεις καὶ τὰ ἀγαθὰ ἐκεῖνα, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρήσασθαι, οἷον πλοῦτον καὶ ὑγίειαν. λέγουσι δὲ δυνάμεις ἐνίοτε τὰς ὁμοίως ἐχούσας πρὸς τὰ ἀντικείμενα τῶν ὑφ’ αὑτάς, οἷον ῥητορικὴν καὶ διαλεκτικήν. ἔοικε δὲ νῦν λαμβάνειν δύναμιν ἀντὶ τῆς ἕξεως. ἐπειδὴ γὰρ ἔνιοι ἡγοῦνται τὴν πολιτικὴν ἐπιστήμην εἶναι καὶ τὴν φρόνησιν, ἔνιοι δὲ οὐκ ἐπιστήμην ἀλλ’ ὅμοιόν 〈τι〉 τῇ ἐπιστήμῃ, μέλλων πολιτικῆς τέλος ἐρεῖν τὸ ἀνθρώπινον ἀγαθὸν ζητεῖ, τίνος ἐπιστήμης ἐστὶ τέλος ἢ δυνάμεως, ὡς ἂν εἰ ἔλεγε, τίνος ἐπιστήμης ἢ ἕξεως.
然而,目的之间显然存在某种差异。因为对于实践科学和观相科学而言,活动本身就是目的;行动与观相皆是活动。但在制作性技艺中,目的则是活动之外的某些其他事物,正如对于雕塑家而言,在活动之外另一个目的是雕像;因此它们也被称为制作性的,因为它们的产品也是活动之外的某种其他事物。既然在每一门中目的都是最宝贵的(因为其余事物皆为了它而产生),那么,凡在行动之外存在某些目的之处,如在制作性技艺中,在这些技艺中成果——也就是制作物——便优于活动;但在活动本身[即是目的]之处,则没有任何事物比活动更宝贵。 由于行动、技艺与科学有很多,目的也就有很多。然而,凡归属于单一能力之下的,总是此一门从属于彼一门,正如马具制作术从属于骑术,而骑术从属于将略,将略大概从属于政治学。 在所有这些中,主导性技艺的目的都比从属于它们的目的更值得选取。因为有些技艺从属于其他技艺,它们的目的乃是为了处于其上的诸技艺以及那些技艺的目的。所谓主导性的,是指那些统治并支配从属于它们之物的技艺;它们由这三点来界定:使用从属于它们的技艺及其目的、下达指令以及统率指挥。至于它们之所以被称为统率指挥,乃是因为从属之物的诸目的为了它们〔主导性技艺〕的目的而产生,这一点是显而易见的;例如舵手术相对于造舵术而言是主导性的;因为舵手术自身便指令应当制造什么样的舵,并且可以说统率指挥,并在其制成后予以使用。显而易见,作为造舵术目的的舵,乃是为了舵手术的目的。在指出主导性技艺的目的比从属于它们的目的更值得选取之后(因为从属之物的目的亦是为了主导性技艺的目的而被追求的),他再次提醒道:无论活动本身即是目的,抑或是活动之外的某些其他制作物作为目的,都毫无区别。 因此,倘若事情的状况是:一个目的总是为了另一个目的而产生和被实践,那么人类这一族类就会是最悲惨的,永远无法碰见因其自身而值得选取之物,欲求也永无止境。但既然在一切可行之事中存在着一个我们因其自身而选取的目的,那么显然,这应当就是善以及最高善;因为其余诸目的亦是为了此目的。而且,关于它的认识对于良好地生活也具有巨大的决定性作用;因为那些时而选取这些行动、时而选取那些行动而不注视单一目标的人,生活陷入迷误,绝不可能获得善。但如果某人洞察了幸福与属人的善,像射手那样将其树为靶标,将自己的一切行动都径直对准它,那么他就必然会变得幸福并度过良好的一生。因此,我们必须尝试把握这个目的究竟是什么,以及它属于哪门科学或能力。他要求同时把握它是什么以及它是什么的目的,并非毫无根据。相反,关于相关者的认识必然是同时的,而目的则是某门技艺或能力的目的。因此,必须同时把握这个目的究竟是什么,以及它是哪门科学或能力的目的。 在他们那里,“能力”有多种说法。因为他们把品质称为能力,有时把品质中较好的部分称为能力;例如把健康称为能力,把疾病称为无能。有时他们把适宜性命名为能力,例如说男孩具有拳击的能力[将这同一事物亦称为能力]。他也把那些既可以好好使用也可以不好好使用的善事物命名为诸能力,例如财富与健康。有时他们把对其所属对立面具有同等倾向的技艺称为能力,例如修辞学与辩证法。但在此处,他看来是用“能力”来代指“品质”。因为,既然有些人认为政治学和明智是科学,而另一些人则认为它们不是科学而是类似于科学的[某种东西],所以,当他正要说明属人的善乃是政治学的目的时,便探究它是哪门科学或能力的目的,这就如同他在说“是哪门科学或品质的目的”一样。
- 1.1ὧν τὰ τέλη ἕνεκεν τῶν ὑπὲρ αὐτάς ἐστι καὶ τῶν τελῶν τῶν ἐκείνων
ἕνεκεν 同时支配两个并列的属格成分:τῶν ὑπὲρ αὐτάς[技艺](处于其上的诸技艺)与 τῶν τελῶν τῶν ἐκείνων(那些技艺的诸目的)。这表明下级技艺的目的既服务于上级技艺本身,亦服务于上级技艺所追求的目的。
- 1.1εἰ μὲν οὖν οὕτως ἔχει τὰ πράγματα, ὡς ἄλλο τέλος ἄλλῳ ἀεὶ γίνεσθαι καὶ πράττεσθαι, ἀθλιώτατον ἂν ἦν τὸ τῶν ἀνθρώπων γένος
条件从句使用现在时直陈式 ἔχει,并通过 ὡς 引导的结果/方式从句展开无限倒退的假定(ἄλλο ἄλλῳ ἀεὶ);主句则使用未完过去时加 ἄν(ἂν ἦν)来表达与现在事实相反的结果(“人类就会是最悲惨的”)。这种结构以反事实假定的方式揭示了无限倒退的荒谬后果。
- 1.1ἀλλ’ ἀνάγκη τῶν πρός τι ἅμα εἶναι τὴν γνῶσιν
τῶν πρός τι 是指“相关物”的中性名词短语属格,作 τὴν γνῶσιν 的宾格性属格。它表达了一种认识论前提:关于相互关联之物的认识必然是同时的(ἅμα),因为目的本身就是相对于其所属的技艺或能力而被界定的。
