- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:58.2-59.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯注解亚里士多德论述考察自愿与非自愿对于德性及立法的必要性,亚里士多德由此从非自愿的划分(出于外力与出于无知)入手,并定义了出于外力之物(其始原在外部且施动者或受动者毫无贡献)。
" Τῆς ἀρετῆς δὲ περὶ πάθη ἕως τὸ τιθέναι ἀκούσια." Ἡ μὲν πρόθεσις περὶ ἀκουσίου καὶ ἑκουσίου εἰπεῖν· πρῶτον δὲ λέγει, ὅτι ἀναγκαία ἡ περὶ αὐτῶν θεωρία τοῖς περὶ ἀρετῆς ἐπισκοποῦσι καὶ ὅλως τῷ πολιτικῷ καὶ νομοθετικῷ. ἐπεὶ γὰρ ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις, ἐν οἷς τὸ μὲν ἑκούσιον ἐπαινεῖται, ἂν καλῶς γένηται, τὸ δ’ ἀκούσιον συγγνώμης τυγχάνει, ἐνίοτε δὲ καὶ ἐλέου, ἀναγκαῖον τῷ περὶ ἀρετῆς ἐπισκοποῦντι περὶ ἑκουσίου καὶ ἀκουσίου διορίσαι. ἐν μὲν οὖν ταῖς πράξεσιν ὁμολογουμένως ἐστὶ τὸ ἑκούσιον καὶ ἀκούσιον, ἐν δὲ τοῖς πάθεσι πῶς ἂν εἴη; δοκεῖ γὰρ ἀκούσια εἶναι τὰ πάθη· ἢ τὸ διαθεῖναί πως οὕτως ἑαυτὸν καὶ ἔθεσι καὶ λόγῳ, ὥστε μὴ πάσχειν κακῶς ἑκούσιον;1 καὶ ταύτῃ λέγοιτ’ ἂν τὰ πάθη ἑκούσια ἐνίοτε· ἀκούσια δέ πως ἂν εἴη ἢ ἁπλῶς ἢ κατὰ τὴν ἑαυτῶν φύσιν. μήποτε δὲ οὐ περὶ τῶν παθῶν εἴρηκε τὸ ἑκούσιον καὶ ἀκούσιον, ἀλλὰ περὶ τῶν πράξεων. ἔτι τὰ πραττόμενα διὰ θυμὸν ἢ ὅλως διὰ πάθος ἑκούσια λέγεται, ὅταν εἰδὼς πράττῃ· ἀναγκαῖον δὲ καὶ τῷ πολιτικῷ καὶ νομοθετικῷ εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου· οὐ γὰρ μικρὸν μέρος τῆς νομοθεσίας τὸ περὶ τὰς τιμὰς καὶ περὶ τὰς κολάσεις, ἀλλ’ ἐν ταῖς πόλεσι περὶ τοῦτ’ ἔστι πᾶσα νομοθεσία. τὸ οὖν εἰδέναι τίνας μὲν δεῖ κολάζειν, τίσι δὲ νέμειν συγγνώμην καὶ πάλιν τίνας μὲν δεῖ τιμᾶν † εἰ καὶ ὅτι μάλιστ’ ἂν ᾖ ἀγαθοῦ τινος [διὰ τὸ ἄκοντα εἰργάσθαι] τοῦ εἰδότος ἱκανῶς περὶ ἑκουσίου καὶ ἀκουσίου·2 ὥστε ἀναγκαία ἡ γνῶσις τῷ πολιτικῷ καὶ νομοθετικῷ. Ἄρχεται δὲ ἀπὸ τοῦ ἀκουσίου ὡς γνωριμωτέρου. δοκεῖ δὲ ἀκούσιον εἶναι τὸ βίᾳ ἢ δι’ ἄγνοιαν. οὗτος δὲ οὐ δοκεῖ κυρίως ὁρισμὸς εἶναι, ἀλλὰ εἰδῶν μᾶλλον ἔκθεσις τῶν τοῦ ἀκουσίου. καθόλου δὲ οὐδὲ ὅροι δοκοῦσιν εἶναι οἱ κατὰ τὰς διαιρέσεις ταύτας ἀποδιδόμενοι, οἷον ὅτι ἐστὶ τὸ ὂν ὃ οἷόν τε παθεῖν ἢ ποιῆσαι. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὰ ὁμώνυμα ἔστιν ὁρίζεσθαι, οἷον κλείς ἐστιν ἤτοι ἡ τὰς θύρας ἀνοίγουσα ἢ ἡ περὶ τὸν αὐχένα· ἀλλ’ ἀναγκαῖον ὅμως καὶ τοῖς τοιούτοις ἐνίοτε ὁρισμοῖς χρῆσθαι, ὅταν τοῦ κοινοῦ τῶν εἰδῶν μὴ ᾖ ῥᾴδιον λόγον λαβεῖν, ὥσπερ ἔχει καὶ ἐπὶ τοῦ βιαίου καὶ τοῦ δι’ ἄγνοιαν. κοινὸν μὲν γὰρ αὐτοῖς τὸ ἀκούσιον καὶ δοκεῖ συνωνύμως αὐτῶν κατηγορεῖσθαι, ἐπειδὴ καὶ τὸ ἑκούσιον ἕνα ἔχει λόγον, ὡς ἔσται δῆλον ὀλίγον ὕστερον. οὐκ ἔστι δὲ ὅμως ἕνα τοῦ ἀκουσίου λαβεῖν λόγον. εἰπὼν δὲ ἀκούσια εἶναι τὰ βίαια ἢ δι’ ἄγνοιαν, πρῶτον ὁρίζεται τὸ βίαιον, λέγων αὐτὸ βίαιον εἶναι οὗ ἡ ἀρχὴ ἔξωθεν, τοιαύτη οὖσα εἰς ἣν μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων· δοκεῖ δέ τισιν ἱκανῶς ἔχειν ὁ ὁρισμός, εἰ καὶ μόνον οὕτως ἀποδέδοται βίαιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν· τῶν μὲν γὰρ ἐφ’ ἡμῖν ἐν ἡμῖν εἰσὶ καὶ αἱ ἀρχαί· καὶ γὰρ εἰ λαβών μέ τις μετέωρον φέροι ἐμοῦ προστάξαντος καὶ βουληθέντος, ἐν ἐμοὶ ἡ ἀρχή. ὅταν δ’ ἔξωθεν ἡ ἀρχὴ καὶ βίᾳ μέ τις λαβὼν ἄγῃ, ἀκούσιον τὸ τοιοῦτον καὶ βίαιον. ἔοικε δὲ οὐκ ἀλόγως καὶ τὰ ἑξῆς προσκεῖσθαι·3 ἀμφισβητεῖται γάρ, ὡς προελθὼν λέγει, περὶ τῶν διὰ φόβον μειζόνων κακῶν τυράννοις ἢ ὅλως τοῖς κρατοῦσιν ὑπηρετησάντων τι τῶν αἰσχρῶν, περὶ ὧν ὀλίγον ὕστερον ἐπισκοπεῖ· καὶ δοκεῖ μᾶλλον ἑκούσια εἶναι. τὸ δὴ καθαρῶς βίαιον τοῦτό ἐστιν, ὅταν ἔξωθέν τε ἡ ἀρχὴ καὶ μηδὲν συμβάλληται ὁ πράττων ἢ ὁ πάσχων. δοκεῖ δὲ τὸ [καὶ] ὁ πράττων μὴ εὖ προσκεῖσθαι· ὅτῳ γὰρ ἂν βίαιόν τι συμβαίνῃ, κἂν μηδὲν αὐτὸς εἰς τοῦτο συμβάλληται, πάσχειν μὲν ἂν λέγοιτο, πράττειν δ’ οὔ, οἷον εἰ, ὥς φησι, πνεῦμα κομίσαι ποί τινα ἢ ἄνθρωποι κύριοι ὄντες· τὸ γὰρ κομίζεσθαι καὶ τύπτεσθαι καὶ τὰ τοιαῦτα πάσχειν ἀλλ’ οὐ ποιεῖν ἐστιν. ἢ καὶ πράττειν βίαιόν ἐστιν;
“德性关乎情感[与行为]直至当作非自愿的”。 其意图在于论述非自愿与自愿;首先他说,对它们的研究对于考察德性的人而言是必需的,普遍而言对于政治家和立法者亦然。因为既然德性关乎情感与行为,在其中若是做得好,自愿的事物受称赞,而非自愿的事物则获得宽恕,有时甚至获得怜悯,故考察德性者必然要对自愿与非自愿作出界定。在行为中诚然公认存在自愿与非自愿,但在情感中又如何能够存在呢?因为情感似乎是非自愿的;或者说,通过习惯和理性使自己以某种方式处于如此状态,以至于不恶劣地遭受情感,这是自愿的吗?在这一意义上情感有时亦可被称为自愿的吗?而它们以某种方式或绝对地、或按照自身的本性是非自愿的吗?或者也许他并未对情感谈论自愿与非自愿,而是对行为谈论的。再者,出于愤怒或普遍而言出于情感所做之事,当知情而行时被称为自愿的。对于政治家和立法者而言,知晓自愿与非自愿亦是必需的;因为关于荣誉和惩罚之事绝非立法的微小部分,而是在城邦中全部立法皆关乎此事。因此,知晓应当惩罚何人、应当宽恕何人,以及又应当奖赏何人,† 纵然最应当是出于某种善[因违背意愿而作成],亦是属于对自愿与非自愿具有充分知识之人的事情;因此这一认识对政治家和立法者是必需的。他从非自愿开始,因其更为人所熟知。非自愿似乎是由于外力或出于无知的事物。但这似乎并非严格意义上的定义,而更像是对非自愿诸种类的罗列。普遍而言,依照这些划分给出的定义似乎根本算不上定义,例如说存在即是能够遭受或能够施加的事物。因为以这种方式亦能定义同名异义之物,例如锁钥既指开门之物,又指颈项周围之骨;然而尽管如此,当不容易获得这些种类共同的定义时,有时亦必须使用此类定义,正如在出于外力与出于无知的情形中一样。因为对它们而言共同的是非自愿,且似乎是同义地述说于它们之上的,既然自愿亦具有单一的定义,正如稍后将明了的那样。然而,却不能获得非自愿的一个统一定义。在说明了出于外力或出于无知的事物是非自愿之后,他首先定义了出于外力者,说出于外力者即是其始原在外部,且其性质使得施动者或受动者对其毫无贡献之事。但在某些人看来,该定义即使仅表述为“其始原在外部者即是出于外力”,亦已足够充分;因为在取决于我们自身的事物中,始原亦在我们自身之中;事实上,若是某人抓住我并将我高高抬起带走,乃是在我命令且意愿之下的,那么始原就在我自身之中。但当始原在外部且某人强力抓住我带走时,此类事物便属非自愿且是出于外力的。然而接下来的文字似乎并非无理添加;因为正如他后文所说,关于那些因害怕更大的恶而替僭主或普遍而言替统治者服役做了某种可耻之事的人,存在着争论,他在稍后对此进行了考察;而这些事物似乎毋宁是自愿的。因此,唯有当始原既在外部,且施动者或受动者毫无贡献时,这才是纯粹的出于外力。但“施动者[亦]”这一表述似乎添加得并不妥当;因为无论某人身上发生何种出于外力之事,即便他自身对其毫无贡献,他亦只能被称为遭受,而不能被称为行动,例如若像他所言,大风把某人刮往某处,或者掌权的人们如此行事;因为被刮走、被击打以及诸如此类的事是遭受而非施加。抑或人们亦能出于外力而行动?
- 3.1ἢ τὸ διαθεῖναί πως οὕτως ἑαυτὸν καὶ ἔθεσι καὶ λόγῳ, ὥστε μὴ πάσχειν κακῶς ἑκούσιον;
在句法上,带冠词不定式短语 τὸ διαθεῖναί πως οὕτως ἑαυτὸν...(“以某种方式如此整饬自身……”)作主语,ἑκούσιον(“自愿的”)作表语形容词(省略 ἐστί)。通过连词 ἤ 引入,作为对前述“情感中何以能有自愿与非自愿”这一问题的备选解答。
- 3.1τοῦ εἰδότος ἱκανῶς περὶ ἑκουσίου καὶ ἀκουσίου
属格分词 τοῦ εἰδότος 是所有/表语性属格,意为“属于知晓……之人的事情”。句法上的主语是前述的带冠词不定式短语 τὸ οὖν εἰδέναι τίνας μὲν δεῖ κολάζειν...(“知晓应当惩罚何人……”)。
- 3.1δοκεῖ δὲ τὸ [καὶ] ὁ πράττων μὴ εὖ προσκεῖσθαι
τὸ ... ὁ πράττων 中的中性冠词 τὸ 将亚里士多德原文中的短语 ὁ πράττων(“施动者”)加以名词化引用,作为依存于 δοκεῖ 的不定式 προσκεῖσθαι 的主语。
