- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:55.21-57.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯注疏了与义愤相类比的中道状态的可能性,以及亚里士多德关于两极之间的相反性大于极点与中间之间相反性的三个论证。他还结合连锁推理(麦堆与秃头悖论)探讨了把握中道的困难以及行动与感觉事物中界限的模糊性,并阐明了明智的必要性。
ἢ μήποτε ἔστιν ἐπινοῆσαι μεσότητά τινα τῇ νεμέσει ἀνάλογον τοῖς κατ’ ἀξίαν συμβαίνουσι τῷ μοχθηρῷ, χαίροντός τινος ἀνωνύμου ὄντος καὶ τῆς κατ’ αὐτὸν ἕξεως·1 τοῦ δ’ ὑπερβάλλοντος, ἐπιχαιρεκάκου ὄντος ὡς καὶ ταῖς τῶν μοχθηρῶν εὐπραγίαις καὶ ταῖς τῶν ἀγαθῶν ὁμοίως χαίρειν· τοῦ δὲ κατὰ τὴν ἔλλειψιν ἐπὶ μηδενὶ χαίροντος, μηδ’ ἂν ἄξιος ὢν τύχῃ τῶν συμβαινόντων αὐτῷ δυσχερῶν. περὶ μὲν οὖν τούτων ἐπιστήσειεν ἄν τις· περὶ δὲ δικαιοσύνης ὕστερον ἐρεῖν ἐπαγγέλλεται καὶ περὶ τῶν λογικῶν ἀρετῶν. Ἀντικεῖσθαι μὲν οὖν φησι τὰς τρεῖς διαθέσεις ἀλλήλαις, τήν τε ἀρετὴν μεσότητα οὖσαν τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει καὶ ταύτας ἀλλήλαις τε καὶ τῇ μέσῃ ἕξει· ὅμως δὲ ἀντικειμένων τούτων πλείστην εἶναι τοῖς ἄκροις ἐναντιότητα πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον. τοῦτο δὲ ἀπορεῖται, εἰ ὀρθῶς εἴρηκε. δοκεῖ γὰρ ἡ ἀρετὴ μάλιστα ἐναντία τῇ κακίᾳ εἶναι· οὕτω μὲν οὖν σκοποῦντι πλείστη ἐναντίωσις τῆς ἀρετῆς ἐστι καὶ τῆς κακίας. εἰ δὲ αὐτήν τις σκοποίη τὴν ἐν τῇ κακίᾳ ὑπερβολὴν καὶ ἔλλειψιν, πλείστη ἂν εὑρεθείη ἡ διάστασις τῶν κακιῶν πρὸς ἀλλήλας ἢ πρὸς τὴν ἀρετήν. τεκμήριον δέ ἐστιν, ὅτι κατὰ τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν πολὺ ἐναντιώτερον πρὸς ἀλλήλας ἔχουσιν ἢ πρὸς τὸ μέσον, οἷον ὁ ἄσωτος ἐναντιώτερον τὸν ἀνελεύθερον φαντάζεται· † φαντάζεται μὲν γὰρ ἑκατέρῳ τῶν ἄκρων ὁ ἀνελεύθερος ὁ κατὰ τὸ ἐναντίον ἄκρον τεταγμένος, ἀλλ’ ἀνειμένος μᾶλλον.2 τῷ μὲν γὰρ ἀσώτῳ δοκεῖ ἀνειμένος ὁ ἀνελεύθερος εἶναι, τῷ δὲ ἀνελευθέρῳ ἀνειμένος ὁ ἄσωτος. ὁ δὲ Ἀριστοτέλης τρισὶν ἐπιχειρήμασιν εἰς τὸ τοιοῦτον χρῆται, ἑνὶ μὲν ἐκ παραβολῆς· ὡς γὰρ τὸ μέγα τοῦ μικροῦ πλέον ἀφεστάναι φαμὲν ἢ ἄμφω τοῦ ἴσου,3 οὕτως καὶ ἡ ὑπερβολὴ τῆς ἐνδείας πλέον ἀφέστηκε τῆς μεσότητος. ἔτι ἐκ τοῦ πρὸς τὸ μέσον τοῖς ἄκροις ὁμοιότητα τινα εἶναι, ἀλλήλοις δὲ πᾶσαν ἀνομοιότητα. τρίτον ἐκ τοῦ ὁρισμοῦ τῶν ἐναντίων· ἐναντία γὰρ ὁρίζεται τὰ πλεῖστον ἀλλήλων ἀπέχοντα· πλεῖστον δὲ ἀφέστηκεν ἡ ὑπερβολὴ τῆς ἐλλείψεως. τὰ δ’ ἑξῆς δῆλα. Σημειωτέον δὲ ὅτι εὐλόγως εἶπε πρὸς ἃ εὐκατάφοροί ἐσμεν, ταῦτα ἐναντιώτερα εἶναι καὶ τῇ ἀρετῇ. ἃ γὰρ ἡμῖν ἐναντιώτερά ἐστι, ταῦτα καὶ τῇ ἀρετῇ. ἐναντιώτερα δὲ ἡμῖν πρὸς ἃ εὐκατάφοροί ἐσμεν κατὰ τὴν ψυχήν, ὥσπερ καὶ ἐναντιώτερα τῷ σώματι νοσήματα πρὸς ἃ εὐκατάφορόν ἐστι τὸ σῶμα. Ὅτι δὲ τὸ μέσον λαβεῖν δύσκολον, παρέθετο παράδειγμα οὐ τῶν πρὸς ἡμᾶς τι μέσων ἀλλὰ τῶν κατ’ αὐτὸ τὸ πρᾶγμα. κύκλου γὰρ τὸ μέσον λαβεῖν οὐ παντὸς ἀλλὰ τοῦ εἰδότος. εἰ γὰρ ἐν τοῖς τοιούτοις λαβεῖν τὸ μέσον δύσκολον, ἐν οἷς τὸ μέσον ἓν καὶ ταὐτὸ πᾶσι, πολὺ χαλεπώτερον ἐν τοῖς πρακτοῖς, ὅπου μέσον ἐστὶ τὸ ἑκάστῳ ἁρμόττον. ἃ δ’ εἴρηκεν οὕτως ὅτι μὲν οὖν ἐστιν ἡ ἠθικὴ ἀρετὴ μεσότης καὶ πῶς καὶ τἄλλα, τὰ μὲν ἄλλα δῆλα· τὸ πῶς γὰρ φέρει ἐπὶ τὸ πρὸς ἡμᾶς μέσον αἱρεῖσθαι, ἀλλὰ μὴ τὸ κατὰ τὸ πρᾶγμα. ὃ δ’ ἐπὶ τῇ τελευτῇ εἴρηκεν, ὡς οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁ ἐπὶ πόσον καὶ μέχρι τίνος παρεκβαίνων ἐπὶ τὸ μᾶλλον ἢ ἐπὶ τὸ ἧττον ψεκτός, ἕπεται τοῖς ἀεὶ λεγομένοις ὑπ’ αὐτοῦ, ὅτι οὐδὲν τῶν πρακτῶν ἀκριβῶς ἔστι διορίσαι, ἀλλὰ τύπῳ· οὐδὲ γὰρ ἄλλο οὐδὲν τῶν αἰσθητῶν, ὅθεν καὶ οἱ σωρεῖται παρεληλύθασι. μέχρι γὰρ πόσου ὁ πλούσιός ἐστιν; εἴ τις θείη ὁ μέχρι δέκα ταλάντων, ἀνερωτῶσιν· ‘εἰ δὲ δραχμήν τις ἀφέλῃ οὐκέτι πλούσιος; εἰ δὲ δύο;’ οὐκ ἔστι γὰρ τῶν τοιούτων οὐδέν, ἐπειδὴ αἰσθητά ἐστιν, ἀκριβῶς διορίσαι καὶ τὸν πένητα καὶ τὸν πλούσιον. καὶ ἐπὶ τοῦ φαλακροῦ δὲ ἐρωτῶσιν· ‘εἰ παρὰ μίαν τρίχα φαλακρὸς γίνεται, τί δὲ παρὰ δύο, τί δὲ παρὰ τρεῖς;’ ὅθεν φαλακροὶ ἐλέγοντο οἱ λόγοι καὶ σωρεῖται. ἐπὶ γὰρ σωροῦ τὸ αὐτὸ ἠρώτων, εἰ παρ’ ἕνα πυρὸν ἐλαττοῦται ὁ σωρός, εἶτα εἰ παρὰ δύο καὶ κατὰ τὰ ἑξῆς· καὶ οὐκ ἔστιν εἰπεῖν πότε πρώτως οὐκέτι σωρός ἐστι διὰ τὸ μηδὲν τῶν αἰσθητῶν ἀκριβῶς λαμβάνεσθαι, ἀλλὰ πλάτει καὶ τύπῳ. οὕτως οὖν καὶ ἐπὶ τῶν πράξεων ἔχει καὶ τῶν παθῶν. οὐ γὰρ ἔστιν εἰπεῖν ὁ ἐπὶ πόσον ὀργισθεὶς μέσον ὀργίζεται ἢ ὑπερβάλλει ἢ ἐλλείπει διὰ τὸ τὴν παρὰ τὸ σμικρὸν ἐπὶ πλέον παρέκβασιν ἢ ἐπὶ τὸ ἔλαττον λανθάνειν. διὸ δεῖ φρονήσεως γνωριζούσης ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι τὸ μέσον.
或者也许可以设想某种与义愤相类比的中道状态,关乎恶人应得地发生之事,其中感到欣悦的人是无名的,依照他的品性亦是无名的;而过度者则是幸灾乐祸者,以至于对恶人的亨通与对善人的亨通同样欣悦;依照不及者则对任何事皆不感欣悦,即便临到其身上的困境是〔那人〕所应得的。关于这些事,人们或许会提出疑难;至于正义,他预告将在后文讨论,关于理智德性亦然。 随后他说,这三种素质彼此对立:作为中道状态的德性与过度和不及相对立,而这两者亦彼此对立且与中间的品性相对立;然而尽管它们相互对立,两极之间彼此的相反性却最大,而非对中间。但这被提出疑难:他是否说得正确。因为德性似乎与恶最为相反;故对于这样考察的人而言,德性与恶的对立是最大的。但若有人考察恶当中的过度与不及本身,则会发现恶彼此之间的距离最大,而非对德性。其证据在于,依照过度与短缺,它们彼此相对的相反程度远甚于对中间;例如挥霍者把不慷慨者想象为更为相反的。† 因为对于两极的每一方而言,被安置在相反极点的人皆被如此想象,但不如说是更为松弛的。因为在挥霍者看来不慷慨者似乎是松弛的,在不慷慨者看来挥霍者似乎是松弛的。而亚里士多德对这一论点使用了三个论证:其一来自类比;因为正如我们说大与小相距之远甚于二者与相等者相距之远,过度与短缺相距之远亦甚于与中道状态相距之远。再者,来自两极对中间具有某种相似性,而彼此之间则完全不相似。第三来自相反者的定义;因为相反者被定义为彼此相距最远的事物;而过度与不及相距最远。接下来的内容是显而易见的。 应当指出的是,他言之有理地说,我们容易倾向的事物,对德性而言亦更为相反。因为对我们而言更为相反的事物,对德性而言亦然。而在灵魂中我们容易倾向的事物对我们而言更为相反,正如身体容易倾向的疾病对身体而言更为相反一样。 至于把握中间是困难的,他引用的例子不是关乎我们自身的中间,而是关乎事物本身的中间。因为把握圆的中心并非人人都能做到,而是属于有知识的人。因为如果在中间对所有人而言皆为单一且同一的此类事物中把握中间是困难的,那么在可践行之事中就困难得多,在其中中间是适合于各人的事物。至于他这样说的内容,即“因此伦理德性是中道状态,以及如何如此,与其余之事”,其余之事是显而易见的;因为“如何”是指选择相对于我们的中间,而非关乎事物的中间。而他在最后所说的,偏向较多或偏向较少的人究竟偏离到何种程度、直至何处才是应受谴责的,这并不容易界定,此言顺应了他一贯的说法,即可践行之事无一能够被精确界定,而只能在轮廓上界定;因为感觉之物亦无一能够被精确界定,这亦是连锁推理者们产生的原因。因为究竟到何种程度才是富人?若有人假定到十塔兰同为止,他们便反问:“若有人拿走一德拉克马,便不再是富人了吗?若是两德拉克马呢?”因为由于皆属感觉之物,此类事物无一能够精确界定,无论是穷人还是富人。在秃头的情形中他们亦发问:“是否因一根头发而变成秃头,那么两根呢?三根呢?”因此这些论证被称为秃头论证和麦堆论证。因为关于麦堆他们亦询问同样的问题:是否少了一粒麦子麦堆就减少了,接着若是两粒呢,依此类推;由于感觉之物无一能被精确把握,而只能在大致和轮廓上被把握,故无法说明何时首次不再是麦堆。因此在行动与情感的情形中亦是如此。因为无法说明愤怒到何种程度的人是在适度地愤怒,抑或过度或不及,因为极其微小的偏向较多或偏向较少的偏离是难以察觉的。因此需要有能够在情感与行动中辨识中间的明智。
- 2.2χαίροντός τινος ἀνωνύμου ὄντος καὶ τῆς κατ’ αὐτὸν ἕξεως
属格绝对结构,以 χαίροντός τινος 与 τῆς κατ’ αὐτὸν ἕξεως 为逻辑主语,ἀνωνύμου ὄντος 为表语分词(其存在分词在第二项中被顺承理解)。随后的 τοῦ δ’ ὑπερβάλλοντος, ἐπιχαιρεκάκου ὄντος... 与 τοῦ δὲ κατὰ τὴν ἔλλειψιν ἐπὶ μηδενὶ χαίροντος... 亦作为平行的属格绝对结构延续。
- 2.2φαντάζεται μὲν γὰρ ἑκατέρῳ τῶν ἄκρων ὁ ἀνελεύθερος ὁ κατὰ τὸ ἐναντίον ἄκρον τεταγμένος, ἀλλ’ ἀνειμένος μᾶλλον
校勘本中带有剑号(crux)的讹误文本。在句法结构上,φαντάζεται 的主语是 ὁ κατὰ τὸ ἐναντίον ἄκρον τεταγμένος(被安置在相反极端者),ἑκατέρῳ τῶν ἄκρων 是表判断或视角的与格(“在两极端各自看来”)。由紧随其后的解释句(τῷ μὲν γὰρ ἀσώτῳ... τῷ δὲ ἀνελευθέρῳ...)所展现的对称性可知,其核心句意是两极端各自以相反或松弛的方式来想象彼方极端。
- 2.2τὸ μέγα τοῦ μικροῦ πλέον ἀφεστάναι φαμὲν ἢ ἄμφω τοῦ ἴσου
比较结构,通过 πλέον ... ἤ(比……更多)对比两个距离。前半部分中,分离属格 τοῦ μικροῦ 附属于动词 ἀφεστάναι;后半部分中,ἄμφω 作省略的不定词 ἀφεστάναι 的主语(在不定词结构中),τοῦ ἴσου 同样是伴随 ἀφεστάναι 的分离属格。
