- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:54.3-55.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯阐释了社交交往中的诸德性(真实、机敏、友善)及其两极表现,探讨了苏格拉底自认无知是否属于反讽,并论述了纯粹存在于情感之中的中道状态(羞耻与义愤)。
ὄντος δὲ τοῦ ἀληθοῦς τιμίου καὶ τῆς ἀληθείας συγγενεστάτης τῇ φιλοσόφῳ φύσει, εἰσί τινες περὶ αὐτὴν κατορθωτικοὶ καὶ λόγῳ καὶ ἔργῳ, οἱ δὲ ἁμαρτητικοί. καλεῖ δὲ τὴν μὲν ἀρετὴν ἀλήθειαν μεσότητα οὖσαν καὶ τὸν κατ’ αὐτὴν ἀληθῆ τινα, τὰ ὑπάρχοντα αὑτῷ ἐν τῇ πρὸς τοὺς πέλας ὁμιλίᾳ καὶ λόγῳ καὶ ἔργῳ ἐνδεικνύμενον, ὁποῖα τυγχάνει ὄντα, οὔτε ἐπὶ τὸ πλέον ἐξαίροντα οὔτε ἐπὶ τὸ ἔλαττον, διὰ τὸ φιλεῖν καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ἀλήθειαν. τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν προσποίησιν ἐπὶ τὸ μεῖζον καὶ λόγῳ καὶ ἔργῳ οὖσαν, ὀνομάζει δὲ αὐτὴν ἀλαζονείαν1 καὶ τὸν ἔχοντα ἀλαζόνα, πρότερον ὀνομαζομένων ἀλαζόνων τῶν προσποιουμένων μαντείαν ἢ σοφίαν ὥσπερ οἱ σοφισταὶ προσεποιοῦντο καὶ ὅλως τῶν γοήτων τοῦτο ἐχόντων τὸ ὄνομα. οὗτος δὲ [πάντας] τοὺς ἐπὶ τὸ μεῖζον τὰ αὑτῶν λέγοντας ἅπαντας ἀλαζόνας ὠνόμασε καὶ τὴν κακίαν ἀλαζονείαν, τοὺς δὲ ἐπὶ τὸ ἔλαττον τὰ αὑτῶν κατάγοντας τῷ λόγῳ καὶ προσποιουμένους ἐλάττω ἔχειν τῶν ὑπαρχόντων αὐτοῖς (μοχθηροὺς μὲν καὶ αὐτούς· πᾶσα γὰρ ἡ περὶ τὸ ψεῦδος σπουδὴ μοχθηρία) εἴρωνας ὠνόμασε καὶ τὴν κακίαν εἰρωνείαν· δοκεῖ δέ τισι μὴ εἶναι κακία ἡ εἰρωνεία· τὸν γὰρ Σωκράτην εἴρωνά φασι γεγονέναι· μήποτε δὲ οὐκ ἦν εἴρων ὁ Σωκράτης.2 τεκμήριον δὲ τὸ μηδένα τῶν ἑταίρων αὐτοῦ οὕτως αὐτὸν ὀνομάζειν ἀλλὰ τοὺς πολλοὺς διαμαρτάνοντας αὐτοῦ, οἷον Θρασύμαχον ἢ Μένωνα. ἀλλ’ ἔλεγε, ὡς ἔοικεν, αὑτὸν μηδὲν εἰδέναι παραβάλλων τὴν ἀνθρωπίνην σοφίαν πρὸς τὴν τοῦ θεοῦ. ταῦτα γὰρ καὶ ἐν τῇ τοῦ Πλάτωνος Ἀπολογίᾳ εἴρηται. ἴσως δὲ καὶ τὸ φορτικὸν φυλαττόμενος καὶ ἐπαχθές, οὐ διὰ τὴν πρὸς τὸ ψεῦδος φιλίαν, ἐπ’ ἔλαττον ἔλεγε περὶ ἑαυτοῦ, ὅπερ οὐκ ἔστιν εἰρωνεία. ἢ δύο τρόποι εἰρωνείας, ὁ μὲν ἐπίψογος προσπεποιηκότος τινὸς καὶ ᾠκειωμένου τῷ ψεύδει, ὁ δὲ χαριεντισμῷ ὅμοιος, φυλαττομένου τινὸς τὸ ἐπαχθὲς ἐπὶ τοῖς λόγοις. ταῦτα μὲν ὅπως ἔχει σκεπτέον. Τῶν δὲ λοιπῶν δυοῖν μεσοτήτων περὶ τὸ ἡδὺ ἀμφοτέρων οὐσῶν, ἡ μέν ἐστὶ περὶ τὸ ἐν παιδιᾷ, μέσως τοῦ σπουδαίου παίζοντος καὶ ἀλύπως τοῖς συγγινομένοις. καλεῖται δὲ ἡ τοιαύτη ἀρετὴ εὐτραπελία καὶ ὁ ἔχων αὐτὴν εὐτράπελος, ἡ δ’ ὑπερβολὴ βωμολοχία, ὑπερβαλλόντως τινὸς χρωμένου τῷ γελοίῳ καὶ οὔτε ὡς δεῖ οὔτε πρὸς οὓς δεῖ, ἀλλὰ παραβαίνοντος πάντας τοὺς εἰρημένους διορισμούς. τὴν δὲ ἔλλειψιν ἀγροικίαν ὠνόμαζεν, οἵα γένοιτ’ ἂν ἀνθρώπου φεύγοντος πᾶσαν παιδιάν. ἄλλη ἐστὶ μεσότης περὶ τὸ ἡδὺ ἐν παντὶ βίῳ, ἥτις ἐστὶ φιλία, ἄλλως χρωμένου τοῦ φίλου φίλῳ κατὰ τὸ ἡδὺ καὶ κατὰ τὸν καιρὸν καὶ ὡς δεῖ. ἡ δὲ ἐπὶ πλέον προσποίησις τῆς φιλίας βουλομένου τινὸς ἀεὶ καὶ ἐν παντὶ ἡδέως φαίνεσθαι, εἰ μὲν οὐδενὸς ἕνεκεν, ἀρέσκεια λέγοιτ’ ἂν καὶ ὁ κατ’ αὐτὴν ἄρεσκος, εἰ δ’ ἕνεκεν κέρδους καὶ ὠφελείας, κόλαξ καὶ ἡ κακία κολακεία· ὁ δὲ ἐλλείπων δύσερις καὶ δύσκολος. Μετὰ δὲ ταῦτα λέγει μεσότητας εἶναί τινας ἐν ψιλοῖς τοῖς πάθεσιν, ἐπαινετὰς μέν, ἀρετὰς δ’ οὐ λέγων εἶναι. ἡ μὲν γὰρ ἀρετὴ περὶ πάθη καὶ πράξεις, οἷον ἀνδρεία περὶ φόβους καὶ θάρρη, ἀλλὰ καὶ ἐν τῷ ἀγωνίζεσθαι καὶ πράττειν τὰ τοῦ ἀνδρείου ἔργα. αἱ δὲ λεγόμεναι νῦν μεσότητες ἐν αὐτοῖς τοῖς πάθεσι μόνον εἰσίν, οὐκ ἐν ταῖς πράξεσιν, οἷον αἰδὼς καὶ ὁ αἰδήμων μέσος, καταπλὴξ δὲ ὁ ἅπαντα αἰδούμενος ὑπερβάλλων τις τῷ πάθει, ὁ δὲ ἐλλείπων τῷ αἰδεῖσθαι ἀναίσχυντος. καὶ ἡ νέμεσις δὲ παθητικὴ μεσότης, λύπη τις οὖσα ἐπὶ ταῖς παρ’ ἀξίαν εὐπραγίαις τῶν μοχθηρῶν. ὑπερβολὴ δὲ φθόνος ἐπὶ πᾶσι λυπουμένου εὖ πράττουσιν, ὅπερ γοῦν τοῦ φθονεροῦ. κατὰ δὲ τὴν ἔλλειψιν τάττει τὸν ἐπιχαιρέκακον, τοσοῦτον φάσκων αὐτὸν τοῦ λυπεῖσθαι ἐπ’ ἀλλοτρίαις συμφοραῖς ἀπέχειν, ὥστε καὶ χαίρειν. μήποτε δὲ κατὰ τὴν ἔλλειψιν ὁ τοιοῦτος ᾖ, ἀλλ’ ὁ μὴ λυπούμενος ὅλως3 ἐπὶ μηδενὶ τῶν εὖ πραττόντων, μηδ’ ἂν τύχῃ ἀνάξιος ὤν, ὁ δὲ ἐπιχαιρέκακος ἤτοι ὁ αὐτὸς τῷ φθονερῷ· τοῦ γὰρ αὐτοῦ λυπεῖσθαι ἐπὶ ταῖς εὐπραγίαις τῶν πέλας καὶ χαίρειν ἐπὶ τοῖς κακοῖς αὐτῶν.
由于真实之物是可贵的,且真理与哲学性的自然禀赋最为亲和,故在真理上,既有在言辞和行动中皆行之正确的人,亦有犯错误的人。他将作为中道状态的德性称为真实,将依照它的人称为真实者,此人在与邻人的交往中,于言辞和行动上皆如其本然地表明属于自己的事物,既不向过大处夸饰,亦不向过小处贬损,因为他热爱并高度看重真理。在恶当中,对于在言辞和行动上向过大处虚伪造作的过度,他将其命名为自夸,并将拥有它的人称为自夸者——尽管先前那些自称懂得预言或智慧的人被称为自夸者,正如智者们所自称的那样,且大体上行骗者们拥有这个名称。但他把所有在言辞上将自身之事向过大处夸大的人皆命名为自夸者,并将这种恶命名为自夸;而对于通过言辞将自身之事向过小处贬低、假托自己所拥有的少于实际属于自己之物的人(他们自身亦是劣恶的,因为凡对虚假的执着皆是劣恶),他将他们命名为反讽者,将这种恶命名为反讽。然而在某些人看来,反讽并不是一种恶;因为他们说苏格拉底曾是反讽者。或许苏格拉底并非反讽者。其证据在于,他的同伴中没有一个人如此称呼他,倒是诸如色拉叙马霍斯或美诺这样完全误解他的大众如此称呼他。相反,看来他是通过将人类的智慧与神的智慧相比而自称一无所知。因为这些事情在柏拉图的《申辩》中亦被谈及。或许亦是因为防备粗俗与令人厌恶的做派,而非出于对虚假的热爱,他才在言及自身时向过小处说,这并不是反讽。抑或反讽有两种方式:一种是应受谴责的,属于造作虚妄并与虚假为伍之人;另一种则类似于风趣幽默,属于在言辞中防备令人厌恶做派之人。这些事情究竟如何,尚须考察。至于其余两种中道状态,由于二者皆关乎快适,其一关乎嬉戏中的快适,在那里优秀之人以适度且不令同伴痛苦的方式嬉戏。此类德性被称为机敏,拥有它的人被称为机敏者,而过度则是小丑行径,属于过度运用滑稽之人,既非按照应当的方式,亦非针对应当针对的人,而是逾越了所有前述的限定条件。他将不及命名为粗鄙,诸如逃避一切嬉戏之人所表现的那样。另一种是在整个生活当中关乎快适的中道状态,即友善,在那里朋友在快适方面以另一种方式、应时且按照应当的方式对待朋友。而在一个期望在一切时地皆显得令人愉悦之人身上向过大处的友善造作,若不为任何目的,便可称为阿谀顺从,依照它的人被称为顺从者;若为了利益和好处,则被称为谄媚者,其恶被称为谄媚;而不及者则是好争辩且难相处的人。在这些之后,他说在纯粹的情感本身中亦有某些中道状态,它们诚然是值得称赞的,但他并不称其为德性。因为德性关乎情感与行动,例如勇敢关乎恐惧与自信,但亦在于竞争并践行勇敢者的作为。而现今所说的中道状态仅存在于情感本身之中,而非在行动之中;例如羞耻,有羞耻心者是中道,而对一切皆感羞耻的人则是在情感上过度的某种受惊吓者,在羞耻上不及的人则是无耻者。义愤亦是一种被动的情感中道状态,是对劣恶之人不应得的亨通感到某种痛苦。过度则是嫉妒,属于对一切境遇良好者皆感痛苦的人,这无论如何属于嫉妒者。而在不及的方面,他安置了幸灾乐祸者,称其远离为他人的灾祸感到痛苦,以至于甚至为此高兴。然而或许此类人并不属于不及,倒是不对任何境遇良好者感到痛苦的人才属于不及,即便那人恰好是不配得的;而幸灾乐祸者或者与嫉妒者是同一个人,因为为邻人的亨通感到痛苦与为他们的灾祸感到高兴,乃是属于同一人的。
- 2.2τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν προσποίησιν ἐπὶ τὸ μεῖζον καὶ λόγῳ καὶ ἔργῳ οὖσαν, ὀνομάζει δὲ αὐτὴν ἀλαζονείαν
句首的 τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν 作为后继动词 ὀνομάζει 的宾语被前置(提宾/倒装),主句核心结构在 ὀνομάζει δὲ αὐτὴν [sc. τὴν ὑπερβολὴν] ἀλαζονείαν 处得以恢复。分词 οὖσαν 作为说明性述语修饰 τὴν ὑπερβολὴν。
- 2.2μήποτε δὲ οὐκ ἦν εἴρων ὁ Σωκράτης
μήποτε 搭配直陈式过去时(ἦν)构成表示审慎推测或委婉断言的句式(“或许苏格拉底并非反讽者”),用于委婉提出苏格拉底并非通俗贬义上的反讽者。
- 2.2μήποτε δὲ κατὰ τὴν ἔλλειψιν ὁ τοιοῦτος ᾖ, ἀλλ’ ὁ μὴ λυπούμενος ὅλως
μήποτε 搭配虚拟式(ᾖ)表达一种委婉的怀疑与反思(“或许此类人并不属于不及,倒是不……的人才属于不及”)。注疏者借此对亚里士多德将幸灾乐祸者置于义愤之不及地位的处理提出审慎的质疑。
