- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:52.19-54.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯解释了关于节制与大度的过度与不及的表现方式,随后探讨了亚里士多德对温和及其两极之恶的命名缘由,并辨析了为何关乎言行交往的三种中道状态(真实、机智、友善)有别于其他德性。
Τὴν δὲ σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας φησὶν εἶναι μεσότητα, οὐ περὶ πάσας ἀλλὰ τὰς σωματικάς, καὶ οὐ περὶ τὰς σωματικὰς ἁπάσας ἀλλὰ τὰς δι’ ἁφῆς, οἷον τὰς διὰ βρώσεως καὶ πόσεως καὶ ἀφροδισίων· ἧττον δὲ περὶ λύπας. ἡ γὰρ ἐνέργεια τοῦ σώφρονος περὶ ἡδονάς ἐστιν αἱρουμένου τὸ ἐν αὐταῖς μέσον. τοσοῦτον δὲ λέγεται περὶ τὰς λύπας [αὐτὸν] εἶναι ὅσον οὐ λυπεῖται ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἡδονῶν· ὑπερβολὴ δὲ ἡ ἀκολασία, ἡ δὲ ἔλλειψις ἀνώνυμος διὰ τὸ μὴ γίνεσθαι ἐλλείποντάς τινας, λεγέσθω δὲ ἀναισθησία. Ἐπεὶ δὲ ὁ ἐλευθέριος περὶ δόσιν καὶ λῆψιν χρημάτων τὸ μέσον αἱρούμενος, ἐν ἑκατέρῳ καὶ τῶν ἄκρων, θάτερος περὶ ἄμφω ἐστὶν ἁμαρτητικός.1 ἐναντίως δέ φησιν ὑπερβάλλουσι καὶ ἐλλείπουσιν· ὁ μὲν γὰρ ἄσωτος ἐν μὲν προέσει ὑπερβάλλει, ἐν δὲ λήψει ἐλλείπει, ὁ δ’ ἀνελεύθερος τοὐναντίον. ἐνίοτε δ’ ἁπλῶς ὑπερβολὴ μὲν λέγεται ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθερία· καὶ οὐκ ἀλόγως. ἔστι μὲν γὰρ περὶ ἀμφότερα, ὥσπερ εἴρηται, ὁ ἐλευθέριος, περὶ δόσιν καὶ λῆψιν, μᾶλλον δὲ περὶ δόσιν, καὶ περὶ τοῦτό ἐστιν ἡ προηγουμένη αὐτοῦ ἐνέργεια, ἡ δὲ λῆψις ἐξ ὑποθέσεώς ἐστιν αὐτῷ, εἰ ἐν χρείᾳ εἴη πολλῇ. περὶ ὃ οὖν ἐστιν ἡ προηγουμένη τοῦ ἐλευθερίου ἐνέργεια, ὑπερβάλλει μὲν ὁ ἄσωτος, ἐλλείπει δ’ ὁ ἀνελεύθερος. Ὅσα δὲ περὶ ἀρετῶν ἑξῆς ἢ κακιῶν διαλέγεται, ἐπεὶ ὕστερον ἐρεῖ ἀκριβέστερον, ὑπερκείσθω εἰς τότε. τοσοῦτον δὲ νῦν ἐπισκεπτέον πῶς περὶ ὀργὴν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἀνωνύμως εἶναι πρότερον λέγει. καίτοι ἡ πραότης καὶ ὁ πρᾶος καὶ ὑπὸ Πλάτωνος καὶ ὑπὸ τῶν ἄλλων τότε φιλοσόφων ὠνομάζετο· καὶ ἡ ὀργιλότης δὲ καὶ ὁ ὀργίλος κατὰ τὴν ὑπερβολὴν τεταγμένος παλαιὸν ὄνομα, ἴσως δὲ καὶ ἡ ἀοργησία παρ’ αὐτοῦ ὠνόμασται, καίτοι ἀόργητοί τινες ἀεὶ ἐλέγοντο ὑπὸ τῶν Ἑλλήνων. εἰ μὴ ἄρα ἡ μὲν πραότης ἔκειτο ἐπὶ τοῦ ἡσύχου ἢ ἀοργήτου, ἐπὶ δὲ τοῦ μέσως ἔχοντος πρὸς ὀργὰς καὶ ὅτε μὲν δεῖ ὀργιζομένου καὶ ὡς δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμούς, πάλιν δὲ μὴ ὀργιζομένου, ὅτε μὴ προσήκει, αὐτὸς ἔθετο τὸ τοῦ πράου ὄνομα καὶ πραότητα ὠνόμασε τὴν τοιαύτην ἀρετήν. πάλαι δὲ ὀργίλος μὲν ὠνομάζετο κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ δύναμιν, αὐτὸς δὲ ἤνεγκε τοὔνομα ἐπὶ τὸν ἔχοντα τὴν ἕξιν, καθ’ ἣν ὑπερβαλλόντως κατέχεται ὑπὸ ὀργῆς· τὴν δὲ ἔλλειψιν ἀοργησίαν ὠνόμασε. καὶ γὰρ οὐδ’ ἂν εὕροιμεν ἐπὶ τῶν ἄλλων κακιῶν παρωνομασμένας αὐτὰς ἀπὸ τῶν παθῶν διὰ τὸ τὰς δυνάμεις παρωνομάσθαι,2 οἷον ἐπὶ τῆς ἀνδρείας ὁ μὲν ἐλλείπων δειλὸς καλεῖται, ὁ δὲ ὑπερβάλλων θρασύς. οὗτος δὲ δοκεῖ μὲν ἀπὸ τοῦ θάρσους ὠνομάσθαι. οὐ μὴν ἔχει οὕτως· μεταβέβληκε γὰρ τοὔνομα καὶ θρασὺς ὀνομάζεται. ἐπὶ δὲ τῆς σωφροσύνης οὐχὶ ἡδονικὸς λέγεται ὁ ὑπερβάλλων ἀλλ’ ἀκόλαστος, ὁ δὲ ἐλλείπων ἀναίσθητος. ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐπὶ δὲ τῆς πραότητος ἀνωνύμων οὐσῶν τῶν κατὰ τὰς ὑπερβολὰς καὶ ἐνδείας ἕξεων, παρωνόμασεν αὐτὰς ἀπὸ τῶν παθῶν. Μετὰ δὲ ταύτας λέγει τρεῖς εἶναι μεσότητας, ἐχούσας μέν τινα κοινωνίαν πρὸς ἀλλήλας, διαφερούσας δ’ ἀλλήλων· λέγει δὲ αὐτὰς πάσας περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι. διαπορεῖται δὲ τοῦτο εἰ μὴ περὶ πάσας τὰς ἀρετὰς ἔστι τὸ περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι.3 ἢ τῶν λοιπῶν ἀρετῶν αἱ ἐνέργειαι πλὴν τῆς δικαιοσύνης γίνοιντ’ ἂν καὶ καθ’ ἑαυτὸν τῷ ἐναρέτῳ, οἷον ὁ σώφρων οὐ μόνον ἐν τῇ πρὸς ἄλλον κοινωνίᾳ χρῆται τῷ σωφρονεῖν ἀλλὰ καὶ πρὸς αὑτὸν ἐν διαίτῃ ἐν ἀμπεχόνῃ τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον. ἔστι δὲ καὶ ἐν πράξεσιν ἄνευ τοῦ λέγειν δυνατὸν χρῆσθαι τῇ σωφροσύνῃ· ὁμοίως δὲ καὶ ἐπὶ ἀνδρείας καὶ ἐλευθεριότητος καὶ τῶν ἄλλων ἀρετῶν. καὶ γὰρ πρὸς αὑτὸν ἐλευθέριος 〈ὁ〉 ὡς δεῖ ἀναλίσκων εἰς ἑαυτόν ἢ ἀνδρεῖος ὁ μὴ φοβούμενος μηδὲ ταραττόμενος ῥᾳδίως ὑπὸ τῶν προσδοκωμένων δεινῶν ἢ κακῶν. ἡ δὲ δικαιοσύνη ἐστὶ μὲν ἐν κοινωνίᾳ πάντως, ἀλλ’ ἔστι καὶ μὴ λέγοντα χρῆσθαι αὐτῇ. αἱ δὲ λεγόμεναι νῦν τρεῖς ἕξεις πάντως ἐν κοινωνίᾳ λόγων εἰσὶ καὶ πράξεων· δῆλον δ’ ἐξ αὐτῶν· ὀνοματοποιεῖ δὲ τὰ πολλὰ καὶ ἐκ τοῦδε δὲ φανερὸν ἔσται.
他说节制是关乎快乐与痛苦的中道状态,并非关乎一切快苦,而是身体性的快苦,亦非关乎一切身体性的快苦,而是通过触觉的快苦,例如通过饮食与性爱的快苦;但在较小程度上关乎痛苦。因为节制者的活动是关乎快乐的,他在其中选择中道。他之所以被说成关乎痛苦,仅在于他在快乐缺失时不感痛苦;过度是放荡,而不及由于并不产生此类有缺失的人因而是无名的,但姑且称之为麻木。既然大度者是在财富的给予与获取上选择中道的人,那么在两极的每一方中,另一方都是在两者上皆犯错误的。但他指出,他们是以相反的方式过度与不及的;因为挥霍者在耗费上过度而在获取上不及,而吝啬者则相反。有时挥霍被直接称为过度,吝啬被称为不及;这并非不合逻辑。因为正如所说,大度者固然关乎两者,即给予与获取,但更多是关乎给予,他的首要活动乃是关乎此事的,而获取对他而言则是附带条件的,即若处于重大匮乏之中。因此,在大度者的首要活动所关乎的事物上,挥霍者过度,而吝啬者不及。至于他接下来所论述的关于诸德性或恶的其余内容,既然他随后会更精确地论及,便留待那时再谈。现在只需考察这一点:为何他此前说关乎愤怒的中道、过度与不及是无名的。然而温和与温和者无论在柏拉图那里还是在当时的其余哲学家那里都已被命名;属于过度方面的易怒与易怒者亦是古已有之的名称,或许不怒亦是由他命名的,尽管某些人一直被希腊人称为不发怒者。除非当时温和被用来指称安静者或不发怒者,而对于在愤怒上持中道态度的人——即在应当发怒之时、以应当之方式并依照其余限定条件发怒,而在不适宜之时又不发怒的人——是他自己赋予了温和者这一名称,并将此类德性命名为温和。古时人们是依照自然禀赋与潜能被称为易怒者的,但他自己却将此名称移用于拥有某种品质的人,依照该品质其人过度地被愤怒所支配;而他将不及命名为不怒。实际上,在其余的恶上,我们亦无法发现它们由于潜能派生自情感而同样派生自情感被命名;例如在勇敢上,不及者被称为懦夫,过度者被称为鲁莽者。后者似乎是派生自自信而得名的,然而事实并非如此;因为名称已发生转变,他被称为鲁莽者。在节制上,过度者不被称为纵欲者而被称作放荡者,不及者被称作麻木者。其余德性亦是如此。但在温和上,由于依照过度与不及的品质是无名的,他便将它们从情感中派生出来命名。在这些之后,他说有三种中道状态,它们彼此之间既有某种共通之处,又互有差异;并且他说它们皆是关乎言辞与行动的交往的。然而人们对此提出疑问:关乎言辞与行动的交往,难道不属于一切德性吗?抑或除了正义之外,其余德性的活动对于有德之人亦可针对自身而产生?例如节制者不仅在与他人的交往中运用节制,亦在日常生活的饮食、衣着以及其余事项上针对自身运用节制。而且在行动中不说话亦能运用节制;在勇敢、大度以及其余德性上亦是同样。因为按照应当的方式为自身消费的人是对自身的大度者,不被预期的可怕之事或祸患轻易吓退或扰动的人则是勇敢者。正义诚然完全在于交往之中,但亦有可能在不说话的情况下运用它。然而现今所说的这三种品质则完全在于言辞与行动的交往之中;这从它们自身即可明白,并且他大多造了新名,由此亦将变得显明。
- 2.2Ἐπεὶ δὲ ὁ ἐλευθέριος περὶ δόσιν καὶ λῆψιν χρημάτων τὸ μέσον αἱρούμενος, ἐν ἑκατέρῳ καὶ τῶν ἄκρων, θάτερος περὶ ἄμφω ἐστὶν ἁμαρτητικός.
在句法上,ἐπεί 从句的主要动词(如 ἐστί)在分词 αἱρούμενος 处被省略,或者构成了一种格失调(破格句)。主句的主语 θάτερος(“[两极中的]另一方”)指代相对于处于中道的大度者而言处于两极的人(挥霍者与吝啬者),表明二者在给予与获取两个方面皆犯有错误。
- 2.2καὶ γὰρ οὐδ’ ἂν εὕροιμεν ἐπὶ τῶν ἄλλων κακιῶν παρωνομασμένας αὐτὰς ἀπὸ τῶν παθῶν διὰ τὸ τὰς δυνάμεις παρωνομάσθαι
παρωνομασμένας 是动词 εὕροιμεν 的补充属表分词,修饰宾语 αὐτάς(其余诸恶)。表示原因的介词短语 διὰ τὸ ... παρωνομάσθαι(“由于潜能被派生命名”)构成了对比论证的核心:不能因为情感能力(δυνάμεις)派生自情感得名,就认为恶德(品质)本身也直接派生自情感得名。
- 2.2διαπορεῖται δὲ τοῦτο εἰ μὴ περὶ πάσας τὰς ἀρετὰς ἔστι τὸ περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι.
由 εἰ μή 引导的从句在此用作表达疑问与顾虑的间接疑问从句(“是否并非……”)。它承接代词 τοῦτο,以冠词加不定式短语 τὸ περὶ λόγων καὶ πράξεων κοινωνίαν εἶναι(“关乎言行的交往”)作为主语/表语内容,引出了“此种特征难道不适用于一切德性吗”这一疑难(aporia)。
