- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:51.1-52.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西乌斯指出正如某些恶与不良行为不容纳中道一样,亦有一些行为和情感在其名称中即包含着善,接着通过将实践哲学中的普遍言述与几何学及医学相对比来阐明其对个别事例的依赖性,并着重探讨了亚里士多德对勇敢及围绕恐惧与自信的过度和不及之诸恶的图表式划分与不对称命名。
εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐδὲν θαυμαστὸν καὶ τὰς εἰρημένας πράξεις μοιχείαν καὶ κλοπὴν μὴ ἔχειν τὸ μέσον ἀλλ’ ὅλην εἶναι τὴν πρᾶξιν κακήν, ὁμοίως δὲ καὶ τὰ λεχθέντα πάθη, ὅπως ἂν γίνηται, ἡμαρτημένα εἶναι, φθόνον ἐπιχαιρεκακίαν ἀναισχυντίαν. ἆρ’ οὖν πάθη μέν ἐστιν οὐκ ἐπιδεχόμενα τὸ εὖ, ὁμοίως δὲ καὶ πράξεις, πάθη δὲ ἕτερα οὐκ ἔστιν οὐδὲ πράξεις καὶ τὸ φαῦλον ὅλως οὐκ ἐπιδεχόμεναι; ἢ οὐκ ἄπορον καὶ τοιαῦτα εὑρεῖν οἷον νέμεσιν μὲν καὶ αἰδῶ, πάθη ἐπαινετά, ἀριστείας τυραννοκτονίας, πράξεις ἐπαινετὰς συνειλημμένον ἐχούσας τὸ εὖ ἐν τῷ ὀνόματι;1 Ἐπεὶ δὲ καθόλου εἴρηται περὶ ἀρετῆς, ὅτι τίς ἐστι μεσότης, ἐν δὲ τοῖς περὶ τὰς πράξεις λόγοις οἱ μὲν κοινότεροι καθόλου εἰσίν, ὥς φησιν, οἱ δ’ ἐπὶ μέρους ἀληθινώτεροι (περὶ γὰρ τὰ καθ’ ἕκαστα αἱ πράξεις), βούλεται καθ’ ἑκάστην ἀρετὴν καὶ κακίαν εἰπὼν δεῖξαι μεσότητα μὲν τὴν ἀρετήν, τῶν δὲ κακιῶν τὴν μὲν ὑπερβολὴν τὴν δὲ ἔλλειψιν. διὰ τί δὲ λέγει κοινοτέρους εἶναι τοὺς λόγους ἐν τοῖς πρακτικοῖς, γένοιτ’ ἂν ὧδε γνώριμον· ἐν μὲν γὰρ ταῖς ἐπιστήμαις οἱ καθόλου λόγοι οὐ δείκνυνται διὰ τῶν καθ’ ἕκαστα οὐδὲ ἐκ τῶν ἐπὶ μέρους, λέγω δὲ ἐν ταῖς κυρίως ἐπιστήμαις, ἀλλὰ διὰ τῶν καθόλου. ὁ γὰρ γεωμέτρης, ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, οὐ δείκνυσιν ἐκ τῶν καθ’ ἕκαστα τριγώνων ἐπαγωγῇ χρώμενος, οἷον ἐπεὶ τόδε τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς καὶ τόδε καὶ ἕκαστον τῶν ἐν μέρει, διὰ τοῦτο καὶ καθόλου ἀληθὲς πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· ἀλλ’ ἀποδείξει κέχρηται καθολικῇ καὶ δείκνυσι τοῦθ’ οὕτως ἔχειν. ἐν δὲ τοῖς πρακτικοῖς ἡ τοῦ καθόλου πίστις ἐκ τῶν ἐν μέρει, ὡς ἔστιν ἰδεῖν καὶ ἐπὶ ἰατρικῆς. ὅτι γὰρ τὸ θερμαντικὸν ἀνίησι καὶ χαλᾷ, ἐκ τῶν ἐν μέρει πιστοῦται. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν κατὰ τὰς ἀρετάς· ὅτι γὰρ μεσότης, οὐκ ἐξαρκεῖ καθόλου εἰπεῖν, ἀλλὰ καὶ ἐφ’ ἑκάστης ἀρετῆς ἐπιόντα χρὴ δεικνύναι μεσότητα αὐτήν· εἰ δὲ μή, κενοὶ γίνονται οἱ καθόλου λόγοι, μὴ ἐφαρμόττοντες τοῖς ἐν μέρει καὶ καθ’ ἕκαστα· καὶ γὰρ αἱ πράξεις ἐν τῷ καθ’ ἕκαστά εἰσι· διὰ δὴ τοῦτο, ἐπὶ κεφαλαίων διέγραψε τὰς ἀρετὰς καὶ τὰς ἐφ’ ἑκάτερα ἑκάστης αὐτῶν κακίας, καὶ δεῖ ὑπογεγράφθαι·2 τοῦτο γὰρ ἔοικε βούλεσθαι, ἅμα δὲ καὶ λόγῳ διὰ βραχέων περὶ ἑκάστης αὐτῶν ἐπέξεισι. περὶ μὲν οὖν φόβους καὶ θάρρη, πάθη ὄντα, μεσότης ἀνδρεία ἐστίν, αἱρουμένη τὸ μέσον ἐφ’ ἑκατέρων τῶν παθῶν· ὁ δὲ κατὰ τὴν ὑπερβολὴν τεταγμένος τὰ μὲν πολλὰ εἴωθε λέγεσθαι θρασύς, νῦν δέ τινας δύο λέγει τοὺς ὑπερβάλλοντας, τὸν μὲν τῷ μὴ φοβεῖσθαι ἀνώνυμον ὄντα, τὸν δὲ τῷ θαρρεῖν ὑπερβάλλοντα θρασύν. πῶς δὲ ἀνώνυμον λέγει τὸν τῇ ἀφοβίᾳ ὑπερβάλλοντα; ἡ μὲν γὰρ κακία ἀφοβία, αὐτὸς δὲ ἄφοβος λέγεται· ἢ ὡς οὐκ ὠνομασμένου πρότερον;3 διὰ γὰρ τὸ μηδὲ εἶναί τινας τοιούτους οὐδ’ ὠνόμασται ἡ τοιαύτη κακία οὐδ’ ὁ κατ’ αὐτὴν μοχθηρός. εἴη δ’ ἂν οὗτος ὁ μηδὲν ὅλως φοβούμενος μηδὲ τὰ μέγιστα καὶ ὑπὲρ ἄνθρωπον, οἷον σεισμῶν ὑπερβολὴν ἢ κεραυνῶν. τὰ μὲν δὴ πολλὰ καὶ ὁ ἀνδρεῖος ἄφοβος· ὁ δὲ κατὰ τὴν κακίαν τεταγμένος μαινόμενός τις ὡς εἰπεῖν καὶ οὐδὲ πρὸς τὰ ὑπὲρ ἄνθρωπον ἐνδιδούς. δοκεῖ μὲν οὖν καὶ ὁ θρασὺς ἄφοβος εἶναι, πλὴν διαφοράν γέ τινα ἔστιν αὐτῶν εὑρεῖν, ὅτι ὁ μὲν θρασὺς καὶ ἰτητικός τίς ἐστιν ἐπὶ τὰ δεινά, ὁ δὲ ἄφοβος ἐν αὐτῷ μόνῳ νοεῖται τῷ μὴ φοβεῖσθαι. ἴσως δὲ ὁ μὲν θρασὺς καὶ ἄφοβος, ὁ δὲ ἄφοβος οὐ πάντως θρασὺς οὐδὲ ἰτητικός. οὐκέτι δὲ κατὰ τὴν ἔλλειψιν δύο ἀντέθηκε· τὸν μὲν τῷ ἀφόβῳ ἐνδέοντα τῇ ἀφοβίᾳ, τὸν δὲ τῷ θρασεῖ ἐνδέοντα τῷ θαρρεῖν, ἀλλ’ ἕνα ἐποίησε τῶν κατὰ τὴν ἔλλειψιν τὸν δειλόν, ὑπερβάλλοντα μὲν τῷ φοβεῖσθαι, ἐλλείποντα δὲ τῷ θαρρεῖν. καίτοι εἰ καὶ ἴσως δυνατὸν ἦν ἐπινοεῖν, πάντως ὁ ἐλλείπων τῷ θαρρεῖν ὑπερβάλλει τῷ φοβεῖσθαι καὶ ὁ ὑπερβάλλων τῷ φοβεῖσθαι ἐλλείπει τῷ θαρρεῖν. ἴσως δὲ καὶ διὰ τοῦτο ἓν ἀντέθηκεν ὡς δυνατὸν μὲν καὶ μίαν ἔλλειψιν ποιεῖν καὶ μίαν ὑπερβολήν· δυνατὸν δὲ καὶ δύο ὑπερβολὰς καὶ δύο ἐλλείψεις, εἴ τις ἐπινοεῖν βούλοιτο.
如果这些情况是如此,那么前述的行为(即通奸与盗窃)不具有中道,而是行为整体皆为恶,同样前述的情感(嫉妒、幸灾乐祸与无耻)无论如何发生皆为错误,这就不足为奇了。那么,难道在存在着不容纳善的情感、同样亦存在着这类行为的同时,就不存在完全不容纳劣恶的其他情感与行为吗?或者,找到诸如此类的事物亦非难事,例如义愤与羞耻(值得称赞的情感),以及战功与诛戮僭主(在其名称中便已包含了善的值得称赞的行为)?既然总体上关于德性已言明它是一种中道状态,而正如他所说,在关于行为的言述中,较为共通的言述是普遍的,而关于个别部分的言述则更为真实(因为行为是关于个别事物的),因此他希望在论述了每一种德性与恶之后,表明德性是中道状态,而在诸恶中一者为过度,另一者为不及。为什么他说在实践事务中言述是更为共通的,可以通过如下方式变得显明:因为在诸门知识中,普遍的言述并不是通过个别事物亦非从个别部分被证明的——我指的是严格意义上的知识——而是通过普遍者被证明的。因为几何学家证明三角形的三内角之和等于两直角,并不是通过使用归纳法从个别的三角形出发,就好像因为这一个三角形的三内角等于两直角,而这一个也是,且个别三角形中的每一个皆如此,因此在普遍上断言一切三角形的三内角皆等于两直角亦是真实的;相反,他使用的是普遍的论证,并以此表明事情是如此的。但在实践事务中,对普遍者的确信来自于个别部分,这在医学中亦可见到。因为使之发热之物能舒缓与松弛,乃是从个别情况中得到确信的。对于依照德性的事物,情况亦是如此;因为关于它是中道状态,仅仅普遍地言说并不足够,而是必须进而考察每一种德性,表明它本身就是一种中道状态;否则,普遍的言述便会变得空洞,不能切合于个别的与单个的事物;因为行为正是在个别事物之中的。正因如此,他提纲挈领地勾画了诸德性以及在它们各自两侧的恶,并且应当附有图表;因为他似乎意在如此,同时他在言述中亦简要地逐一考察了它们每一项。那么,关于作为情感的恐惧与自信,中道状态是勇敢,它在两种情感中皆选择中道;而在过度方面被排定的人,通常习惯被称为鲁莽者,但如今他说过度者有两类,一者在不惧怕上〔过度〕且是无名的,另一者则因在自信上过度而是鲁莽的。然而他怎么会说在无惧上过度的人是无名的呢?因为这种恶被称为无惧,而他本人被称为无惧者;或者这是因为此前并未被如此命名?因为由于甚至没有任何这样的人存在,所以此类恶亦未被命名,依照此恶的卑劣者亦未被命名。而这当指那种全然不惧怕任何事物的人,哪怕对于极其重大和超越人之限度的事物(例如过度的地震或雷击)亦不惧怕。通常勇敢者亦是无惧的;但依照恶被排定的人,可以说是某种狂人,甚至面对超越人之限度的事物亦不屈服。虽然鲁莽者似乎亦是无惧的,但可以在他们之间发现某种差别,因为鲁莽者也是主动冲向可怕事物的人,而无惧者则仅仅在不惧怕这一事实本身中被理解。或许鲁莽者亦是无惧者,但无惧者却绝不必然是鲁莽的或主动冲上前去的。然而在不及方面,他不再对立置入两个人物——即一个相对于无惧者而在无惧上不及的人,以及另一个相对于鲁莽者而在自信上不及的人——而是只设定了一个属于不及方面的人,即懦夫,他在惧怕上过度,在自信上不及。尽管即便或许能够设想出这种情况,但在自信上不及的人无论如何都会在惧怕上过度,而在惧怕上过度的人亦必然在自信上不及。或许正因如此他才只对立置入了一个,因为既可能设定一个不及和一个过度,若有人愿意设想,亦可能设定两个过度和两个不及。
- 2.2συνειλημμένον ἐχούσας τὸ εὖ ἐν τῷ ὀνόματι
该表达与前一文本块中的 μετὰ τῆς φαυλότητος συνειλημμένα(连同劣恶一起被包含)相呼应。完成时被动分词 συνειλημμένον 作为宾语 τὸ εὖ 的谓词性补足语,与 ἐχούσας 构成迂回结构,意为“在其名称中包含着善”。
- 2.2καὶ δεῖ ὑπογεγράφθαι
非人称动词 δεῖ 支配完成时被动不定词 ὑπογεγράφθαι。其逻辑主语由上下文承接前文 διέγραψε(勾画)而来,指图表或纲要(διάγραμμα 或 ὑπογραφή),意即“应当在下文附有图表/纲要已被画出”。
- 2.2ἢ ὡς οὐκ ὠνομασμένου πρότερον;
这是一个由表示理由的 ὡς 引导中性单数非人称属格独立结构(οὐκ ὠνομασμένου)构成的省略式疑问句,意为“或者是因为此前未曾被命名?”。
