- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:49.14-51.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修阐明了诸如通奸和杀人等因其名称本身即蕴含劣恶而不容纳中道的情感与行为,并解释了为何诸恶自身不再容纳进一步的中道、过度或不及。
ἔνια μὲν γὰρ τῶν παθῶν ἐπιδέχεται μεσότητα, ὅταν ᾧ δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ πρὸς οὓς δεῖ καὶ κατὰ τοὺς ἄλλους γίνηται διορισμούς· ἢ γάρ ἐστι καθ’ ὑπερβολήν, ὅταν ἐπὶ πλεῖον ἤδη γίνηται ἢ πρὸς οὓς οὐ δεῖ ἢ ὅλως κατὰ παράβασίν τινα τῶν διωρισμένων περὶ τῆς μεσότητος· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ κατ’ ἔλλειψιν ὀργὴ ἡμαρτημένον ἐστὶ τῷ ἐνδεῖν τοῦ προσήκοντος μέτρου. καὶ μὴν ἐπὶ τῶν πράξεών εἰσί τινες ἐπιδεχόμεναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔνδειαν, οἷον ἐπὶ δόσει χρημάτων· καὶ γὰρ ἐπὶ πλέον δοῦναι ἔστιν, ὅπερ τῆς καθ’ ὑπερβολὴν κακίας ἔργον, καὶ ἐπ’ ἔλαττον, ὅπερ τῆς κατ’ ἔλλειψιν, καὶ μέσως, ὅπερ μόνης τῆς ἀρετῆς ἔργον ἐστίν. ἐν μὲν οὖν τοῖς τοιούτοις πάθεσι καὶ ταῖς τοιαύταις πράξεσίν ἐστι καὶ ἡ ὑπερβολὴ καὶ ἡ μεσότης καὶ ἡ ἔνδεια· ἔνια δὲ πάθη καὶ ἔνιαι πράξεις οὐκ ἐπιδέχονται τὸ μέσον, ἀλλ’ εὐθύς, ὥς φησιν, ὠνόμασται τὸ πάθος ἢ ἡ πρᾶξις μετὰ τῆς φαυλότητος συνειλημμένα· οἷον ἐν μὲν πάθεσιν ἐπιχαιρεκακία φθόνος ἀναισχυντία, ἐν δὲ πράξεσι μοιχεία κλοπὴ ἀνδροφονία. οὐ γὰρ ἔστιν εἰπεῖν τὸν μέν τινα εἶναι μέσον φθόνον καὶ ἐπαινετόν, τὸν δέ τινα ὑπερβάλλοντα καὶ τοῦτον ψεκτόν, ἀλλ’ ἁπλῶς ὁ φθόνος κακόν· ὁμοίως καὶ ἐπιχαιρεκακία καὶ ἀναισχυντία. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν εἰρημένων πράξεων ἔχει· οὔτε γὰρ ἐν τῇ μοιχείᾳ οὔτε ἐν τῇ ἀνδροφονίᾳ οὔτε ἐν τῇ κλοπῇ κατορθοῦν οὐδέποτε ἔστιν οὔτε δὲ εὖ ἢ τὸ μέσον ἐπαινετὸν ἐν αὐτοῖς ἐν τῷ ἣν δεῖ καὶ ὅτε δεῖ καὶ ὡς δεῖ μοιχεύειν,1 ἀλλ’ ἁπλῶς τὸ ποιεῖν ὁτιοῦν κακὸν καὶ ἀδίκημά ἐστιν. οὐ δεῖ δὲ ταράττεσθαι ὑπὸ τῶν λεγόντων τινὰς μοιχείας ἐπαινετάς, οἷον εἴ τις τυράννου γυναῖκα διαφθείρας τούτῳ τῷ τρόπῳ προσελθὼν καὶ ἀποκτείνας τὸν τύραννον ἐλευθερώσειε τὴν πατρίδα· οὐ γάρ ἐστι μοιχεία τοῦτο, ἀλλὰ νῦν ἐμφαίνει κατὰ τοὔνομα ἡ μοιχεία τὴν ἀκολασίαν καὶ τὴν ἧτταν τῶν ἡδονῶν καὶ τὴν παρανομίαν, καθάπερ καὶ ἡ ἀνδροφονία οὐ λέγεται τὸ ὅπως ἀποκτεῖναί τινα· ἀποκτεῖναι γὰρ ἄν τις δικαίως καὶ ἐπαινετῶς, οἷον πολέμιον λῃστήν· ἀλλ’ ἐν τῷ ὀνόματι τῆς ἀνδροφονίας παρείληπται τὸ ἀδίκως καὶ παρανόμως ἀποκτεῖναι. † Χεῖρον δὲ εἰς τὸ μὴ εἶναι μεσότητα μηδεμίαν ἐν ταῖς εἰρημέναις πράξεσι, μεταβαίνει ἐπὶ τὰς μοχθηρὰς ἕξεις,2 ἐκ τούτων ἐνδεικνύμενος τὸ προκείμενον αὐτῷ. ὥσπερ γὰρ περὶ τὸ ἀδικεῖν καὶ ἀκολασταίνειν καὶ δειλαίνειν οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, ἀλλ’ ὅλη ἡ τοιαύτη ἕξις ἡμαρτημένη ἐστίν, οὕτως οὐδ’ ἐν ταῖς εἰρημέναις πράξεσιν ἔνεστιν ὑπερβολὴ καὶ μεσότης καὶ ἔνδεια. ζητεῖται δὲ πῶς εἶπε περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν μὴ εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. εἰ γάρ εἰσιν ἀνέσεις καὶ ἐπιτάσεις ταῖς κακίαις, εἴη ἂν καὶ ἐπίτασις καὶ ἄνεσις ἐν τῇ δειλίᾳ, ὁμοίως καὶ ἐν τῇ ἀκολασίᾳ, ὥστε οὐδὲν κωλύει ὑπερβολῆς ὑπερβολὴν εἶναι ἄλλην ἄλλης μᾶλλον καὶ ἐλλείψεως ἔλλειψιν. ἢ διχῶς λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἡ ἐν ταῖς κακίαις,3 ἡ μὲν ἐν αὐτῇ τῇ κακίᾳ ὥστε ἄλλην ἄλλης ὑπερβάλλειν μᾶλλον καὶ ἄλλην ἄλλης μᾶλλον ἐνδεῖν, ἄλλως δὲ λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ὡς πρὸς τὴν μεσότητα καὶ ἀρετήν. κατὰ μὲν οὖν τὸ πρότερον τῶν ῥηθέντων ἐνδέχεται ὑπερβάλλεσθαι ἄλλην ὑπ’ ἄλλης κακίας καὶ ἐπιτείνεσθαι μᾶλλον καὶ ἀνίεσθαι, ὡς δὲ πρὸς τὴν μεσότητα σκοποῦντι οὐκ ἔστι τῆς ὑπερβολῆς τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις. ἔσται γὰρ οὕτως τις, φησί, μεσότης καὶ ἀρετὴ ἐν αὐτῇ τῇ κακίᾳ· τοῦτο δὲ ἀδύνατον. κατὰ δὴ τοῦτον τὸν λόγον οὔτε ὑπερβολὴ ὑπερβολῆς ἔσται οὔτε ἔλλειψις ἐλλείψεως, ἵνα μὴ μεσότητες ὦσιν ἐν ταῖς κακίαις. ἔτι δὲ καὶ ἐκ τῶν ἀρετῶν δῆλον· ὥσπερ γὰρ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας καὶ ὅλως τῆς ἀρετῆς μεσότητος οὔσης οὐκ ἔστιν ἐν αὐτῇ τῇ μεσότητι τὸ μὲν ὑπερβολὴ τὸ δὲ ἔλλειψις τὸ δὲ μέσον, διὰ τὸ 〈τὸ〉 μέσον εἶναι ἄκρον κατὰ τὸ εὖ καὶ ὡρίσθαι· τοῦτο δὲ εἰ ἔχει οὕτως, οὐδὲ τῶν κακιῶν ἐστι μεσότης οὐδ’ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ’ ὡς ἂν πράττηται τὰ κατὰ τὴν κακίαν, ἁμαρτάνεται, καὶ τῶν ἐφ’ ἑκάτερα μερῶν τῆς ἀρετῆς τὸ μὲν ὑπερβολή ἐστι πᾶν, τὸ δ’ ἔλλειψις.
因为某些情感容纳中道状态,即当它在对合宜的对象、在合宜的程度、针对合宜的人以及依照其他限定发生之时;因为当它已经在更大程度上发生,或者针对不合宜的人,或者总体上依照对有关中道状态所规定的诸条件的某种违背发生时,它就是属于过度的;以同样的方式,依不及而发的愤怒亦因缺少应有的分寸而成为一种错误。而且确实在行为方面,也有一些容纳中道状态、过度与不及,例如在给予财物上;因为多给是可能的,这属于依过度的恶之作为,少给也是可能的,这属于依不及的恶之作为,适度给予也是可能的,这纯粹是德性的作为。因此,在这些情感与这些行为中,既存在过度,也存在中道状态与不及;但某些情感与某些行为并不容纳中道,而是正如他所说,这种情感或行为一开始就是连同劣恶一起被命名的;例如在情感中,幸灾乐祸、嫉妒、无耻,在行为中,通奸、盗窃、杀人。因为不能说某一种嫉妒是中道的且值得称赞,而另一种嫉妒是过度的且当受谴责,而是嫉妒根本就是恶;同样幸灾乐祸与无耻亦然。对于前述的行为也是同样的道理;因为无论在通奸中、在杀人中,还是在盗窃中,决不可能做对,在它们之中亦不存在通过与合宜之人、在合宜之时以及以合宜之方式通奸而做得好或值得称赞的中道,而是做〔其中〕任何一件事根本就是恶与不义行为。亦不应受那些声称某些通奸值得称赞者之困扰,例如有人勾引了僭主的妻子,以这种方式接近并杀死了僭主,从而解放了祖国;因为这并不是通奸,而是通奸这个名称如今依照其词义表明了放纵、对快乐的屈服以及违法,正如杀人并不是指无论以何种方式杀死某人一样;因为一个人也可能出于正义且值得称赞地杀人,例如杀死敌人或强盗;但在杀人这个名称中,已经包含了不义且违法地杀死。为了表明在前述行为中不存在任何中道状态,他转向了卑劣的品质,借此表明他所提出的论点。因为正如关于行不义、放纵与懦弱并不存在过度、不及与中道状态,而是整类品质皆为错误,同样在前述行为中亦不存在过度、中道状态与不及。然而人们探究:他怎么会说关于行不义与懦弱不存在中道状态、过度与不及呢?因为如果对于诸恶存在着减弱与增强,那么在懦弱中亦会有增强与减弱,同样在放纵中亦然,从而没有任何东西妨碍存在过度的过度(一者比另一者更甚)以及不及的不及。或者,诸恶中的过度与不及乃是以双重方式言说的:一种是在恶自身之中,以致一者比另一者更为过度,一者比另一者更为不及;另一种过度与不及则是就相对于中道状态与德性而言说的。因此,依照前一种所说的方式,一种恶有可能被另一种恶所超过,并且更加增强或减弱;但对于着眼中道状态来考察的人而言,过度的部分并不存在一者为过度而另一者为不及。因为他说,这样一来在恶自身中就会存在某种中道状态与德性;而这是不可能的。因此依照这一定理,既不会有过度的过度,亦不会有不及的不及,以免在诸恶中出现中道状态。再者,从诸德性中这也是显而易见的;因为正如节制、勇敢以及总体上的德性作为中道状态,在这中道状态自身中并不存在一者为过度、一者为不及、一者为中道,乃是因为中道就善而言是一个极点并且是已被规定的;若事情是这样,那么诸恶亦不存在中道状态,亦不存在过度与不及,而是无论依照恶行事如何发生,皆属犯错,并且在德性两侧的部分中,一侧全部是过度,而另一侧全部是不及。
- 2.2οὔτε δὲ εὖ ἢ τὸ μέσον ἐπαινετὸν ἐν αὐτοῖς ἐν τῷ ἣν δεῖ καὶ ὅτε δεῖ καὶ ὡς δεῖ μοιχεύειν
省略了主要存在动词(ἔστι 或 ἔνεστι)的并列分句。介词短语 ἐν αὐτοῖς(“在它们之中”)之后紧接着详细规定具体内容的 ἐν τῷ... μοιχεύειν(“在……通奸之中”),构成双重介词短语结构。εὖ 与 τὸ μέσον ἐπαινετόν 并列,作谓语性的“做得好”。
- 2.2† Χεῖρον δὲ εἰς τὸ μὴ εἶναι μεσότητα μηδεμίαν ἐν ταῖς εἰρημέναις πράξεσι, μεταβαίνει ἐπὶ τὰς μοχθηρὰς ἕξεις
传抄存在讹误之处(标有†)。句首的 Χεῖρον 似乎是某种分词或名词短语的讹误;从句法骨架上看,εἰς τὸ μὴ εἶναι... 作为表示目的或结果的介词加带冠词不定式短语,从属于主句 μεταβαίνει ἐπὶ τὰς μοχθηρὰς ἕξεις(“他转向了卑劣的品质”)。
- 2.2ἢ διχῶς λέγεται ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἡ ἐν ταῖς κακίαις
小词 ἢ 引入了对前述疑难的解决方案(“或者……”)。它区分了过度与不及的两种含义:其一为恶德内部的相互比较(κατὰ τὸ πρότερον),其二为相对于中道与德性的考察(ὡς πρὸς τὴν μεσότητα)。
