- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:47.30-49.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯基于错误的多样性与正确的单一性(援引毕达哥拉斯学派及射箭比喻)补充论证了德性是一种中道状态,解释了德性定义的各个组成部分,并通过《后分析篇》中因果定义与结论性定义的区分(以几何学中的正方形化为例),解决了德性就实体而言是中道状态、而就善而言则是极点这一疑难。
μεσότης τις ἄρα ἤδη ἐστὶ καὶ ἡ ἀρετὴ διὰ τοῦτο, ἐπειδὴ στοχαστική ἐστι τοῦ μέσου. ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστιν. ὅτι ἡ κακία ἐν ὑπερβολῇ ἐστι καὶ ἐλλείψει, ἡ δὲ ἀρετὴ ἐν μεσότητι τῇ πρὸς ἡμᾶς πειρᾶται καὶ δι’ ἄλλων διδάσκειν· τὸ μὲν γὰρ ἁμαρτάνειν, φησί, πολλαχῶς ἐστι, τὸ δὲ κατορθοῦν μοναχῶς. ὅτι δὲ τὸ ἁμαρτάνειν πολλαχῶς, μαρτυροῦσι καὶ οἱ Πυθαγόρειοι, τοῦ μὲν ἀπείρου εἰπόντες τὸ κακόν, τὸ δ’ ἀγαθὸν τοῦ πεπερασμένου. διὸ τὸ μὲν ἁμαρτάνειν ῥᾴδιον· πολλαχῶς γὰρ ἔστιν ἀποτυγχάνειν καὶ ἐπὶ τὰ δεξιὰ βάλλοντι τοῦ σκοποῦ καὶ ἐπὶ τὰ ἀριστερὰ καὶ ὑπὲρ αὐτὸν καὶ ἐνδοτέρως· τὸ δὲ κατορθοῦν τῷ ἐπιτυγχάνειν τοῦ σκοποῦ· μοναχῶς δὲ ἔστιν ἐπιτυγχάνειν τοῦ σκοποῦ. καὶ ἐκ τούτου οὖν φανερόν, ὅτι τῆς μὲν κακίας ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις, τῆς δ’ ἀρετῆς ἡ μεσότης. ἡ μὲν γὰρ μεσότης μία, ἡ δὲ ὑπερβολὴ καὶ ἡ ἔλλειψις δύο τρόποι κακιῶν· ἔτι δὲ ἐν ἑκάστῃ ὑπερβολῇ πολλαχῶς ἔστιν ὑπερβάλλειν, ἐπιτεινομένης τῆς ὑπερβολῆς καὶ ἀνειμένης· ὁμοίως καὶ ἐν ἑκάστῃ ἐλλείψει, εἴτε ἔλαττον ἢ μᾶλλον τῆς ἐλλείψεως γινομένης· κατὰ δὲ τὴν μεσότητα μοναχῶς ἔστι κατορθοῦν. ἓν γὰρ ὥσπερ εἴρηται τὸ μέσον. Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα, τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ. ὅτι δὲ ὁ ὁρισμὸς ὀρθῶς ἀποδέδοται, δῆλον. καὶ γὰρ ἕξις οὖσα δέδεικται καὶ προαιρετική, εἴτε προαίρεσίς ἐστιν εἴτε μή·1 δέδεικται δὲ καὶ ἐν μεσότητι οὖσα οὐ κατὰ τὸ πρᾶγμα ἀλλὰ τῇ πρὸς ἡμᾶς· τὸν δὲ ὅρον τῆς μεσότητος ἔχομεν παρὰ τοῦ λόγου, ᾧ ὁρίζεται μήτε πλεῖον εἶναι μήτ’ ἔλαττον· ὁ γὰρ λόγος εὖ ὑπαγορεύει τὰ ἐν ταῖς πράξεσι. ταῦτα μὲν οὖν ἀποχρώντως ἔχει εἰς τὸν τῆς ἀρετῆς λόγον, τὰ δ’ ἄλλα ὥσπερ ἐξηγητικά ἐστι τῶν ἐν τῷ ὁρισμῷ. εἶπε γὰρ αὐτὴν ἐν μεσότητι εἶναι τῇ ὡρισμένῃ λόγῳ. καὶ ἐπεξηγεῖται ποίῳ λόγῳ· τῷ τοῦ φρονίμου· καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν. πάλιν δὲ ἐπεὶ μεσότητι εἴρηκεν, ὑπομιμνήσκει ὡς ἔστι μεσότης διὰ τὸ μεταξὺ εἶναι δύο κακιῶν τῆς τε καθ’ ὑπερβολὴν καὶ τῆς κατ’ ἔλλειψιν· πῶς δ’ ἐστὶν ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατ’ ἔλλειψιν, καὶ τοῦτο ὑπομιμνήσκει. ὑπερβολαὶ γὰρ καὶ ἐλλείψεις αἱ κακίαι τῷ τὰς μὲν ἐλλείπειν, τὰς δὲ ὑπερβάλλειν ἔν τε τοῖς πάθεσι καὶ ταῖς πράξεσιν, ἡ δὲ ἀρετὴ τὸ μέσον καὶ αἱρεῖται καὶ εὑρίσκει. Ὃ δὲ ἑξῆς ἐπιφέρει ἔχει τινὰ ἀπορίαν· φησὶ γὰρ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι λέγοντα μεσότητα εἶναι τὴν ἀρετήν· κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότητα. ἢ μήποτε τοῦτο μὲν αὐτῇ ὑπάρχει, τὸ δὲ εἶναι καὶ ἡ οὐσία αὐτῆς κατὰ τὴν μεσότητα εὑρίσκεται. ὥσπερ γὰρ καὶ ἐν ταῖς ἀποδείξεσι τὸ κυριώτατον ἡ αἰτία, ὃς καὶ μέσος ὅρος ἐστίν, οὕτως καὶ ἐν τοῖς ὁρισμοῖς, εἴ τις παραλαμβάνειν δύναιτο, δι’ ἣν τοιοῦτόν ἐστι τὸ ὁριστόν,2 τὸ εἶναι αὐτῷ τί ποτέ ἐστιν ἀποδώσει. εἴρηται δὲ περὶ τούτων ὑπ’ αὐτοῦ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. ἔστι δὲ αἰτία τοῦ εἶναι ἀρετὴν ἑκάστην ἡ ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι μεσότης. τὸ δὲ εἶναι ἀκρότητα τὴν κατὰ τὸ εὖ ἔοικε τοῖς ὑπ’ αὐτοῦ λεγομένοις συμπερασματικοῖς ὅροις, οἷον τί ἐστι τετραγωνισμός· ὁ μὲν τοιοῦτος ὁρισμὸς ‘μέσης εὕρεσις’ ἀποδίδωσι τὴν αἰτίαν, καθ’ ἣν τετραγωνίζεται, ὁ δὲ εἰπὼν τετραγωνισμὸν εἶναι τὸ ἴσον εὑρεῖν ἑτερομήκει τετράγωνον συμπέρασμα εἴρηκε. δείξας γὰρ ὁ γεωμέτρης τῷ ἀπὸ τῆς μέσης τῶν περιεχουσῶν τὸ ἑτερόμηκες πλευρῶν ἴσον τὸ ὑπὸ τῶν πλευρῶν περιεχόμενον3 ἐποίσει συμπέρασμα· ἴσον ἄρα εὕρηται τετράγωνον τῷ δοθέντι ἑτερομήκει. τοιοῦτον δὲ καὶ ἐπὶ τῶν τῆς ἀρετῆς ὁρισμῶν ἐστιν· ὁ μὲν γὰρ εἰπὼν μεσότητα εἶναι καὶ ἐν πάθεσι καὶ πράξεσι τὴν οὐσίαν αὐτῆς εἴρηκε καὶ δι’ ὅ ἐστιν ἀρετή, ὁ δὲ εἰπὼν ἀκρότητα κατὰ τὸ εὖ ὥσπερ συμπέρασμα λέγει. ἐπεὶ γάρ ἐστι μεσότης ἐν πάθεσι καὶ πράξεσιν, εἴη ἂν ἀκρότης κατὰ τὸ εὖ. Οὐ πᾶν δέ φησι πάθος οὐδὲ πᾶσαν πρᾶξιν ἐπιδέχεσθαι τὴν μεσότητα.
因此,既然德性着眼中道,德性因而已是某种中道状态。此外:“犯错有着多种方式。”他试图也通过其他论据来教导:恶存在于过度与不及之中,而德性则存在于相对于我们的中道状态之中;因为他说,“犯错有着多种方式,而做对却只有单一的方式。”犯错有着多种方式,毕达哥拉斯学派亦为此作证,他们曾说恶属于无限,而善属于有限。因此,犯错是容易的;因为对于射向目标右侧者、左侧者、上方者以及不及目标者而言,脱靶可能以多种方式发生;而做对则在于击中目标,并且击中目标只能以单一的方式发生。因此由此亦显而易见:过度与不及属于恶,而中道状态属于德性。因为中道状态是单一的,而过度与不及则是两种形式的恶;此外,在每一种过度中,随着过度的加强与减弱,可能以多种方式过度;同样在每一种不及中,无论不及是变得更少还是更多亦然;但依照中道状态,唯有以单一方式才能做对。因为正如所言,中道是唯一的。“因此,德性乃是一种选择性的品质,处于中道状态之中,即相对于我们的中道状态,由理性所规定。”而这一定义被正确给出乃是显而易见的。因为已经表明它既是一种品质,又是选择性的,无论[德性自身]是否为一种选择;并且亦已表明它处于中道状态之中,并非就事物而言,而是相对于我们;而我们从理性那里获得了中道状态的界限,借此它被规定为既不多亦不少;因为理性极好地指示了行为中的诸事。因此,这些对于德性的定义而言已然完备,而其余的话则宛如对定义中各项的阐释。因为他说德性处于“由理性所规定的”中道状态之中,并且进一步解释是由何种理性所规定:“由明智之人的理性,以及明智之人借以作规定的那种〔理性〕。”再者,既然他说了“在中道状态中”,他便提醒人们:由于处于过度之恶与不及之恶这两种恶之间,它是如何成为中道状态的;并且哪一种依照过度、哪一种依照不及,对此他也作了提醒。因为诸恶乃是过度与不及,乃因某些恶在情感与行为中是不及的,而另一些恶是过度的,德性则既挑选又发现中道。但他随后附加的话包含某种疑难;因为他说,依照实体以及说明“其所是”的公式,德性是一种中道状态,但依照最好与善,则是一个极点。或者,这或许属于〔德性〕,而它的存在与实体乃是依照中道状态被发现的。因为正如在证明中最为核心的是原因,原因亦即中项,同样在定义中,如果有人能够把握因之被定义项成为如此的原因,他便能揭示它的存在究竟为何。关于这些,他已经在《后分析篇》中阐述过了。而每一德性之存在的原因,乃是情感与行为中的中道状态。至于依照善而言是极点,则类似于他所说的“结论性定义”,例如“什么是正方形化”:像“寻找比例中项”这样的定义给出了借以进行正方形化的原因,而说正方形化是“寻找一个与长方形相等的正方形”的人,则道出了结论。因为几何学家在证明了包含长方形的诸边之中项所构成的[正方形]等于诸边所包含的[长方形]之后,将会引出结论:“因此找到了与给定长方形相等的正方形。”关于德性的诸定义亦是如此;因为说德性是在情感与行为中的中道状态的人,道出了它的实体以及它因何为德性,而说它是依照善而言的极点的人,所讲的则如同结论。因为既然它是在情感与行为中的中道状态,那么依照善而言它就会是一个极点。并且他说,并非每一种情感、亦非每一种行为都容纳中道状态。
- 2.2εἴτε προαίρεσίς ἐστιν εἴτε μή
由连词 εἴτε... εἴτε 引导的让步状语从句,上下文省略的主语为“德性”(ἡ ἀρετή)。意为“无论[德性自身]是否为一种选择”,表明无论在理论上德性是否等同于选择,它作为一种选择性品质(ἕξις προαιρετική)这一点此前已经得到了证明。
- 2.2δι’ ἣν τοιοῦτόν ἐστι τὸ ὁριστόν
关系分句,关系代词 δι’ ἣν 的先行词为前文语境中的 αἰτία(原因)。全句的核心结构为:“εἴ τις παραλαμβάνειν δύναιτο [αἰτίαν], δι' ἣν τοιοῦτόν ἐστι τὸ ὁριστόν, [οὗτος] τὸ εἶναι αὐτῷ ... ἀποδώσει”(“若有人能够把握被定义项因之成为如此的原因,他便能揭示其存在究竟为何”)。
- 2.2τῷ ἀπὸ τῆς μέσης τῶν περιεχουσῶν τὸ ἑτερόμηκες πλευρῶν ἴσον τὸ ὑπὸ τῶν πλευρῶν περιεχόμενον
几何学中标准的间接引语/名词性短语结构:ἴσον(相等)支配与格短语 τῷ ἀπὸ τῆς μέσης ... [τετραγώνῳ](在比例中项上所作的正方形),而 τὸ ὑπὸ τῶν πλευρῶν περιεχόμενον [ὀρθογώνιον](由诸边所包含的长方形)作为宾格主语,整体意为“由诸边所构成的长方形等于在包含该长方形的诸边的中比例项上所作的正方形”。
