← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§46.6-47.30

依快乐与痛苦的情感分类与德性之中道

阿斯帕西奥斯阐述了将诸情感归约于快乐与痛苦这两大最高属的分论,随后依据亚里士多德《尼各马可伦理学》卷二第六章,论证了伦理德性如何比技术和自然更着眼于追求“相对于我们的中道”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#5

ὁ δὲ Πλάτων τὰ μὲν πολλὰ φαίνεται δηλῶν τὰ ἀνωτάτω πάθη ἡδονὴν καὶ λύπην ἔν τε ἄλλοις καὶ ἐπειδὰν λέγῃ ‘δύο γὰρ αὗται πηγαὶ μεθεῖνται ῥεῖν’, περὶ ἡδονῆς λέγων καὶ λύπης ὡς ἐν τούτοις τοῖς πάθεσι γενικοῖς οὖσι τῶν ἄλλων παθῶν ἁπάντων1 (*). ἔστι δ’ ὅτε καταριθμεῖται πάθη ἕξ, ἡδονὴν λύπην φόβον θάρσος ἐπιθυμίαν θυμόν, τὰ γνωριμώτατα ὡς ἐμοί γε δοκεῖ καταριθμούμενος. τάχα δὲ οὐκ ἄλογον γενικώτατα μὲν φάναι ἡδονὴν καὶ λύπην, ἡδονὴν μὲν ἐνέργειαν τοῦ κατὰ φύσιν ἀνεμπόδιστον, λύπην δὲ ὅταν ἐμποδίζηται τὸ κατὰ φύσιν ἐνεργεῖν, εἰς δὲ ταῦτα τὴν τῶν παθῶν ἀναγωγὴν ποιεῖσθαι. εἶναι δὲ τούτων εἴδη τήν τε ἐν μέρει λεγομένην ἡδονὴν καὶ τὴν ἐν μέρει λύπην ὁμώνυμον τοῖς γένεσι, τὴν μὲν οὖν διάχυσιν ἐπὶ τοῖς παροῦσιν ἡδέσι, τὴν λύπην δὲ σύγχυσιν ἐπὶ τοῖς παροῦσι λυπηροῖς· πάλιν δὲ θάρσος μὲν ἡδονήν τινα διὰ προσδοκίαν τοῦ μηδὲν ἔσεσθαι δεινὸν ἤ, κἂν γένηται, κρατήσειν τοῦ δεινοῦ· φόβον δὲ λύπην διὰ προσδοκίαν δεινῶν. πρὸς δὲ τούτοις ἀριθμεῖν εἰώθασι τὰ πάθη τὴν φιλίαν καὶ τὸ μῖσος, φιλίαν λαμβάνοντες οὐ τὴν τῶν ἀντιπεπονθότων εὔνοιαν (αὕτη γὰρ ἤδη διάθεσίς τις), ἀλλὰ τὴν κατὰ τὸ φιλεῖν γινομένην κίνησιν τῆς ψυχῆς, ᾗ ἀντίκειται ἡ κατὰ τὸ μισεῖν κίνησις. ἀνάγεται δὲ τὸ μὲν φιλεῖν εἰς τὴν ἡδονήν· οἰκείωσις γάρ τις ἰδία γίνεται πρὸς τὸ φιλούμενον· τοὐναντίον δὲ ἐν τῷ μισεῖν ἀλλοτρίωσις καὶ λύπη ἐν τῷ ὁρᾶν καὶ ἀκούειν τοῦ μισουμένου ἢ ὅλως ὁπωσοῦν ἐντυγχάνειν τῷ μισουμένῳ. συναριθμοῦνται δ’ ἐν τοῖς πάθεσι καὶ χάρις καὶ ὀργή, ὧν ἡ μὲν χάρις εἰς ἡδονὴν ἀνάγεται, κίνησις οὖσα τῆς ψυχῆς ὀρεκτικὴ τοῦ ἀμείψασθαι τὸν εὐεργετήσαντα· ἀνάγκη δὲ ἅμα τῷ ὀρέγεσθαι τῆς τοιαύτης2 ἡδονήν τινα εἶναι· ἡ δὲ ὀργὴ λύπης εἶδος, ἥπερ ἐστὶ λύπη δι’ ὑπόληψιν τοῦ ἠδικῆσθαι νομίζειν. εὕροι δ’ ἄν τις καὶ τὰ ἄλλα πάθη εἰς ταῦτα ἀναγόμενα, οἷον νέμεσιν μὲν καὶ φθόνον καὶ ἔλεον εἰς λύπην· ἔτι δὲ πρὸς τούτοις ζῆλον τὸν κατὰ ζηλοτυπίαν τιθέμενον· ζηλοτυπία γάρ τις καὶ κατὰ τὸ ζηλοῦν καὶ μιμεῖσθαι. * * * Δείκνυσι δὲ αὐτὸ ἐπὶ παραδείγματος· οὐ γὰρ εἴ τῳ δέκα μναῖ πολὺ ἢ δύο ὀλίγον, τούτῳ προστάξει ὁ ἀλείπτης ἓξ μνᾶς κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν, ἀλλ’ ἐπεὶ τὸ μὲν πολὺ τὸ δὲ ὀλίγον καὶ ἐν πάσῃ δὲ ἐπιστήμῃ τὸ μέσον οὐχ ἕν ἐστιν ἀλλὰ τὸ πρὸς ἕκαστον οἰκεῖον, οἷον ὁ σκυτοτόμος οὐχ ἕν τι ἡγεῖται μέσον ὑπόδημα ἀλλὰ πρὸς μὲν ἐμὲ μέσον ἐστὶ τὸ ἁρμόζον τῷ ποδὶ τῷ ἐμῷ, ὑπερβάλλον δὲ τὸ μεῖζον, ἐλλεῖπον δὲ τὸ ἐνδέον τοῦ ἐμοῦ ποδός, σοὶ δὲ μέσον τὸ σοὶ ἁρμόζον καὶ ἑκάστῳ ὁμοίως· καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ὁ αὐτὸς λόγος. εἰ δὴ πᾶσα τέχνη τὸ αὑτῆς ἔργον πρὸς τὸ ἑκάστῳ οἰκεῖον μέσον ἀποβλέπουσα ποιεῖ, ἡ δὲ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστίν, ὥσπερ καὶ ἡ φύσις (καὶ γὰρ ἡ φύσις ἀμείνων τῆς τέχνης, μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν, ἡ δὲ ἀρετὴ ἔτι ἀμείνων, ἔστι γὰρ ἡ ἀρετὴ τελειότης φύσεως καὶ κατωρθωμένη φύσις), εἰ ταῦθ’ οὕτως ἔχει,3 ἡ ἀρετὴ τοῦ μέσου ἂν εἴη στοχαστικὴ τοῦ πρὸς ἡμᾶς· λέγω δέ, φησί, τὴν ἠθικὴν ἀρετήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον. φανερὸν δὲ ποιεῖ διὰ τούτων, ὅτι ἡ διανοητικὴ ἀρετὴ οὐκ ἔστι μεσότης· οὐ γὰρ δεῖ μέσως μὲν εἰδέναι, ὑπερβαλλόντως δὲ μή, ἀλλ’ ἐφ’ ὅσον οἷόν τε εἰδέναι ἄριστα ἂν ἔχοι· ἡ δὲ μεσότης περὶ τὰ πάθη καὶ τὰς πράξεις ἐστίν, ἐκλεκτικὴ οὖσα τοῦ ἐν αὐτοῖς πρὸς ἡμᾶς μέσου, οἷον ἐν πάθεσιν ἔσται φοβηθῆναι καὶ μᾶλλον καὶ ἧττον, ὧν ἑκάτερον οὐκ εὖ, καὶ μέσον, ὅπερ ἐστὶ τῆς ἀρετῆς· τὸ δὲ μέσον ἀφορίζεται τῷ ὅτε δεῖ ἡσθῆναι καὶ ἐφ’ οἷς ἢ κατὰ τοὺς ἄλλους τοὺς εἰρημένους διορισμούς. ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μέσον, οἷον ἀναλῶναι χρήματα καὶ καθ’ ὑπερβολὴν ἔστιν, ὅταν πλέον τις τοῦ δέοντος δαπανᾷ καὶ κατ’ ἔλλειψιν, ὅταν ἐνδεέστερον τοῦ δέοντος ἀναλώσῃ, καὶ τὸ μέσον, ὅταν καὶ ὅσον δεῖ καὶ ὁποῖον δεῖ καὶ κατὰ τοὺς ἄλλους διορισμοὺς ἀναλώσῃ, ὅπερ ἤδη ἀρετῆς.

柏拉图在多数地方,无论在其他各处,还是在他说“因为这两股泉水被任其流淌”之时,在谈及快乐与痛苦时似乎都表明二者是最高的情感,仿佛这些情感乃是所有其他情感的属。但有时他列举出六种情感:快乐、痛苦、恐惧、信心、欲望、激怒,在我看来,他是列举了最广为人知者。或许,将快乐与痛苦称为最具属性的东西——快乐乃合乎自然者的不受阻碍的实现活动,痛苦乃合乎自然的实现活动受阻之时——并将诸情感向它们归约,并非不合理。并且[同样并非不合理的是主张]:这些情感的种乃是分别言说的快乐与分别言说的痛苦,与它们的属同名,前者是对现前的快意之物的舒展,痛苦则是对现前的痛苦之物的纷扰;再者,信心是因预期不会有任何可怕之事发生、或即使发生亦能战胜可怕之事而产生的某种快乐;而恐惧则是因对可怕之事的预期而产生的痛苦。除这些之外,人们习惯于将友爱与仇恨列入情感之中,他们理解友爱并非互有感受之人的善意(因为这已然是某种状态),而是依照爱所产生的灵魂运动,依照憎恨的运动与此相对立。而爱被归约为快乐;因为对所爱者产生了某种特有的亲和;反之,在憎恨中,由于看到、听到被憎恨者或以任何方式遭遇被憎恨者,则会产生疏离与痛苦。受恩感激与愤怒亦被一同列入情感之中,其中感激被归约为快乐,它是意在回报施恩者的欲求性的灵魂运动;且在欲求此种[回报]的同时,必然伴随着某种快乐;而愤怒则是痛苦的一个种,它是因认定自己遭受不义的推想而产生的痛苦。人们亦能发现其他情感被归约于这些,例如将义愤、嫉妒与怜悯归约为痛苦;此外还有依照妒忌而设定的争胜;因为依照争胜与模仿亦包含某种妒忌。 * * * 他通过一个例子指明了这一点;因为并非由于十谟纳对某人而言是多或二谟纳是少,教练就会依照算术比例给这个人开出六谟纳,而是因为一者为多而另一者为少,且在一切科学中,中道并非唯一的,而是适合于各人自身的,正如鞋匠并不认为某种鞋是唯一的中道,相反,对我而言中道乃适合我脚者,较大者为过度,不及我脚者为不及,对你而言中道乃适合你者,对各人亦同样如此;对于其他技术亦是同一个道理。如果一切技术皆着眼于适合各人的中道来制作其自身的作品,而德性比一切技术都更为精确且更为优越,正如自然亦是如此(因为自然亦优于技术,因为技术模仿自然,而德性则更为优越,因为德性乃自然的完善与被扶正的自然),如果这些情况确实如此,那么德性就应当是着眼于相对于我们的中道。“而我说的是,”他说,“伦理德性;因为它是关乎情感与行为的,而在其中存在着过度、不及与中道。”通过这些话他表明,理智德性并非中道;因为人并非应当适度地知晓而不应过度地知晓,相反,尽可能充分地知晓乃是最好的;而中道乃是关乎情感与行为的,它挑选其中相对于我们的中道,例如在情感中可以有更多与更少的恐惧,这两者皆非善好,而中道则属于德性;中道是由在应当之时、针对应当之事感到快乐,或依照其他所言的限定来确定的。同样,关于行为亦存在过度、不及与中道,例如在耗费钱财上亦有依照过度的情况,即某人的花费超过应有之时;亦有依照不及的情况,即某人的耗费少于应有之时;以及中道,即当某人依照应有的数量、应有的种类并依照其他限定进行耗费之时,这便已经属于德性了。

语法注3 条
  1. 2.2τῶν ἄλλων παθῶν ἁπάντων

    依附于形容词 γενικός(“属的”)的属格,表示所涵盖的类别:“作为所有其他情感之属的”。

  2. 2.2τῆς τοιαύτης

    作动词 ὀρέγεσθαι(“欲求”)宾语的属格。其阴性形式与所省略的名词一致,该名词可由前文不定式 ἀμείψασθαι(“回报”)引出为 ἀμοιβῆς(“回报”),或指代语境中的 χάριτος(“恩惠/感激”)。

  3. 2.2εἰ δὴ πᾶσα τέχνη... εἰ ταῦθ’ οὕτως ἔχει

    长条件句的结构。以 εἰ δὴ πᾶσα τέχνη... 开头的条件从句因被插入的比较性从属成分(ἡ δὲ ἀρετὴ... ὥσπερ καὶ ἡ φύσις...)大幅拉长,在引出主句结论(ἡ ἀρετὴ τοῦ μέσου ἂν εἴη στοχαστική)之前,通过 εἰ ταῦθ’ οὕτως ἔχει(“如果这些确是如此”)对前件进行了结构性复述与收束。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:46.6-47.30