- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:44.19-46.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯考察并批判了漫步学派的安德罗尼柯与波埃托斯对情感的定义,进而提出情感乃是由快意或痛苦之物引起的灵魂非理性部分的运动,并指出了斯多亚学派关于四种属的情感划分的缺陷。
ὅτι δὲ ἔστι τι ὀρεκτικὸν καὶ παθητικὸν τῆς ψυχῆς, σκεπτέον ἐν ἄλλοις· τῶν δὲ ἐκ τοῦ Περιπάτου τῶν μὲν παλαιῶν παρ’ οὐδενὶ εὑρίσκομεν ὁρισμὸν τοῦ πάθους· τῶν δὲ ὕστερον Ἀνδρόνικος μὲν εἴρηκε πάθος εἶναι τῆς ψυχῆς κίνησιν ἄλογον δι’ ὑπόληψιν κακοῦ ἢ ἀγαθοῦ, ἄλογον λαμβάνων οὐ τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ ὥσπερ οἱ ἐκ τῆς Στοᾶς, ἀλλὰ τὸ τοῦ ἀλόγου τῆς ψυχῆς1 μορίου κίνημα· Βόηθος δὲ τὸ πάθος τῆς ψυχῆς κίνησιν ἄλογον ἔχουσάν τι μέγεθος, ἄλογον μὲν λαμβάνων καὶ αὐτὸς τὴν τοῦ ἀλόγου τῆς ψυχῆς μορίου κίνησιν, τὸ δὲ μέγεθος προστιθείς, ἐπειδὴ γίνονταί τινες καὶ ἄλλαι κινήσεις τοῦ ἀλόγου τῆς ψυχῆς μετ’ οἰκειώσεως τῆς πρός τινας καὶ ἀλλοτριώσεως βραχείας· τὰς οὖν μετὰ βραχείας οὐκ ἄξιον ἡγεῖτο ὀνομάζειν πάθη. οὐκ οἶδα δὲ ὅπως τοῦτο εἶπε· πᾶσα γὰρ κίνησις τοῦ παθητικοῦ μορίου τῆς ψυχῆς, ἂν μὴ λανθάνῃ, πάθος ἂν εἴη τοῦ σώματος, οὐ μόνον δὲ ἡ σὺν μεγέθει· τὸ δὲ κατ’ ἀλλοίωσίν του ὥσπερ καὶ πᾶσα κίνησις σώματος οὐ κατ’ ἀλλοίωσιν, ἂν μὴ λανθάνῃ, πάθος ὂν τοῦ σώματος πρόσκειται, ὅτι ταῦτα ἔοικεν ἡ κατὰ τὰ πάθη μεταβολὴ τῆς ψυχῆς. ὁ δὲ Ἀνδρόνικος εἰπών, δι’ ὑπόληψιν ἀγαθῶν ἢ κακῶν γίνεσθαι τὸ πάθος, πρῶτον μὲν ἴσως ἠγνόησεν, ὅτι γίνεται τινα πάθη ἐξ αὐτῆς τῆς φαντασίας χωρὶς συγκαταθέσεως καὶ ὑπολήψεως· καὶ γὰρ κατὰ τὴν αἴσθησιν αὐτήν, ὅτε ἡδὺ ἢ λυπηρὸν φανῇ, ἐνίοτε γίνεται πάθος τῆς ψυχῆς· ὥστε οὐ μόνον μετὰ τὰς ὑπολήψεις ἀλλὰ καὶ πρὸ τῶν ὑπολήψεων τὰ πάθη γίνονται. μηνύουσι δὲ τοῦτο μάλιστα αἱ ἐπιθυμίαι. ἰδὼν γάρ τις πολλάκις ἐν ἐπιθυμίᾳ ἐγένετο καλοῦ ἢ καλοῦ, οὐδέποτε ὑπολήψεως πρότερον γενομένης. ἔτι πολλάκις γίνονται οὐ πάντως ὑπολήψεως γινομένης ὅτι ἀγαθὸν πάρεστιν, οἷον ἐπειδὰν ὑπὸ εὐτραπέλου λόγου κινῆται τῆς ψυχῆς τὸ ἄλογον· οὐ γὰρ ὑπολαμβάνομεν τότε ἀγαθόν τι ἡμῖν παρεῖναι, ἀλλ’ ὅλως ὑφ’ ἡδέος κινούμεθα. ἔστι δ’ ὅτε καὶ τῇ ὑπολήψει τοῦ ἀγαθοῦ ἀκολουθεῖ τὸ ἥδεσθαι, τῇ δὲ ὑπολήψει τοῦ κακοῦ ἀκολουθεῖ τὸ λυπεῖσθαι, κινουμένης δηλονότι τῆς ψυχῆς, ὡς τοῦ μὲν ἀγαθοῦ ἡδέος ὄντος, τοῦ δὲ κακοῦ λυπηροῦ. μήποτε οὖν ᾖ τὸ πάθος κίνησις τοῦ ἀλόγου τῆς ψυχῆς ὑφ’ ἡδέος ἢ λυπηροῦ·2 ἐάν τε γὰρ μετὰ φαντασίαν ἀκολουθήσῃ τὸ πάθος, ἐάν τε μετὰ ὑπόληψιν, πάντως ὡς ἐπὶ ἡδεῖ ἢ λυπηρῷ γίνεται, ὃ καὶ μηνύει γενικώτατα πάθη ὄντα τήν τε ἡδονὴν καὶ τὴν λύπην. γενικὰ δὲ πάθη οἱ μὲν ἐκ τῆς Στοᾶς ἔφασαν εἶναι ἡδονὴν καὶ λύπην φόβον 〈καὶ〉 ἐπιθυμίαν· γίνεσθαι μὲν γὰρ τὰ πάθη ἔφασαν δι’ ὑπόληψιν ἀγαθοῦ καὶ κακοῦ, ἀλλ’ ὅταν μὲν ὡς ἐπὶ παροῦσι τοῖς ἀγαθοῖς κινῆται ἡ ψυχή, ἡδονὴν εἶναι, ὅταν δὲ ὡς ἐπὶ παροῦσι τοῖς κακοῖς, λύπην· πάλιν δὲ ἐπὶ τοῖς [μέλλουσι] προσδοκωμένοις ἀγαθοῖς ἐπιθυμία συμβαίνει, ὄρεξις οὖσα ὡς φαινομένου ἀγαθοῦ, κακῶν δὲ προσδοκωμένων τὸ συμβαῖνον πάθος φόβον ἔλεγον εἶναι. Ἄξιον δὲ ἀπορῆσαι, τί δήποτε τὸν μὲν φόβον παρειλήφασιν ὡς πάθος γενικόν, καίπερ εἶδος λύπης ὄντα. ἔστι γὰρ ὁ φόβος λύπη ἐπὶ προσδοκωμένῳ κακῷ, καὶ οὐχ οἱῳδήποτε· οὐ γὰρ φαμεν φοβεῖσθαι τὸν προσδοκῶντα πενίαν, ἀλλὰ μάλιστα δοκεῖ φόβος εἶναι καὶ κυρίως, ὅταν τῶν πρὸς κίνδυνον τὸν περὶ σωτηρίαν φερόντων κακῶν ἡ προσδοκία ᾖ. τὸ δ’ ἀντικείμενον αὐτῷ πάθος παρῆκαν, λέγω δὲ τὸ θάρσος κατὰ προσδοκίαν γενόμενον τοῦ μηδὲν ἔσεσθαι κακόν, ἢ κἂν γένηται κρατήσειν αὐτοῦ. ὑπὸ γὰρ τοιαύτης τινὸς ὑπολήψεως γίνεται τὸ θάρσος, οὐκ αὐτῆς τῆς προσδοκίας ὄντος πάθους, ἀλλὰ τοῦ ἐπακολουθοῦντος κινήματος ἐν τῷ λόγῳ.3 τὴν δὲ ἐπιθυμίαν τιθέντες τὴν ὀργὴν παρῆκαν· λέγουσι μὲν γὰρ αὐτὴν ἐπιθυμίαν εἶναι, ἔστι δὲ οὐκ ἐπιθυμία. ἀλλ’ ὑπὸ τὸ αὐτὸ γένος· ὀρέξεις γὰρ ἄμφω, ἀλλ’ ἡ μὲν ἐπιθυμία τοῦ ἡδέος ψιλῶς, ἡ δὲ τοῦ ἀντιλυπῆσαι· ἴσως δὲ οὐδὲ ἀεὶ τοῦ ἀντιλυπῆσαι· οἱ γοῦν πατέρες ὀργιζόμενοι τοῖς υἱέσιν οὐκ ὀρέγονται τοῦ ἀντιλυπεῖν. μήποτ’ οὖν κοινῶς ἐστι καὶ ὀργὴ κίνησις τῆς ψυχῆς ὑπὸ τοῦ ἠδικηκέναι δοκοῦντος. καὶ ἄλλα δὲ πλείω ἄν τις ἔχοι περὶ τούτων λέγειν.
关于灵魂中存在着欲求的部分与受动的部分,应当在其他地方加以考察。在漫步学派的人当中,我们在古人中未曾发现任何人提出过情感的定义;但在后人中,安德罗尼柯曾说情感乃是“因对恶或善的认定而产生的灵魂的非理性运动”,他将“非理性”理解为灵魂之非理性部分的运动,而非像斯多亚学派那样理解为反乎正确逻各斯之物。然而波埃托斯则将情感定义为“具有某种量度的灵魂的非理性运动”,他自身亦将“非理性”理解为灵魂之非理性部分的运动,但之所以添加上“量度”,是因为灵魂的非理性部分的其他某些运动亦是在伴随着对某些人的亲善与微小的疏离中产生的;因此他认为伴随着微小疏离的运动不值得被称为情感。但我不知他为何作此言论;因为灵魂受动部分的一切运动,只要未被忽略,就皆是情感,而不仅仅是伴随着量度的运动。而“依照某种性质的变异”这一短语之所以被附加,正如未依照性质变异的身体的一切运动只要未被忽略亦是身体的情感一样,乃是因为依照情感而发生的灵魂之转变类似于这些。至于安德罗尼柯声称情感是因对善或恶的认定而产生的,首先他或许未曾认识到,某些情感直接由表象自身产生,而无需赞同与认定;因为甚至依照感觉自身,每当显现为快或苦时,灵魂的情感有时便会产生;因此情感不仅产生于认定之后,亦产生于认定之前。欲望尤为显著地表明了这一点。因为人往往在看到某个美丽的人之后便陷入欲望之中,而此前未曾产生任何认定。此外,常常在全然未曾产生某种善已现前之认定的情况下亦会产生情感,例如每当灵魂的非理性部分被诙谐之言所触动时;因为那时我们并未认定某种善正现前于我们,而是全然被快意之物所触动。然而有时,感到快乐亦伴随着对善的认定,感到痛苦亦伴随着对恶的认定,这显然是因为灵魂受到触动,将善视作快意之物、将恶视作痛苦之物。难道情感不正是“灵魂之非理性部分由快意之物或痛苦之物所引起的运动”吗?因为无论情感是在表象之后伴随而来,还是在认定之后伴随而来,它在一切情形下皆是针对快意之物或痛苦之物而产生的,这确实表明快乐与痛苦乃是最高普遍的情感。 斯多亚学派的人曾宣称,属的情感乃是快乐、痛苦、恐惧与欲望;因为他们宣称情感是因对善与恶的认定而产生的,但每当灵魂如同针对现前的诸善那样被触动时,便是快乐;每当如同针对现前的诸恶时,便是痛苦;反之,针对预期的诸善则产生欲望,欲望乃是将某物视为显现之善的欲求;而针对预期的诸恶所产生的情感,他们则称之为恐惧。 然而值得产生疑难的是:他们究竟为何将恐惧作为属的情感采纳进来,尽管它实为痛苦的一个种。因为恐惧乃是对预期的恶所产生的痛苦,且并非针对随便哪一种恶;因为我们并不说预期贫困的人是在恐惧,而恐惧尤其且严格地显现为是在对关乎生存危险的恶产生预期之时。此外,他们遗漏了与恐惧相对立的情感,我指的是依据预期不会有任何恶事发生、或即使发生亦能克敌制胜而产生的信心。因为信心正是由某种此类认定而产生的,并不是预期本身作为情感,而是紧随其后在理性中所产生的运动作为情感。再者,他们在设定欲望的同时遗漏了愤怒;因为他们声称愤怒是欲望,但愤怒并非欲望。相反,它们同属于同一个属;因为二者皆是欲求,但欲望纯粹是对快意之物的欲求,而愤怒则是对反向施加痛苦的欲求;或许它甚至并不总是对反向施加痛苦的欲求;无论如何,父亲们在对儿子们动怒时,并非欲求反向施加痛苦。那么,愤怒一般而言难道不也是灵魂由那被认为行了不义之人所引起的运动吗?关于这些问题,人们还可以说出更多的论点。
- 2.2τὸ δὲ κατ’ ἀλλοίωσίν του ὥσπερ καὶ πᾶσα κίνησις σώματος οὐ κατ’ ἀλλοίωσιν, ἂν μὴ λανθάνῃ, πάθος ὂν τοῦ σώματος πρόσκειται, ὅτι ταῦτα ἔοικεν ἡ κατὰ τὰ πάθη μεταβολὴ τῆς ψυχῆς.
句首的“τὸ δὲ κατ’ ἀλλοίωσίν του”作为引用性短语充当主动词“πρόσκειται”的主语(即“‘依照某种性质的变异’这一短语被附加”),其后的“ὅτι...”从句则说明附加该短语的原因。中间夹入的“ὥσπερ καὶ... ὂν τοῦ σώματος”是以身体的情感作为对比性说明的插入成分,其中分词“ὂν”与条件状语从句“ἂν μὴ λανθάνῃ”相配合。
- 2.2μήποτε οὖν ᾖ τὸ πάθος κίνησις τοῦ ἀλόγου τῆς ψυχῆς ὑφ’ ἡδέος ἢ λυπηροῦ
“μήποτε”接虚拟式(ᾖ)构成表示委婉推测或谨慎主张的惯用句式(“难道不正是……吗?”)。它与后文采用直陈式现在的“μήποτ’ οὖν κοινῶς ἐστι...”相呼应,用于审慎地提出作者本人的界定或观点。
- 2.2οὐκ αὐτῆς τῆς προσδοκίας ὄντος πάθους, ἀλλὰ τοῦ ἐπακολουθοῦντος κινήματος ἐν τῷ λόγῳ
此为独立属格结构(οὐκ αὐτῆς τῆς προσδοκίας ὄντος πάθους, ἀλλὰ τοῦ ἐπακολουθοῦντος κινήματος...),其中“αὐτῆς τῆς προσδοκίας”与并列的“τοῦ ἐπακολουθοῦντος κινήματος”共同以属格名词“πάθους”作为表语(“并非预期本身作为情感,而是随之而来的运动[作为情感]”)。
