- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:43.6-44.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对快乐与痛苦究竟是最高之属还是情感之种的疑难,阿斯帕西乌斯借助同名与同义的角度辩护了该划分,检视了欲望与激情是混合物的反驳,并批判了斯多亚学派的情感定义,主张情感的匀称平衡。
εἰ γὰρ ὁ αὐτὸς λόγος ἐστὶ πάσης ἡδονῆς, ὅτι ἐστὶν ἡδονὴ ἐνέργεια τοῦ κατὰ φύσιν ἀνεμπόδιστος, οὐχ οἷόν τε εἰπεῖν δύο εἶναι ἡδονάς, τὴν μὲν γένος τὴν δὲ εἶδος, εἴπερ ταὐτὸν ὄνομα αὐτῶν καὶ ὁ αὐτὸς λόγος καὶ οὐκ ἔστιν ἴδιός τις ὁρισμὸς παρὰ τὸν εἰρημένον τῆς ἐν μέρει ἡδονῆς, εἰ μή τις ἐρεῖ κοινῶς μὲν πάσης ἡδονῆς εἶναι τὸν λόγον τὸν εἰρημένον, ὁμοίως δὲ καὶ λύπης τὸν ἐναντίον, τὴν δὲ ἐν εἴδει ἐνέργειαν τοῦ κατὰ φύσιν ἐπὶ ταῖς ἡμετέραις καὶ ταῖς τῶν φίλων εὐπραγίαις παρούσαις καὶ τὴν διαίρεσίν γε ποιήσεται,1 ἐκτιθέμενος τὴν ἡδονὴν καὶ τὴν λύπην γενικώτατα πάθη. τοῦ πάθους δύο εἴδη· τὸ μὲν ἡδονή, τὸ δὲ λύπη. τῶν δὲ ἡδονῶν αἱ μὲν ψυχικαί, αἱ δὲ σωματικαί, καὶ ὁμοίως τῶν λυπῶν· αἱ μὲν οὖν ψυχικαὶ τῇ ψυχῇ ἔχουσαι ἐνέργειαν τοῦ κατὰ φύσιν, αἱ δὲ σωματικαὶ διὰ τοῦ σώματος γινόμεναι τῆς ψυχῆς ἡδοναί· τῶν δὲ ψυχικῶν τὴν μὲν εἶναι ἐρεῖ ὁμωνύμως τῷ γένει καλουμένην ἡδονήν, διάχυσίν τινα οὖσαν ἐπὶ ταῖς ἡμετέραις καὶ ταῖς τῶν φίλων εὐπραγίαις ὡς παρόντων ἡμῖν ἢ τοῖς φίλοις τῶν ἀγαθῶν· αὕτη δὲ συνωνυμεῖ μὲν καὶ δέχεται τὸν λόγον τοῦ γένους· ἐνέργεια γάρ ἐστι καὶ αὕτη τοῦ κατὰ φύσιν ἀνεμπόδιστος· ὁμωνυμεῖ δέ, ᾗ ταὐτὸν ὄνομα ἔχει τῷ γένει. ἄλλο δὲ εἶδος τῆς ψυχικῆς ἡδονῆς θάρσος, ἡδονή τις οὖσα καὶ διάχυσις δι’ ἐλπίδα τοῦ ἐν μηδενὶ δεινῷ ἔσεσθαι, ἢ κἂν γένηται κρατήσειν· καὶ τὰ ἄλλα δὲ ὅσα καθ’ ἡδονὴν ψυχικὴν λέγεται πάθη ἡδοναὶ ψυχικαὶ ἂν εἶεν, ὧν τὰ μὲν ἄντικρυς ἡμαρτημένα ἐστί, τὰ δέ, ἂν μὲν ᾖ μεμετρημένα, οἰκεῖά ἐστι τῇ ἀρετῇ, ὑπερβάλλοντα δὲ οἰκεῖα τῇ κακίᾳ. ὁμοίως δ’ ἔχει καὶ ἐπὶ ψυχικῆς λύπης. τὸ μὲν οὖν ὅλον ἐνέργεια τοῦ κατὰ φύσιν· ταύτης δὲ εἴδη ἥ τε ἔνδεια λεγομένη, λύπη οὖσα ἐπὶ ταῖς ἡμετέραις ἢ ταῖς τῶν φίλων δυσπραγίαις ὡς παρόντων ἤδη τῶν κακῶν· ἔτι δὲ καὶ ἡ ὀργὴ λύπη οὖσα ἐπὶ τῷ νομίζειν τι παρ’ ἀξίαν πεπονθέναι μετ’ ὀρέξεως τοῦ ἀντιλυπῆσαι τὸν λελυπηκότα· καὶ ὁ φόβος δὲ εἶδος λύπης διὰ προσδοκώμενον κακὸν γενομένης. Ταῦτα μὲν ἱκανῶς λέγοιτο πρὸς τὸ εἶναι τὴν πρώτην διαίρεσιν τοῦ πάθους εἰς ἡδονὴν καὶ λύπην· ἀλλ’ ἐπειδὴ δοκεῖ ἡ ἐπιθυμία μικτὸν ἐξ ἡδονῆς εἶναι καὶ λύπης, δόξει μὴ οἷόν τε γενικωτάτην εἶναι ἡδονὴν καὶ λύπην. δεῖ γὰρ θάτερον πᾶν εἶδος πάθους ὑπὸ θάτερον αὐτοῦ τάττεσθαι, ἀλλ’ οὐχὶ μικτὸν ἐξ αὐτῶν εἶναι. ὥσπερ γὰρ τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον καὶ τὰ λοιπὰ [ζῷα] ἢ λογικά ἐστιν ἢ ἄλογα, ἐκ λογικῶν δὲ καὶ ἀλόγων οὐδέν, οὕτως εὔλογον ἔχειν ἐπὶ ἡδονῆς καὶ λύπης ἂν ᾖ πάθη γενικά. διὸ πειρῶνταί τινες λέγειν μὴ εἶναι αὐτὰ γένη, μηδὲ τὴν πρώτην διαίρεσιν τῶν παθῶν εἰς ταῦτα εἶναι, ἀλλὰ τὸν Ἀριστοτέλην λέγειν παρέπεσθαι αὐτὰ τοῖς πάθεσιν οὕτως ὡς τῇ μὲν ὑγιείᾳ παρέπεται ἡ εὔχροια, τῇ δὲ νόσῳ ἡ δύσχροια· ἐπισκεπτέον δὲ περὶ τούτων. ἔχει δὲ ἡ ἐπιθυμία, ὥσπερ εἴρηται, μῖξίν τινα ἡδονῆς καὶ λύπης καὶ ὁ θυμός. καὶ γὰρ αὐτὸς δοκεῖ μεθ’ ἡδονῆς γίνεσθαι καὶ λύπης· δηλοῖ δὲ καὶ Ὅμηρος λέγων “ὥστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσι” καὶ τὰ ἑξῆς. ὅρα δὲ μὴ οὕτω βέλτιον ἄνωθεν λαβεῖν2 τί ποτέ ἐστι τὸ πάθος καὶ τίνα ἂν αὐτοῦ γένοιτο εἴδη· ἴσως γὰρ ἀληθῶς φανεῖται τῶν ἄλλων γενικώτατα ἡδονὴ καὶ λύπη· οἱ μὲν οὖν ἐκ τῆς Στοᾶς ᾠήθησαν πάθος εἶναι ὁρμὴν σφοδρὰν ἢ ὁρμὴν ἄλογον, λαμβάνοντες τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ οὐκ εὖ· οὔτε γὰρ πᾶν πάθος σφοδρὸν οὔτε πᾶν ὑπεναντίον τῷ λόγῳ, ἀλλά τινα οἰκεῖά ἐστιν ἀγαθῷ. τοὺς γοῦν ἀπειθεῖς καὶ σκληροὺς τὰ ἤθη ψέγομεν· καὶ ἅμα τὸ ὀρεκτικὸν μόριον τῆς ψυχῆς ἐξελεῖν μὲν παντελῶς ἀμήχανον [τῆς ψυχῆς], κοσμῆσαι δὲ ὥσπερ καὶ τὸ λόγον ἔχον δυνατόν· εἴη δ’ ἂν κεκοσμημένον ἐν τῇ τῶν παθῶν συμμετρίᾳ.
因为如果一切快乐的界说皆相同,即快乐乃是“合乎本性者不受阻碍的活动”,那么就不可能说存在着两种快乐,一种是属,另一种是种;若它们确实拥有相同的名称与相同的界说,并且在所言及的[普遍]界说之外不存在个别快乐的某种本征定义的话;除非有人会说,所言及的界说是共同属于一切快乐的,同样相反的界说属于痛苦,而作为种的快乐乃是由于我们自己或朋友们的福祉现前而产生的合乎本性之活动,并且此人正是通过将快乐与痛苦列为最高普遍的情感来做出区分的。情感有两个种:其一是快乐,其二是痛苦。在诸快乐中,有些是属灵魂的,有些是属肉体的;在诸痛苦中亦同样如此。因此,属灵魂的快乐乃是在灵魂中具有合乎本性的活动,而属肉体的快乐则是通过肉体产生的灵魂之快乐。在属灵魂的快乐中,有人会说,有一种是与属同名而被称作快乐的,它乃是由于我们自己或朋友们的福祉而产生的一种舒展,犹如善好已现前于我们或朋友们那样;这种快乐确实与属同义并接受属的界说,因为其自身亦是合乎本性者不受阻碍的活动;但就其与属具有相同名称而言,它是同名的。属灵魂的快乐的另一种则是信心,它乃是由于希望不处于任何可怕之中、或即使可怕之事发生亦能克敌制胜而产生的某种快乐与舒展;凡依照属灵魂的快乐而论及的其他一切情感,亦皆是属灵魂的快乐;其中有些断然是错误的,有些若合乎节度则是德性所固有的,若过度则是恶习所固有的。属灵魂的痛苦之情形亦同样如此。因此整体而言它是合乎本性的活动;而它的诸种则是被称为匮乏的痛苦,即因我们自己或朋友们的不幸而产生、犹如诸恶已经现前的痛苦;此外,愤怒亦是因认为自己遭受了不应得的对待而产生的痛苦,并伴有向那造成痛苦者施加反向痛苦的欲求;而恐惧亦是因预期之恶而产生的痛苦的一种。 这些言论对于确立情感的首要区分在于快乐与痛苦而言,可以说已经足够充分了;但既然欲望似乎是由快乐与痛苦混合而成的,那么快乐与痛苦作为最高普遍之属似乎就不可能了。因为情感的每一个种皆应当被归入它们之中的这一个或那一个之下,而不应当是由它们混合而成的。因为正如动物被划分为理性的与非理性的,其余的[动物]要么是理性的要么是非理性的,而没有任何动物由理性的与非理性的混合而成,所以如果快乐与痛苦是属的情感,在快乐与痛苦上也应当同样如此。因此有人试图主张它们并非诸属,情感的首要区分亦非划分为它们,而是亚里士多德在说它们伴随于诸情感,正如好气色伴随健康、坏气色伴随疾病那样;关于这些必须加以考察。正如已言及的那样,欲望确实具有快乐与痛苦的某种混合,激情亦是如此。因为激情自身似乎也是伴随着快乐与痛苦而产生的;荷马在说“因而远比滴落的蜂蜜更为甘甜,在男人们的胸膛中”以及接下来的诗句时,亦表明了这一点。然而,且看是否从根本上重新把握究竟何为情感、它可能产生哪些种更为妥当;因为或许快乐与痛苦确实将显现为在其他情感中最高普遍之属。斯多亚学派的人曾认为情感是激烈的冲动或非理性的冲动,他们对反乎正确逻各斯之物的把握并不妥善;因为并非一切情感皆是激烈的,亦非一切情感皆反乎逻各斯,有些情感乃是善所固有的。无论如何,我们谴责那些在品性上麻木不仁、冥顽不灵的人;同时,将灵魂的欲求部分完全从灵魂中拔除是不可能的,但将其加以节制整饬、如同对待具有逻各斯的部分一样,则是可能的;而它将在诸情感的匀称中得到整饬。
- 2.2εἰ μή τις ἐρεῖ κοινῶς μὲν πάσης ἡδονῆς εἶναι τὸν λόγον τὸν εἰρημένον... καὶ τὴν διαίρεσίν γε ποιήσεται
由 εἰ μή... 引导的从句构成了对前文否定判断(“不可能说存在两种快乐”)的唯有例外说明。动词 ἐρεῖ 统辖两个并列的间接引语不定式短语:其一为所言及的界说共同属于(εἶναι)一切快乐,其二为作为种的快乐乃是(补出 εἶναι)一种活动(ἐνέργειαν);随后结构延续至并列的限定动词 καὶ τὴν διαίρεσίν γε ποιήσεται(“并且做出区分”)。
- 2.2ὅρα δὲ μὴ οὕτω βέλτιον ἄνωθεν λαβεῖν
ὅρα μή 结构接陈述式或虚拟式为古希腊语中的习惯用法,表达委婉的建议或探讨(“且看是否……更好”)。此处统辖带有比较级 βέλτιον 的无人称结构,系动词 ἐστί 被省略。
