← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§41.22-43.6

作为德性标志与质料的快苦

阿斯帕修通过身体强壮的比喻阐明德性与其活动产生于相同事物并在相同事物中运作,探讨了伴随活动的快乐与痛苦何以成为德性与恶习的标志。他进一步论证伦理德性将快乐与痛苦作为质料和基质而非工具来关涉,并考察了所有情感皆伴随或归结为快苦的主张及其疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

δῆλον δὲ τοῦτο πρότερον ἐπὶ τῶν σωματικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἰσχύς, περὶ ταῦτα καὶ ἐνεργεῖ μάλιστα· καὶ γὰρ γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς κόπους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ψυχικῶν ἀρετῶν· ἐξ ὧν γὰρ γίνεται ἡ ἐνέργεια καὶ ἡ ἕξις, περὶ ταῦτα καὶ ἐνεργεῖν δύναται μάλιστα. ὡς δὲ τοῦτο ἔχει φανερῶς, αὐτὸς ἐπέξεισιν. Ἐπὶ δὲ τούτοις λέγει σημεῖον δεῖν ποιεῖσθαι τῶν ἀρετῶν καὶ τῶν κακιῶν τὴν ἐπιγινομένην ταῖς ἐνεργείαις ἡδονὴν ἢ λύπην· ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ χαίρων σώφρων, ὁ δὲ ἀπεχόμενος μὲν λυπούμενος δὲ ἀκόλαστός ἐστι, κἂν ὅτι μάλιστα ἀπέχηται. δῆλος γάρ ἐστιν δι’ ἀνάγκην ἀπεχόμενος, οὐ διὰ προαίρεσιν. τὸ αὐτὸ καὶ ἐπ’ ἐλευθεριότητί ἐστιν· ὁ μὲν γὰρ ἐλευθέριος πολὺ καὶ μᾶλλον χαίρει διδοὺς τοῦ λαμβάνοντος. ὁ δὲ διδοὺς μέν, ἀνιώμενος δὲ ἐπὶ τῇ δόσει οὐκ ἐλευθέριος ἀλλ’ ἀνελεύθερος· ἐπὶ δὲ τοῦ ἀνδρείου εἶπεν, ὅτι ὑπομένων τὰ δεινὰ 〈χαίρων〉 ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, εἰκότως προσθεὶς ἢ μὴ λυπούμενος· ἀγαπητὸν γὰρ ὑπομένοντας τὰ δεινὰ μὴ λυπεῖσθαι· καθόλου δέ, ὡς εἶπε, συνέζευκται ταῖς τῶν ἀρετῶν ἐνεργείαις ἡ ἐπ’ αὐταῖς ἡδονή. εἶτά φησι περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή, οὐ τοῦτο λέγων, ὅτι διὰ τοῦτό ἐστι περὶ ἡδονὰς καὶ λύπας, ἐπειδὴ ἀκολουθοῦσι ταῖς καλαῖς ἐνεργείαις αἱ ἐπ’ αὐταῖς ἡδοναί· ἀλλὰ τοῦτο μὲν σημεῖον ἔθετο τῶν ἀρετῶν. εἰκότως δὲ ἀκολουθεῖν λέγεται ταῖς καλαῖς ἐνεργείαις τὰς ἐπ’ αὐταῖς ἡδονάς, ἐπειδὴ περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή· τῆς γὰρ αὐτῆς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας εἶναι τὸ προσῆκον μέτρον αἱρουμένων τῶν ἡδονῶν καὶ τῶν πόνων, καὶ ἀκολουθεῖν ταῖς ἐνεργείαις αὐταῖς τὴν ἡδονήν.1 Ἀπορήσειε δ’ ἄν τις πῶς ἐστι περὶ ἡδονὰς καὶ λύπας ἡ ἠθικὴ ἀρετή· οὐ γὰρ δὴ ἡ διανοητική· αὕτη γὰρ φανερὸν ὡς οὐκ ἔστι περὶ ἡδονὰς καὶ λύπας· ἡ δὲ ἠθικὴ πῶς ἂν εἴη περὶ ἡδονὰς καὶ λύπας; ἆρά γε ὥσπερ ὄργανα, καθάπερ ἄν εἴποι τις τὴν αὐλητικὴν εἶναι περὶ αὐλούς, τὴν δὲ τεκτονικὴν περὶ πέλεκυν ἢ πρίονα καὶ τὰ ἄλλα ὄργανα, ἢ μᾶλλον ὥσπερ ὑποκείμενον καὶ ὕλην, ὃν τρόπον ἡ μὲν μουσικὴ περὶ μέλος ἐστίν, ἡ δὲ γεωμετρία περὶ μέγεθος; ὄργανον μὲν οὖν τῆς ἀρετῆς φάναι τὴν ἡδονὴν καὶ τὴν λύπην οὐκ εὔλογον· ἐπ’ οὐδὲν γὰρ χρῆται αὐτοῖς ὡς ὀργάνοις· μᾶλλον δὲ ἔοικεν εἶναι τῆς ἀρετῆς ὑποκείμενα οὕτως ὡς τῇ μουσικῇ τὰ μέλη· τὴν γὰρ ἐνέργειαν ποιεῖται περί τε πάθη καὶ πράξεις καὶ τὴν τούτων συμμετρίαν, καθάπερ μουσικὴ περὶ τὰ μέλη. τῶν οὖν ὑποκειμένων ἐστὶ καὶ ὕλης λόγον ἐχόντων τὰ πάθη. οὐ μόνον δὲ τὰ πάθη, ὥσπερ ἔφαμεν, ἀλλὰ καὶ αἱ πράξεις· ἐπεὶ γὰρ παντὶ πάθει ἕπεται ἡδονὴ καὶ λύπη, ὥσπερ προελθὼν ἐρεῖ, εἰκότως περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετὴ ὥσπερ ὑποκείμενα. Ἄξιον δὲ καὶ τοῦτο ζητῆσαι, πῶς λέγεται παντὶ πάθει ἕπεσθαι ἡδονὴν ἢ λύπην. ἔνιοι μὲν γὰρ ἡγήσαντο γενικώτατα εἶναι δύο ταῦτα πάθη κατὰ τὸν Ἀριστοτέλην, οὕτως δὲ γενικὰ ὥστε διαιρεῖσθαι τὸ μὲν πάθος εἰς δύο πάθη, ἡδονὴν καὶ λύπην, τὰ δ’ ἄλλα πάντα πάθη εἰς ἡδονὴν ἀνάγεσθαι καὶ λύπην, οἷον ὀργὴν μὲν καὶ φόβον εἰς λύπην, θάρσος δὲ εἰς ἡδονήν, τὴν δὲ ἐπιθυμίαν κοινόν τι εἶναι ἐκ λύπης καὶ ἡδονῆς. κατὰ μὲν γὰρ τὴν ἔνδειαν λύπη πάρεστι τῷ ἐπιθυμοῦντι, κατὰ δὲ τὴν ἐλπίδα ἡδονή. ἂν δ’ ᾖ παντελῶς ἀπηλπικὼς τεύξεσθαι οὗ ἐπιθυμεῖ ὁ ἄνθρωπος, λύπη τῇ ἐπιθυμίᾳ ἕπεται ὡς γένος. οὗτος δὲ ὁ λόγος ἔχει μέν τινα πιθανότητα, ἔστι δὲ ἀμφισβητήσιμος· ἐπεὶ γὰρ ὁμολογεῖταί τις ἡδονὴ ἐν εἴδει τοῦ πάθους καὶ λύπη, οἷον ἐπειδὰν χαίρωμεν ἢ ἐπ’ αὐτοῖς εὖ πράττουσιν ἢ ἐπὶ τοῖς φίλοις, ἡδονὴ λέγεται τὸ τοιοῦτον, καὶ λύπη δὲ ἡ ἐπὶ τοῖς ἰδίοις ἢ τοῖς τῶν φίλων κακοῖς, τίνι διαιρήσομεν τὴν γενικὴν ἡδονὴν καὶ λύπην τῶν εἰρημένων;2

而这一点首先在身体的德性上是显而易见的;因为力量由之产生的那些事物,它也最是在关于这些事物上活动;事实上力量产生于摄取大量食物与承受许多劳苦。在灵魂的德性上也同样如此;因为活动与品质由之产生的那些事物,它也最能够在关于这些事物上活动。至于这具体如何是显然的,他自己作了详细阐发。 在这些之外,他说应当将附随于活动的快乐或痛苦作为德性与恶习的标志;因为克制身体的快乐并且感到欢喜的人是节制的,而虽克制却感到痛苦的人则是放荡的,哪怕他竭尽所能地克制。因为很显然他是由于被迫而克制,并非出于抉择。同样的情况也存在于慷慨之上;因为慷慨者在给予时的喜悦远多于接受者。而虽给予却为给予感到懊恼的人则不是慷慨者,而是吝啬者。关于勇敢者,他说经受可怕的事物并感到欢喜,或者至少不感到痛苦的人是勇敢的,他合乎情理地加上了“或者不感到痛苦”;因为经受可怕事物的人只要不感到痛苦就已经是令人欣慰的了。而在总体上,正如他所说,对德性活动的快乐是与这些活动连结在一起的。接着他说“因为伦理德性关乎快乐与痛苦”,并不是指它由于对高尚活动的快乐追随这些活动,才因此关乎快乐与痛苦;相反,他把这当作诸德性的标志。而之所以合理地说对高尚活动的快乐追随着它们,乃是因为伦理德性关乎快乐与痛苦;因为在〔人们〕抉择快乐与劳苦的适宜尺度时关乎快乐与痛苦,以及快乐追随活动本身,皆属于同一德性的特质。 然而有人可能会产生疑难:伦理德性如何关乎快乐与痛苦?因为智识德性肯定不是这样;显然它不关乎快乐与痛苦;但伦理德性又如何关乎快乐与痛苦呢?究竟是如同工具那样,正如人们可以说笛乐关乎笛子,木工技艺关乎斧子或锯子及其他工具;还是毋宁如同基质与质料那样,正如音乐关乎旋律,几何学关乎大小?因此,说快乐与痛苦是德性的工具是不合情理的;因为德性并不在任何事上将它们用作工具;相反,它们似乎是德性的基质,正如旋律之于音乐一样;因为德性是在关乎情感与作为以及它们的匀称性上进行活动,正如音乐关乎旋律一样。因此,情感属于那些作为基质并具有质料地位的事物。并且正如我们所说,不仅情感如此,作为亦是如此;因为既然如他在后文将说的那样,一切情感皆伴随有快乐与痛苦,伦理德性合乎情理地将快乐与痛苦作为基质来关涉。 这同样值得探究:如何说一切情感皆伴随有快乐或痛苦。因为有些人认为,按照亚里士多德的看法,这两种情感乃是最高之属,其属的普遍性使得情感被划分为两种情感,即快乐与痛苦,而所有其他情感皆归结为快乐与痛苦,例如愤怒与恐惧归结为痛苦,信心归结为快乐,而欲望则是出自痛苦与快乐的某种共有之物。因为按其匮乏而言,痛苦存在于欲望者之中,而按其希望而言,快乐存在其中。但如果人完全对获取所欲求之物感到绝望,痛苦便作为属伴随着欲望。这一论述虽有某种说服力,但却是可疑的;因为既然人们公认存在着作为情感之种的某种快乐与痛苦——例如当我们为自己处于顺境或朋友处于顺境而欢喜时,此类事物被称为快乐,而为自己或朋友的不幸而产生的则被称为痛苦——那么我们将凭什么把属的快乐与痛苦同上述那些种的快乐与痛苦区分开来呢?

语法注2 条
  1. 2.2τῆς γὰρ αὐτῆς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας εἶναι τὸ προσῆκον μέτρον αἱρουμένων τῶν ἡδονῶν καὶ τῶν πόνων, καὶ ἀκολουθεῖν ταῖς ἐνεργείαις αὐταῖς τὴν ἡδονήν.

    句首的属格 τῆς αὐτῆς 为特征属格或属性属格,依上下文补出 ἀρετῆς,意为“属于同一德性”。其真正的主语是由两个不定式短语组成的并列结构(καὶ εἶναι... καὶ ἀκολουθεῖν...)。其间插入的 τὸ προσῆκον μέτρον αἱρουμένων τῶν ἡδονῶν καὶ τῶν πόνων 中,关身分词 αἱρουμένων(省略泛指主语的独立属格结构)支配宾格宾语 τὸ προσῆκον μέτρον(τῶν ἡδονῶν καὶ τῶν πόνων 为修饰它的属格),表示在抉择快乐与劳苦的适宜尺度时的条件或情境。

  2. 2.2τίνι διαιρήσομεν τὴν γενικὴν ἡδονὴν καὶ λύπην τῶν εἰρημένων;

    动词 διαιρέω(区分、划分)在此支配宾格对象(τὴν γενικὴν ἡδονὴν καὶ λύπην)以及表示分离的属格(τῶν εἰρημένων),意为“将属的快乐与痛苦同上述[种的快乐与痛苦]区分开来”。τίνι 则是表示手段或标准的与格(“凭什么”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:41.22-43.6