- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:40.4-41.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修对《尼各马可伦理学》卷二第二章(1103b31–1104a20)展开注解,探讨了“依循正确理据而行”的原则、实践事务因缺乏确定性而必须顺应时机与情境的要求,并通过与身体力量和健康的类比,阐明德性如何在适度中得以保全,并因过度和不足而遭受破坏。
" Τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον ἕως μάλιστα δυνησόμεθα ὑπομένειν τὰ φοβερά.1" Καθόλου δὴ λαμβάνει ἐκείνας τὰς πράξεις προαιρεῖσθαι δεῖν, ἃς κατὰ τὸν ὀρθὸν λόγον πράττομεν. τίς δέ ἐστιν ὁ ὀρθὸς λόγος, ὕστερον ῥηθήσεται καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς· δείξει δὲ ὅτι ὁ ὀρθὸς λόγος ἐστὶν ἡ φρόνησις. ἔχει δὲ πρὸς τὰς ἄλλας ἀρετὰς ἡ φρόνησις ὡς ἡγεμονική τις. δηλωθήσεται δὲ περὶ τούτου, ὅταν καὶ αὐτὸς λέγῃ. ἐκεῖνο δὲ ὑπομνηστέον, ὅτι τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν οὐ μόνον τοῖς ἔχουσι τὰς τελείας ἀρετὰς προσνέμει, ἀλλὰ καὶ τοῖς μὴ ἔχουσι τὰς τελείας. πράττουσι γὰρ οὗτοι, ὡς ἂν ὁ ὀρθὸς λόγος ὑπαγορεύσειεν, οὐ μὴν ἔχοντες τὸν λόγον ἀποδεικτικὸν ἀλλὰ τὸν δοξαστικόν, ὅτι τοῦτο μὲν πρακτέον, τοῦτο δὲ οὐ πρακτέον, καὶ ὡς εἰπεῖν τὸ μὲν ὅτι παρειληφότες, τὸ δὲ διότι ἀγνοοῦντες. ῥηθήσεται δὲ περὶ τούτων ὕστερον· εἰπὼν δέ, ὅτι δεῖ πράττειν πάντα κατὰ τὸν ὀρθὸν λόγον, ἐνενόησεν ὅτι καθόλου μὲν τοῦτο εἴρηται, οὐκ ἀκριβῶς δέ· οὐ γὰρ οὕτω γνώριμον τίς ἐστιν ὁ ὀρθὸς λόγος ὡς ὅτι τὰ δὶς δύο τέσσαρα, ἀλλὰ τύπῳ μὲν λέγεται τὸ δεῖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν, τίς δέ ἐστιν ὁ ὀρθὸς λόγος οὐχ οἷόν τε ἀκριβῶς διορίσαι· διὸ πάλιν ἀναμιμνήσκει, ὧν καὶ πρότερον εἶπεν, ὅτι δεῖ κατὰ τὴν ὕλην ἀποδέχεσθαι τοὺς λόγους. τὰ δὲ ἐν ταῖς πράξεσι καὶ τὰ συμφέροντα οὐδὲν ἑστηκὸς ἔχει, ἀλλὰ ταὐτὰ μὲν ποτὲ συμφέροντα ποτὲ δ’ οὔ, οἷον τοῖσδε πολεμεῖν νῦν συμφέρει, ἄλλοτε δ’ οὔ, καὶ ποτὲ μὲν εἰρήνην ἄγειν ἄλλοτε δ’ οὔ· καὶ κατὰ τὰ καλὰ ὁ αὐτὸς λόγος· ὁτὲ μὲν ἀποδιδόναι τὴν παρακαταθήκην καλόν, ὁτὲ δ’ οὔ. ἐξαλλάσσουσι δὲ ταῦτα οἱ καιροὶ καὶ τὰ πρόσωπα, πρὸς ἃ αἵ τε ἐνέργειαι καὶ οἱ τόποι καὶ αἱ χρεῖαι καὶ ὅσα τοιαῦτά ἐστιν.2 ὥσπερ οὖν οὐ τὰ ὑγιεινὰ οἷόν τε ὁρίσαι ἀκριβῶς διὰ τὸ ταὐτὰ ποτὲ μὲν ὑγίειαν ποιεῖν, ποτὲ δ’ οὔ, οὕτω δὴ οὐδὲ περὶ τῶν κατὰ τὰς πράξεις, ἀλλ’ ὄντος καὶ τοῦ καθόλου λόγου τοιούτου καὶ οἵου μὴ ἔχειν τὸ ἀκριβές, ἔτι μᾶλλον ὁ περὶ τῶν καθ’ ἕκαστα λόγος οὐκ ἔχει τὸ ἀκριβές. οὔτε γὰρ τέχνῃ τινὶ οὔτε παραγγελίᾳ δυνατὸν εἰπεῖν περὶ τῶν καθ’ ἕκαστα, ἀλλὰ δεῖ τοὺς πράττοντας παρακολουθοῦντας τοῖς καιροῖς καὶ τοῖς συμβαίνουσιν ὡς ἂν ἀπαιτῇ τὰ πράγματα οὕτως πράττειν, καθάπερ ἐπὶ ἰατρικῆς ἔχει καὶ κυβερνητικῆς. καὶ γὰρ αὗται οὔτε τοὺς καθόλου λόγους ἔχουσιν ἀκριβεῖς οὔτε τοὺς καθ’ ἕκαστα, ἀλλὰ δεῖ καὶ τὸν ἰατρὸν καὶ τὸν κυβερνήτην τοῖς καιροῖς παρακολουθοῦντα τὸν μὲν ἰᾶσθαι, τὸν δὲ κυβερνᾶν. Ταῦτα δὲ εἰπὼν τὰ ἑξῆς ἅμα μὲν περὶ τῶν πράξεων λέγει τύπῳ, οἵας δεῖ προαιρεῖσθαι, ἅμα δὲ λανθάνων εἰσβάλλει εἰς τὸν περὶ ἀρετῶν καὶ κακιῶν λόγον. πρῶτον οὖν, φησί, θεωρητέον, ὅτι τὰ τοιαῦτα πέφυκεν ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθείρεσθαι. τίνα δέ ἐστι τὰ τοιαῦτα, ὕστερον δηλοῖ λέγων ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας· διὰ μέσου δὲ εἴρηκε δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις χρῆσθαι. εἰσὶ δὲ φανερώτεραι τῶν ψυχικῶν ἀρετῶν αἱ σωματικαί, οἷον ἰσχὺς καὶ ὑγίεια, ἐφ’ ὧν ποιεῖται τὸν λόγον, τὰ ὑπερβάλλοντα γυμνάσια καὶ τὰ ἐλλείποντα λέγων φθείρειν τὴν ἰσχύν· ὁμοίως δὲ καὶ τὴν ὑγίειαν τὰ ἐλάττω καὶ πλείω τῶν ἱκανῶν σιτία φθείρει, τὰ δὲ σύμμετρα σῴζει καὶ ποιεῖ καὶ αὔξει. τὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ σωφροσύνης καὶ ἀνδρείας ἔχειν φησὶ καὶ τῶν ἄλλων ἀρετῶν. ὁ μὲν γὰρ ἀεὶ ἐνεργῶν οὕτως ὥστε ἀεὶ φοβεῖσθαι καὶ μηδὲν ὑπομένειν δειλὸς γίνεται, ὁ δὲ ἐθιζόμενος μηδὲν φοβεῖσθαι ἀλλὰ πρὸς πάντα βαδίζειν ἰταμῶς θρασύς, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὅμοια παρέθηκε. φθείρεται γὰρ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη, φησίν, ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως. φθείρεσθαι δὲ λέγει, οὐχ ὅτι ἤδη οὖσα φθείρεται, ἀλλὰ κατὰ τὸ κωλύεσθαι τὴν σύστασιν αὐτῶν καὶ ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθορὰν ὠνόμασεν.3 οὐ μόνον δέ φησιν ὑπὸ τῶν αὐτῶν αἱ γενέσεις καὶ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραὶ ἀλλὰ καὶ 〈αἱ〉 ἐνέργειαι ἐν τοῖς αὐτοῖς γίνονται.
“因此,按照正确的理据〔行事〕”直至“我们将最能经受可怕的事物。” 他在总体上设定,人们应当选择我们在正确的理据指导下所做的那些作为。至于何为正确的理据,以及它与其他诸德性具有何种关系,将在后文阐明;并且他将指出,正确的理据就是明智。而明智之于其他诸德性,乃是作为某种主导性的原则。关于这一点,当他自己谈及之时便会清楚交代。但有一点必须提醒:他不仅将按照正确的理据行事归于拥有完全德性的人,而且也归于不拥有完全德性的人。因为这些人也是按照正确的理据所指令的那样行事,然而他们拥有的不是证明性的理据,而是基于意见的理据,即这件事当做,而那件事不当做,可以说是接受了“是什么”,却不知晓“为什么”。关于这些后文将会论述;但在说了应当按照正确的理据做一切事之后,他意识到这只是总体上说出的,而非精确的;因为何为正确的理据并不像二乘二等于四那样昭然若揭,而是说“应当按照正确的理据行事”乃是在粗略轮廓上而言的,至于何为正确的理据则不可能精确界定;因此他又提醒人们注意他此前也说过的事,即必须按照质料来接受论述。而作为中的事物与有益的事物毫无固定不变之处,相同的事物有时有益,有时则不然——例如,现在与这些人交战是有益的,但在另一时刻则不然,有时保持和平是有益的,但在另一时刻则不然;在关于高尚的事物上也是同样的道理:有时归还寄托物是高尚的,但有时则不然。而时机以及活动、地点、需求及一切类似事物所针对的人物,改变了这些情况。因此,正如无法精确界定健康之物,因为相同的事物有时带来健康,有时则不然,在关乎作为的事物上也正是如此;不仅普遍的论述本身即是此类无法具备精确性的性质,关于个别事项的论述就更加不具有精确性了。因为无论是凭借某种技艺还是凭借法则,都无法谈论个别事项,而行动者必须跟随具体的时机与发生的事态,正如具体情况所要求的那样去行事,正如在医术与航海术中的情况一样。因为这些技艺不仅在普遍的论述上不具备精确性,在关乎个别事项的论述上亦是如此,医生与舵手都必须跟随各自的时机,前者施行救治,后者掌舵航行。 在阐明这些之后,在接下来的内容中,他一方面从粗略轮廓上讨论作为,即应当选择何种作为,另一方面不引人注意地步入了关于德性与恶习的论述。因此他说,首先必须考察,此类事物天生倾向于因不足与过度而遭受毁灭。至于何为此类事物,他在后文中通过“正如在力量与健康上那样”指明了;而他在中间插了一句:“因为必须用显明可见的证据来证明隐蔽不明的事物”。相比灵魂的德性,身体的德性(例如力量与健康)是更加显明可见的,他正是以此展开论述,指出过度的体育锻炼与不足的锻炼皆会破坏力量;同样,少于充分分量的食物与多于充分分量的食物皆会破坏健康,而适度的食物则能保全、产生并增强健康。因此他说,在节制、勇敢以及其他诸德性上也依循同样的方式。因为总是以害怕且不能经受任何事物的方式活动的人会成为懦夫,而习惯于无所畏惧、鲁莽地迎向一切的人则会成为鲁莽之徒;在其他诸德性上他也列举了类似的情形。因为他说,勇敢与节制因过度与不足而毁灭。而他说它们被毁灭,并不是指已经在存在中的东西被毁灭,而是由于它们的构成受阻,他便将过度与不足造成的阻碍称为“毁灭”。并且他说,不仅德性的产生、增长与毁灭出自相同的事物,而且它们的活动亦发生在相同的事物之中。
- 2.2ἕως μάλιστα δυνησόμεθα ὑπομένειν τὰ φοβερά
标引句(lemma)的省略引用结构。类似于“ἕως τοῦ…”的形式,通过给出起始句与结尾句来标示亚里士多德文本(1103b31–1104b3)中较长的一段。“ἕως”(“直至”)用于标示所引文本的讫点,直陈式将来时“δυνησόμεθα”属于所引结尾句本身的动词,并非受“ἕως”支配。
- 2.2πρὸς ἃ αἵ τε ἐνέργειαι καὶ οἱ τόποι καὶ αἱ χρεῖαι καὶ ὅσα τοιαῦτά ἐστιν
关系代词“ἃ”的先行词为紧接其前的中性复数名词“τὰ πρόσωπα”(人物)。“πρὸς ἃ”(针对这些人物)标示了后随的并列主语“αἵ τε ἐνέργειαι καὶ οἱ τόποι…”所指向的对象;此关系从句省略了系动词或述谓动词(如“γίγνονται”)。
- 2.2φθείρεσθαι δὲ λέγει, οὐχ ὅτι ἤδη οὖσα φθείρεται, ἀλλὰ κατὰ τὸ κωλύεσθαι τὴν σύστασιν αὐτῶν καὶ ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθορὰν ὠνόμασεν
在对比句式“οὐχ ὅτι... ἀλλά...”中,前半句为被否定的原因从句(“并非因为已经存在的东西被毁灭”),后半句则在句法上转换为带有冠词不定式的前置词短语(“κατὰ τὸ κωλύεσθαι τὴν σύστασιν αὐτῶν”,基于其构成受到阻碍)。主要动词“ὠνόμασεν”在后半句出现,以“φθοράν”作为补足宾格,用以称呼因过度与不足所造成的阻碍。
