← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§38.25-40.3

伦理德性的自然接受性与伦理学的实践目标

阿斯帕西乌斯根据“天然地”的多种含义(特别是接受能力与自然倾向),阐明了亚里士多德认为伦理德性并非天然生成却天生倾向于生成于我们之中的确切含义,并梳理了习惯陶冶、潜能与活动之先后次序以及立法者意图等论据。随后,他阐释了德性与恶习由属上相同的活动所生成与毁灭的论证,并说明了由此转向伦理学旨在使人行善而非理论观照这一实践课题的过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

ἔστι δέ πως καὶ κατὰ τὸ δεύτερον·1 οὐδὲ γὰρ οὕτως ἡ ἀρετὴ ἡμῖν παραγίνεται ὡς γένειον καὶ ὀδόντες, μηδὲν ἡμῶν πολυπραγμονούντων, ἀλλ’ ἐξ ἔθους καὶ διδασκαλίας. οὕτως μὲν οὖν οὐκ ἔστι φύσει ἡ ἀρετή, εἴη δ’ ἂν φύσει κατὰ τὸ τρίτον καὶ μάλιστα κατὰ τὸ τέταρτον τῶν ῥηθέντων. καὶ γάρτοι ἐπιδεκτικοί ἐσμεν τῆς ἀρετῆς καὶ τῆς κακίας καὶ μᾶλλον ἀφορμὰς ἔχομεν πρὸς τὴν ἀρετήν· διό φησι πέφυκε μὲν ἡμῖν παραγίνεσθαι ἡ ἀρετή· οὔτε δὲ φύσει οὔτε παρὰ φύσιν, τὸ πεφυκὸς ἐκλαβὼν ἀντὶ τοῦ τετάρτου σημαινομένου τοῦ φύσει, ἵνα καὶ τῷ ὀνόματι αὐτὸ διαστήσῃ. ὅτι δὲ οὐ παραγίνεται ἡμῖν φύσει ἡ ἀρετὴ οὕτως ἐκ γενετῆς συνυπάρχουσα καὶ ἀμετάστατος, δῆλον. οὐδὲν γὰρ τῶν οὕτω φύσει ὑπαρχόντων ἄλλως ἂν ἐθισθείη, οἷον ὁ λίθος κατάρροπος ὢν οὐκ ἂν ἐθισθείη ἄνω φέρεσθαι, οὐδὲ τὸ πῦρ κάτω· οἱ δ’ ἄνθρωποι μοχθηροῖς ἔθεσι χρώμενοι φαῦλοι γίνονται καὶ τὴν ἀρετὴν οὐ κτῶνται. ἔτι ὅσα φύσει παραγίνεται, τούτων φησὶ κομιζόμεθα τὰς δυνάμεις πρότερον, ὕστερον δὲ τὰς ἐνεργείας· δῆλον δὲ τοῦτο ἐπὶ τῶν αἰσθήσεων. τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, αἳ μὴ φύσει· οὐκ ἄρα τῶν φύσει παραγινομένων αἱ ἀρεταί. Χρῆται δὲ καὶ ἄλλῃ τινὶ πίστει ἐνδόξῳ πρὸς τὸ προκείμενον, χρώμενος μάρτυσι τοῖς ἀρίστοις νομοθέταις· ἔργον γὰρ αὐτῶν ἵνα ἀγαθοὶ γένωνται 〈οἱ πολῖται〉· οὐδὲν δὲ ἔδει ἐθίζειν, εἰ τῶν φύσει παραγινομένων ἦν ἡ ἀρετή. Τὸ δὲ ἑξῆς ἐπιχείρημα τὴν μὲν ἀρχὴν ἔχει εἰς τὸ προκείμενον, ὅτι οὐ φύσει αἱ ἠθικαὶ ἀρεταί· κατὰ βραχὺ δὲ ἄγει εἰς ἕτερον πρόβλημα· ζητεῖ γὰρ ἑξῆς, τίνες αἱ ἀρεταί εἰσι καὶ αἱ καλαὶ πράξεις. ὅτι δὲ οὕτως ἔχει, ἐξ αὐτῶν εἰσόμεθα τῶν λεγομένων. πρῶτον δὲ τὸ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν τίνα ἔχει διαφορὰν θεασώμεθα·2 ἤτοι γὰρ ὡς ταὐτόν τι δυναμένοις χρῆται, ἢ ἴσως τὸ μὲν ἐκ τῶν αὐτῶν οὐ μόνον σημαίνει τὸ διὰ τῶν αὐτῶν ἐνεργειῶν ἐγγίνεσθαι τὴν ἀρετὴν καὶ φθείρεσθαι, ἀλλὰ τὰς αὐτὰς μὲν ἀρχὰς ἔχειν, μὴ μέντοι διὰ τῶν αὐτῶν γίνεσθαι. ἵνα δὲ σαφέστερον γένηται, πῶς χρῆται τῷ ἐκ τῶν αὐτῶν, προσέθηκε καὶ διὰ τῶν αὐτῶν. λέγει δέ, ὅτι καὶ διὰ τῶν αὐτῶν ἐνεργειῶν γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· τῶν αὐτῶν δὲ ἐνεργειῶν τῷ γένει· αἱ γὰρ περὶ ἡδονὰς ἐνέργειαι αἵ τε καλαὶ καὶ αἱ μοχθηραὶ τῷ μὲν γένει εἰσὶν αἱ αὐταί, τῷ δὲ εἴδει διαφέρουσι. γίνεται δὲ ἐκ μὲν τῶν καλῶν ἐνεργειῶν τῶν περὶ ἡδονὰς ἡ σωφροσύνη, ἐκ δὲ τῶν φαύλων ἡ ἀκολασία· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν. προβιβάζει δὲ καὶ ἐκ τῶν τεχνῶν· ἐκ γὰρ τοῦ αὐτοῦ ἐνεργήματος ὄντος τῷ γένει, οἵ τε ἀγαθοὶ γίνονται κιθαρισταὶ καὶ οἱ φαῦλοι, καλῶς μὲν ἐθιζόμενοι ἐνεργεῖν ἀγαθοὶ κιθαρισταί, κακῶς δὲ κακοί· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ αὐτὸ συμβαίνει. ταῦτα δέ, ὥσπερ εἶπον, φέρει μὲν καὶ εἰς τὸ προκείμενον· εἰ γὰρ ἐκ τῶν ἐνεργειῶν καὶ τῶν ἐθῶν οἱ μὲν ἐνάρετοι γίνονται, οἱ δὲ φαῦλοι, φανερὸν ὡς οὐκ ἔστι φύσει οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. ὁ δὲ τοῦτο μὲν οὐκέτι ἐπιφέρει· λαβὼν δὲ καθόλου τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι καὶ ποιεῖσθαι δεῖ, τουτέστι καλὰς ἀλλὰ μὴ φαύλας διὰ τὸ ἀκολουθεῖν ταῖς ἐνεργείαις τὰς ἕξεις,3 ἐπήνεγκε τὸ ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά ἐστιν ὥσπερ αἱ ἄλλαι (σχεδὸν γὰρ πᾶσαι αἱ κατὰ φιλοσοφίαν πλὴν τῆς ἠθικῆς καὶ πολιτικῆς θεωρίας ἔχονται· τὴν δὲ ἠθικὴν μανθάνομεν, οὐχ ἵνα εἰδῶμεν τοὺς λόγους, ἀλλ’ ἵνα ἀγαθοὶ γενώμεθα), ἀναγκαῖον εἶναί φησι σκέψασθαι τὰς ἕξεις. ἕξεις δὲ λέγει τὰς ἀρετὰς καὶ τὰς κακίας. καὶ οὕτω προάγων τὸν λόγον εἰσβάλλει εἰς τὸ ἕτερον πρόβλημα· ζητεῖ δὲ ποίας πράξεις δεῖ προαιρεῖσθαι· λέγει δὲ οὕτως.

而在某种程度上,按照第二种含义[说德性并非天然生成]也是成立的;因为德性并非像胡须和牙齿那样无需我们横加干预便生成于我们之中,而是来自习惯与教导。因此,以这种方式德性固然不是天然的,但按照前述的第三种含义、尤其是第四种含义,它或许可以是天然的。因为我们确实具有接受德性与恶习的能力,并且拥有更多朝向德性的始点;因此他说,德性天生倾向于生成于我们之中;然而它既非天然的亦非反乎自然的,他是用“天生倾向”来替代“天然地”的第四种含义,以便在名称上也将其区分开来。至于德性并非像出生起便并存且不可改变那样天然地生成于我们之中,则是显而易见的。因为以此种方式天然具有的事物,没有一种能被习惯改变成相反的方向,正如石头由于具有向下的倾向而不可能被习惯改变成向上运动,火也不可能向下;而人类通过运用不良的习惯便会成为卑劣之人且无法获得德性。此外他说,凡天然生成的事物,我们皆是先获得其能力,后获得其活动;这在诸种感觉上是显而易见的。但我们却是在先行活动之后才获得诸种德性,正如在其他非天然的技艺中一样;因此德性并不属于天然生成的事物。 针对所提出的论题,他还运用了另一种符合公意的证明,即把最优秀的立法者用作证人;因为他们的职责就是使公民们成为善良之人;但若德性属于天然生成之物,便根本没有必要去施加习惯陶冶了。 接下来的论证在起点上固然指向所提出的论题,即伦理德性并非天然的;但它逐渐引向了另一个课题;因为他接下来探究何为德性与高尚的作为。而事实如此这一点,我们将从所阐述的内容本身得知。首先让我们审视,“出自相同的事物”与“通过相同的事物”有何区别;因为他要么是将它们作为具有相同效力之物来使用,要么或许“出自相同的事物”不仅意味着德性通过相同的活动而生成与毁灭,而且意味着拥有相同的原则,却并不通过相同的事物而生成。为了使他如何使用“出自相同的事物”更加清楚,他又加上了“通过相同的事物”。他说,一切德性皆通过相同的活动生成,亦通过相同的活动毁灭;然而是在属上相同的活动;因为关于快乐的活动,无论是高尚的还是不良的,在属上皆是相同的,但在种上有所不同。节制来自关于快乐的高尚活动,而放荡则来自不良活动;在其他德性上亦是同样如此。他还通过诸种技艺来推进论证;因为从属上相同的活动出发,既生成了优秀的齐特拉琴演奏者,亦生成了拙劣的演奏者,习惯于良好活动的人成为优秀的琴手,而习惯于恶劣活动的人则成为拙劣的琴手;在其他技艺中亦同样发生这一情况。正如我所说过的,这些论据亦关涉到所提出的论题;因为如果从活动与习惯中,有的人成为有德之人,有的人成为卑劣之人,显然德性与恶习皆非天然的。然而他不再以此作为推论得出;而是在总体上把握了应当展现并进行某种性质的活动——也就是说,由于品性跟随活动,故而应当展现高尚的而非卑劣的活动——之后,他便引出了“既然现在的探究并不像其他探究那样是为了理论观照”(因为哲学中除伦理学与政治学外几乎一切探究都致力于观照;而我们学习伦理学并非为了知晓诸种理据,而是为了让我们成为善良之人)这一句话,他说必须考察诸种品性。而他所说的品性即是指德性与恶习。他就这样推进论述,步入了另一个课题;他探究应当选择何种作为;他是这样说的。

语法注3 条
  1. 2.1ἔστι δέ πως καὶ κατὰ τὸ δεύτερον

    承接前文(“亚里士多德似乎是按照第一种含义来理解‘天然地’的”),此句为省略结构,意指亚里士多德关于伦理德性并非天然生成(οὐκ ἔστι φύσει)的主张,在“第二种含义下”也在某种程度上成立。紧随其后的“德性并非像胡须和牙齿那样生成”直接印证了这一理由。

  2. 2.1τὸ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν τίνα ἔχει διαφορὰν θεασώμεθα

    提置句式(先取,prolepsis)。带有中性定冠词 τὸ 的短语 τὸ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν 被置于间接疑问从句(τίνα ἔχει διαφοράν)之前;在句法上,整个疑问从句充当主句动词 θεασώμεθα 的宾语。

  3. 2.1λαβὼν δὲ καθόλου τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι καὶ ποιεῖσθαι δεῖ, τουτέστι καλὰς ἀλλὰ μὴ φαύλας διὰ τὸ ἀκολουθεῖν ταῖς ἐνεργείαις τὰς ἕξεις, ἐπήνεγκε τὸ ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά ἐστιν ὥσπερ αἱ ἄλλαι... ἀναγκαῖον εἶναί φησι σκέψασθαι τὰς ἕξεις

    此句主干为分词短语 λαβὼν δὲ...(“在总体上把握了……之后”)修饰主动词 ἐπήνεγκε(“引出了”),其直接宾语由带有定冠词 τὸ 的亚里士多德原文引文(ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία...)构成。引文中插入了注解者的说明从句(σχεδὸν γὰρ...),随后引文的后半部分通过间接引语(ἀναγκαῖον εἶναί φησι σκέψασθαι τὰς ἕξεις)收结。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:38.25-40.3