- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:2.14-4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯针对亚里士多德《尼各马可伦理学》开篇语句(1094a1),梳理并界定了技艺、方法、实践与抉择四个核心概念的多重含义与定义,进而阐析了“万物所追求的善”的两种理解(第一原因与幸福)。
" Πᾶσα τέχνη 〈ἕως τοῦ προτιμᾶν τὴν ἀλήθειαν〉." Πρῶτον οὖν ῥητέον περὶ τέχνης καὶ περὶ μεθόδου, ἔτι καὶ περὶ πράξεως καὶ προαιρέσεως. λέγεται δὲ τέχνη παρ’ αὐτοῖς τριχῶς· καὶ γὰρ τὸ γένος τῶν τεχνῶν ἁπασῶν τέχνη λέγεται· διαιροῦσι γὰρ τὰς τέχνας λέγοντες τὰς μὲν ποιητικὰς τὰς δὲ θεωρητικάς, ὁρίσαιτο δ’ ἄν τις τὴν οὕτω λεγομένην τέχνην σύστημα ἐκ θεωρημάτων εἰς ἓν τέλος φερόντων. ἄλλως δὲ λέγουσι τέχνην τὸ κοινὸν τῆς πρακτικῆς καὶ τῆς ποιητικῆς· διαιροῦσι γὰρ τὸ μὲν τέχνην λέγοντες τὸ δὲ ἐπιστήμην, τὴν θεωρητικὴν πᾶσαν ἐπιστήμην ὀνομάζοντες, τὴν δὲ τοιαύτην ὑπογράψειεν ἄν τις σύστημα ἐκ θεωρημάτων εἰς πράξεις φερόντων ἢ ποιήσεις. ἰδίως δὲ καλεῖν εἰώθασι τέχνην τὴν ποιητικήν. ἀποδίδωσι δὲ αὐτῷ λόγον1 ὁ Ἀριστοτέλης λέγων ‘τέχνη ἐστὶν ἕξις μετὰ λόγου ποιητική’, λόγον δὲ λαμβάνει οὔτε τὸν ἐπαγωγικὸν οὔτε τὸν συλλογιστικὸν ἀλλὰ τὸν ἁπλοῦν καὶ τεχνικόν, ᾧ χρῶνται οἱ δημιουργοὶ τῶν τεχνῶν· ποιήματα μὲν γάρ ἐστι καὶ τὰ τῶν ἀλόγων, οἷον τῶν μὲν μελισσῶν τὰ κηρία, ἀραχνῶν δὲ τὰ ἀράχνια καλούμενα· ἀλλ’ οὐδὲν τούτων μετὰ λόγου ποιεῖ, ἀλλ’ ὁρμῇ φυσικῇ χρώμενα τὰ ζῷα· τὰ δὲ τεχνικὰ ποιήματα λογικῶν ἐστι ποιήματα καὶ τῷ λόγῳ χρωμένων. περὶ μὲν οὖν τέχνης ταῦτα εἰρήσθω. τὴν δὲ μέθοδον ἔνιοι μὲν ᾠήθησαν κατὰ ταὐτὸν τῇ τέχνῃ καὶ ἐκ παραλλήλου εἰρῆσθαι, ἔνιοι δὲ δύναμιν ὁμοίως ἔχουσαν πρὸς τὰ ὑφ’ αὑτὴν ἀντικείμενα.2 ἔστι μὲν γὰρ καὶ τῶν λογικῶν ἑκάστην τεχνῶν ἐπιστήμην ἀκοῦσαι τῶν ἀντικειμένων, οἷον ἰατρικὴ ὑγιεινῶν καὶ νοσερῶν, ἀλλ’ οὐ πρὸς ἄμφω ὁμοίως ἔχει, ἀλλὰ τὸ μὲν προηγουμένως αἱρεῖται, τὸ δὲ γιγνώσκει μόνον. ῥητορικὴ δὲ καὶ διαλεκτική εἰσι μὲν ἐπιχειρητικαὶ ἀμφότεραι, ἀλλ’ ὁμοίως ἔχουσι πρὸς τὸ ἐπιχειρεῖν εἰς τὰ ἀντικείμενα. ἐπεὶ δὲ φαίνεται καὶ τὴν πολιτικὴν ἢ ἠθικὴν μέθοδον ὀνομάζων οὐ μόνον τὴν ῥητορικὴν καὶ διαλεκτικήν, ἔνιοι ἔφασαν μέθοδον ὀνομάζεσθαι πᾶσαν δύναμιν ἢ ἕξιν τὴν ὡς ἐπὶ πολύ. ἐοίκασι δὲ καὶ οὗτοι ἀπολελεῖφθαι τῆς τοῦ ὀνόματος χρήσεως· μέθοδον γὰρ ὀνομάζει καὶ τὴν πρώτην φιλοσοφίαν καὶ τὴν περὶ ἀποδείξεως ἐπιστήμην· εἶπεν οὖν μέθοδον εἶναι ἕξιν θεωρητικὴν τῶν ὑφ’ αὑτὴν μετὰ λόγου ἐπακτικοῦ ἢ συλλογιστικοῦ. καλείσθω δέ μοι συλλογισμὸς κοινῶς καὶ τὸ ἐνθύμημα, ἐπαγωγὴ δὲ καὶ τὸ παράδειγμα. εἰκότως δὲ μέθοδος πᾶσα ἡ τοιαύτη λέγεται δύναμις ἡ διὰ συλλογισμοῦ καὶ δι’ ἐπαγωγῆς δεῖξις καὶ μέθοδος ὡς ἀληθῶς, ὡς ἀλλαχοῦ εἴρηται. τὴν δὲ πρᾶξιν ἔνιοι μὲν ἀπέδοσαν ἐνέργειαν λογικήν· κατὰ δὲ τοῦτο λέγοιτ’ ἂν καὶ ἡ θεωρία πρᾶξις· ἐνέργεια γὰρ λογική· λέγεται δὲ πρᾶξις καὶ ἡ κατὰ πρακτικὴν ἐπιστήμην ἐνέργεια. πρακτικαὶ δὲ λέγονται μὲν κοινῶς πᾶσαι, ὧν μὴ ἔστι ποίημά τι ἄλλο παρὰ τὴν πρᾶξιν, οἷον ὀρχηστικὴ καὶ αὐλητική, ἰδίως δὲ ἥ τε πολιτικὴ καὶ ἠθικὴ πρακτικαὶ λέγονται καὶ πράξεις αἱ περὶ τὸ καλὸν καὶ αἰσχρὸν ἐνέργειαι. περὶ δὲ προαιρέσεως ἐρεῖ μὲν καὶ αὐτὸς προελθών· τοσοῦτον δὲ προληπτέον, ὅτι καὶ ἔστιν ἡ προαίρεσις ὄρεξις βουλευτική. ἐπειδὰν γὰρ βουλευσάμενός τις ἕληται καὶ ἡ ὄρεξις ἐπακολουθήσῃ τῷ λογισμῷ ἢ ἀνάπαλιν ὀρεχθεὶς καὶ βουλευσάμενος ἕληται, προαίρεσις τὸ τοιοῦτόν ἐστιν. διόπερ αἵ τε ἀρεταὶ καὶ αἱ κακίαι προαιρέσεις τινές· τῶν μὲν γὰρ ἀρετῶν ὅ τε λογισμὸς καὶ ἡ ὄρεξις ἀγαθή, τῶν δὲ κακιῶν τοὐναντίον. Πᾶσα δέ, φησί, τέχνη καὶ πᾶσα μέθοδος καὶ πρᾶξις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται. αἵ τε γὰρ τέχναι καὶ αἱ μέθοδοι τοῦ ἰδίου τέλους ὡς ἀγαθοῦ ἐφίενται. καὶ μὴν αἱ πράξεις καὶ αἱ προαιρέσεις ἀγαθοῦ τινος ὀρέγονται. καὶ γὰρ αἱ μοχθηραὶ πράξεις καὶ αἱ μοχθηραὶ προαιρέσεις ἐφέσει τοῦ ἀγαθοῦ γίνονται, ἀλλὰ πεπλανημένων τῶν πραττόντων ἢ προαιρουμένων. διὸ καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. τἀγαθὸν δὲ εἰ μὲν τὸ πρῶτον αἴτιον καὶ κυριώτατον λαμβάνει, ὀρθῶς εἴρηται, ὅτι πάντα τούτου ἐφίεται καὶ τὰ φυτὰ καὶ τὰ ζῷα ἐκείνου ὀρέγονται καὶ τῆς πρὸς ἐκεῖνο ὁμοιώσεως. οὕτως δὲ δεῖ ἀκούειν τὸ ἐφίεσθαι ὡς παρεσκευασμένου ἑκάστου ὑπὸ τῆς φύσεως εἰς τὴν τοῦ τελειοτάτου καὶ πρώτου αἰτίου ᾗ δυνατὸν ἐξομοίωσιν. ἕκαστον γὰρ ἄγεται ὑπὸ τῆς ἰδίας φύσεως σπουδῇ ἐπὶ τὴν ἰδίαν τελειότητα· ἐπὶ δὲ ταύτην ἄγεται διὰ τὸ πρὸς ἐκεῖνο νενευκέναι, ὃ πάντων ἐστὶ τελειότατον. εἰ δὲ τὸ ἀγαθὸν ἀντὶ τῆς εὐδαιμονίας λαμβάνει, ὀρθῶς ἂν λέγοιτο τὰ λογικὰ ζῷα.3 τοῦτο μὲν οὖν διὰ μέσου εἴρηται· τὸ δὲ συνεχὲς τῆς φράσεως ἔχει οὕτως· πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ· τουτέστι τοῦ τέλους· τὸ γὰρ τέλος ἀγαθὸν ἑκάστῃ ὃ προτίθεται εἶναι αὑτοῦ.
“一切技艺……〈至‘宁取真理’〉。” 因此,首先应当论述技艺与方法,进而论述实践与抉择。在他们那里,“技艺”有三种说法:因为一切技艺的属亦被称为技艺;他们区分技艺,称一部分为制作性的,另一部分为观相性的,人们可以把这种意义上的技艺定义为导向单一终极目的的观相命题系统。在另一种意义上,他们把实践性技艺与制作性技艺的共有之物称为技艺;他们通过将一者称为技艺,另一者称为科学来进行区分,把一切观相之学命名为科学,而人们可以把此种技艺描述为导向实践或制作的观相命题系统。他们通常习惯于把制作性的技艺专门称为技艺。亚里士多德对它给出了定义,说“技艺是伴随着理据的制作性品质”,而他所取的理据既非归纳的亦非三段论式的,而是各门技艺的工匠所使用的简单而专门的技术理据;因为无理性的造物也有制作物,例如蜜蜂的蜂巢和蜘蛛的所谓蛛网;但这些动物没有一个是伴随着理据制作的,而是依靠自然冲动;而技术的制作物则是有理性且运用理据者的制作物。关于技艺,就论述这些。另一方面,关于方法,有些人认为它与技艺同义且并列使用,有些人则认为它是对其所属对立面具有同等倾向的能力。因为,把理性技艺中的每一门都理解为关于对立面的科学固然是可能的,例如医术是关于健康之物与致病之物的科学,但它并不是同等地对待二者,而是首要地选取一者,而对另一者仅仅加以认识。然而修辞学与辩证法虽然都是探究性的,但在对对立面展开探究方面却同等对待。但是,既然亚里士多德显然不仅把修辞学与辩证法,而且把政治学或伦理学也称为方法,有些人便声称,凡是大体上成立的能力或品质都被称为方法。然而这些人看来亦未能把握这一名称的用法;因为他把第一哲学以及关于证明的科学也称为方法;因此他说,方法是伴随着归纳或三段论式理据对所属对象进行观相的品质。对我而言,且把省略三段论通称为三段论,把例证通称为归纳。作为通过三段论和归纳进行的证明且真正是方法的一切此类能力,合理地被称为方法,正如在别处所说的那样。至于实践,有些人将其界定为理性活动;照此说来,观相由于是理性活动,亦可被称为实践;但按照实践科学所进行的活动也被称为实践。普遍而言,凡是除行动本身之外没有其他制作物的学问都被称为实践性的,例如舞蹈术与吹笛术;而在专门意义上,政治学与伦理学被称为实践性的,关涉高尚与可耻的活动被称为实践。关于抉择,他自己后文亦将论及;但在此必须预先领会的是,抉择乃是经过熟虑的欲求。因为每当某人经过熟虑后做出选取,且欲求随推理而来,或者反过来,在产生欲求并经过熟虑后做出选取,这便是抉择。因此,德性与恶习都是某种抉择;因为在德性中,推理与欲求都是良好的,而在恶习中则相反。他说:“一切技艺与一切方法,以及实践与抉择,都追求某种善。” 因为技艺与方法都追求其固有的目的,视其为善。行为与抉择亦确实欲求某种善。即便恶劣的行为与恶劣的抉择,也是出于对善的追求而发生的,只是行动者或抉择者陷入了迷误。因此他们精辟地断言:善乃是万物所追求的对象。关于善,如果理解为第一且最根本的原因,那么万物都追求它,植物与动物都欲求那个原因以及向它的同化,这种说法是正确的。所谓“追求”,应当这样理解:每一个事物都被自然赋予了尽可能同化于最完满的第一原因的准备。因为每个事物都因其固有的自然而被竭力引向其固有的完善;而它之所以被引向这一完善,乃是因为它倾向于万物中最完满的那个原因。但如果取善来代指幸福,那么说理性的动物[追求它]才是正确的。这些是作为插入语而说的;文句的连续线索如下:“一切技艺与一切方法,同样还有实践与抉择,看来都追求某种善”——也就是追求目的;因为对每个事物而言,它为自身树立的目的便是善。
- 1.1ἀποδίδωσι δὲ αὐτῷ λόγον
在句法上,与格代词 αὐτῷ 并不在语法性上与阴性名词 τέχνη 一致,而是指代中性的概念或名称(如作为专门对象的制作性技艺),充当给出定义(λόγον ἀποδιδόναι)的接受对象,指代前句中严格意义下的制作性技艺。
- 1.1ἔνιοι δὲ δύναμιν ὁμοίως ἔχουσαν πρὸς τὰ ὑφ’ αὑτὴν ἀντικείμενα
宾格 δύναμιν 受前文动词 ᾠήθησαν(认为)支配,属于省略了不定式 εἶναι 的宾格加不定式结构,意为“另一些人则认为[方法是]一种……的能力”。
- 1.1ὀρθῶς ἂν λέγοιτο τὰ λογικὰ ζῷα
此处承接前文将善理解为第一原因时“万物皆追求它”的表述,省略了动词短语 ἐφίεσθαι αὐτοῦ。中性复数主格 τὰ λογικὰ ζῷα 充当单数被动式动词 λέγοιτο 的主语(搭配省略的不定式的人称结构),即“若说理性的动物[追求它],才是正确的”。
