← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§37.2-38.24

德性的生成路径与自然概念的诸种涵义

阿斯帕修斯论述了依据灵魂二分法划分的理智德性与伦理德性,指出理智德性源于教导,而伦理德性源于习惯。随后他剖析了“天然地”的四种含义,并指明亚里士多德在论证伦理德性并非由自然生成时所采纳的是第一种含义(恒常必然的自然本性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

" Διττῆς δὲ τῆς ἀρετῆς οὔσης 〈ἕως〉 καθάπερ εἰρήκαμεν." Ἐπειδὴ τῆς ψυχῆς δύο μέρη εἰσί, τὸ μὲν λόγον ἔχον, τὸ δ’ οὔ, διττὴ καὶ ἡ ἀρετή, ἡ μὲν τοῦ λόγου ἔχοντος, ἡ δὲ τοῦ ἀλόγου. καλεῖται δὲ ἡ μὲν τοῦ λόγον ἔχοντος διανοητική· διάνοια γὰρ καὶ νοῦς καλεῖται τὸ λόγον ἔχον τῆς ψυχῆς· ἡ δὲ τοῦ ἀλόγου ἠθική, ἐπειδὴ τὸ ἦθος ἐν ἐκείνῳ γίγνεται τῷ μορίῳ, ὥσπερ εἴρηται πρότερον. δῆλον δὲ καὶ ἐξ ὧν ὀλίγον ὕστερον ἐρεῖ· τὸ γὰρ ἔθος μικρὸν παρατρέψαντες ἦθος λέγομεν.1 σχεδὸν δὲ πᾶσαι αἱ ἐν τούτῳ τῷ μορίῳ λεγόμεναι ἀρεταὶ δι’ ἔθους παραγίνονται. ἡ μὲν οὖν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει τὴν γένεσιν καὶ τὴν αὔξησιν, ἡ δὲ ἠθικὴ ἐξ ἔθους παραγίνεται. δῆλον δὲ τοῦτο τοῖς ἑκάστην σκοποῦσι τῶν ἀρετῶν τῶν τε διανοητικῶν καὶ τῶν ἠθικῶν. διανοητικαὶ δέ εἰσι σοφία καὶ φρόνησις· ἡ μὲν οὖν σοφία ἐπιστήμη ἐστίν, πᾶσα δὲ ἐπιστήμη ἐκ διδασκαλίας. καὶ μὴν οὐδὲ τὰ φύσει συνεστῶτα, περὶ ὧν ἡ σοφία ἐπισκοπεῖ, ἐξ ἔθους ἄν τις γνοίη, ἀλλὰ δεῖ πάντως διδασκαλίας ἢ εὑρέσεως, ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν πρώτην φιλοσοφίαν. εἰ δ’ ἄρα μελέτης τινὸς δεῖ ἐν τῷ μανθάνειν, τοῦτο δ’ εἰ βούλεταί τις καλεῖν ἔθος, καλείτω. ἀλλὰ τό γε κυρίως ἔθος ἐστὶ τὸ ἐθίζεσθαι καλοῖς ἐπιτηδεύμασι. καὶ μὴν ἡ φρόνησις διὰ πολλῆς ἐμπειρίας παραγίνεται καὶ διδασκαλίας· λόγος γάρ ἐστιν ὀρθὸς καὶ ἤτοι ἀπόδειξίς τις ἢ ἀποδείξει ὅμοιον. ἡ μὲν οὖν πρώτη φιλοσοφία πάντως ἀποδείξει χρῆται, ἡ δὲ φρόνησις συλλογισμῷ ὁμοίως τῇ ἀποδείξει. πᾶσα δὲ ἀπόδειξις καὶ πᾶς συλλογισμὸς ἀποδεικτικὸς ἢ ἐγγὺς ἀποδείξει διδασκαλία πώς ἐστιν. ὅτι μὲν οὖν αἱ διανοητικαὶ διὰ μαθήσεως γίνονται δῆλον· αἱ δὲ ἠθικαὶ τὸ πλεῖστον ἀπὸ τοῦ ἔθους ἔχουσι τὴν γένεσιν καὶ τὴν αὔξησιν· ἐθιζόμενοι γὰρ ἄνθρωποι τοῖς ἀκολάστοις ἀκόλαστοι γίνονται, ἐθιζόμενοι δὲ τοῖς δικαίοις δίκαιοι καὶ τοῖς ἀνδρείοις ἀνδρεῖοι. ταύτας δὲ ὁμολογουμένως τελειοῖ τὰς ἀρετὰς ἡ φρόνησις καὶ ὁ κατ’ αὐτὴν λόγος. ὅτι δὲ ἐξ ἔθους τὸ πλεῖστον αὐτῶν ἐστι, μαρτύριον τὸ πολλοὺς εἰδότας τὸν ὀρθὸν λόγον μὴ δύνασθαι πράττειν τὰ καλά, ἡττωμένους ὑπὸ τῶν ἡδονῶν καὶ λυπῶν. τοῦτο δ’ αὐτοῖς συμβαίνει διὰ τὸ μὴ εἰθίσθαι καλῶς. Ἐπεὶ δὲ ὡμολόγηται ἐξ ἔθους παραγίνεσθαι τὴν ἀρετήν, ἐκ τούτων φησὶν δῆλον εἶναι, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται. ἵνα δὲ δῆλον γένηται, πῶς λέγει μὴ παραγίνεσθαι φύσει, διαιρετέον ποσαχῶς τὸ φύσει. φύσει γὰρ λέγεται ὑπάρχειν ὅσα ἀεὶ συνυπάρχει, οἷον φύσει πᾶν τὸ βαρὺ κάτω πέφυκε φέρεσθαι καὶ τὸ κοῦφον ἄνω· καθ’ ἕτερον δὲ τρόπον λέγεται φύσει καὶ ὃ μὴ ἐξ ἀρχῆς μὲν συνυπάρχει, ἀπὸ δέ τινος χρόνου παραγίνεται ὡς ἐπὶ τὸ πλεῖστον, μηδὲν ἡμῶν πολυπραγμονούντων μήτε δι’ ἔθους μήτε διὰ διδασκαλίας,2 οἷον ὀδόντων φύσις καὶ γενείων. ἄλλως δὲ λέγεται φύσει, οὗ ἐπιδεκτικοί ἐσμεν· οὕτως καὶ τὰ ἐναντία τῷ αὐτῷ γίνεται φύσει, οἷον νόσος καὶ ὑγίεια τῷ δεκτικῷ σώματι. ἔτι δὲ λέγεται φύσει, πρὸς ὃ μᾶλλον τὸ δεκτικὸν πέφυκε καὶ πρὸς ὃ ἔχει ἀπὸ τῆς φύσεως ἀφορμὰς μᾶλλον. οὕτως δὲ καὶ ἡ ὑγίεια μὲν φύσει, ἡ δὲ νόσος παρὰ φύσιν γίνεται. στέρησίς τις οὖσα τῆς ὑγιείας καὶ διὰ τὸ τὴν φύσιν συστῆσαι τὸ σῶμα μᾶλλον πρὸς ὑγίειαν ἢ πρὸς νόσον. τὸν αὐτὸν δὲ τρόπον καὶ ἀρετὴ μᾶλλον κατὰ φύσιν ἐστίν, παρὰ φύσιν δὲ ἡ κακία, καὶ ὅλως τὸ μὲν εὖ κατὰ φύσιν μᾶλλον, τὸ δὲ κακὸν παρὰ φύσιν. τοσαυταχῶς δὴ λεγομένου τοῦ φύσει, ἔοικεν εἰληφέναι τὸ φύσει ὡς μὲν ἐκ τοῦ παραδείγματος κατὰ τὸ πρῶτον σημαινόμενον.3 φησὶ γὰρ καὶ τὸν λίθον κάτω φύσει φέρεσθαι καὶ διὰ τοῦτο μὴ ἐθίζεσθαι ἄλλως.

“德性既然是双重的……”直至“正如我们所说过的”。 既然灵魂有两个部分,一部分拥有理性,另一部分则没有,德性亦是双重的:一部分属于拥有理性的部分,另一部分属于无理性的部分。属于拥有理性的部分的德性被称为理智德性,因为灵魂中拥有理性的部分被称为理智与心灵;而属于无理性的部分的德性被称为伦理德性,因为正如前文所述,品格正是在那个部分中生成的。从他稍后将要阐明的内容来看这也是显而易见的;因为我们把习惯这一语词稍加变通便称作品格。而且,被说成存在于这一部分中的几乎一切德性都是通过习惯而形成的。因此,理智德性其生成与增长大半来自教导,而伦理德性则来自习惯。这一点对于考察理智德性与伦理德性中每一种的人而言皆是显而易见的。理智德性是智慧与明智;智慧乃是科学知识,而一切科学知识皆来自教导。甚至智慧所考察的由自然构成的事物,亦绝非任何人仅凭习惯便能认识的,而是完全需要教导或发现,对于第一哲学的事理而言亦是同样如此。但如果在学习之中终究需要某种练习,且有人愿意称之为习惯,便随他去称呼好了。然而本义上的习惯,乃是指习惯于高尚的实践。再者,明智亦是通过丰富的经验与教导而形成的;因为它是正确的理据,要么是某种证明,要么是类似于证明之物。第一哲学固然完全运用证明,而明智则运用类似于证明的三段论。一切证明,以及一切证明性的或切近于证明的三段论,都在某种程度上是一种教导。因此,理智德性是通过学习而生成的,这一点显而易见;而伦理德性的生成与增长大半来自习惯;因为人们通过习惯于放荡的作为而变得放荡,通过习惯于正义的作为而变得正义,通过习惯于勇敢的作为而变得勇敢。而公认的是,明智及合乎它的理据使这些德性臻于完善。伦理德性绝大部分来自习惯的明证在于:许多人知晓正确的理据,却因屈服于快乐与痛苦而无法践行高尚之事。他们之所以遭遇这种情况,乃是因为未曾受到良好的习惯陶冶。 由于人们一致同意德性是由习惯而形成的,他说,由此显而易见的是,伦理德性没有一种是天然生成于我们之中的。为了弄清他是在何种意义上说德性并非天然生成,必须区分“天然地”有几种表述方式。因为凡是始终并存的事物都被称为天然地具有,例如一切重物天生倾向于向下运动,轻物向上运动;在另一种方式中,凡虽非从一开始便并存、但在一定时期之后大体上无需我们通过习惯或教导横加干预便能生成的事物,亦被称为天然的,例如牙齿和胡须的自然生长。在另一种意义上,我们所能接受的事物被称为天然的;以这种方式,相互对立的事物亦在同一主体中天然地生成,例如疾病与健康生成于具有接受能力的身体中。此外,具有接受能力的主体在天性上更倾向于它、并且从自然中拥有更多朝向它的始点的事物,亦被称为天然的。以此种方式,健康乃是天然地生成,而疾病则是反乎自然地生成的;因为疾病乃是健康的某种匮乏,并且自然把身体构建为更有利于健康而非疾病。以同样的方式,德性亦更顺乎自然,而恶习则反乎自然,总而言之,良好的状态更顺乎自然,而不良的状态反乎自然。既然“天然地”有如此多种表述方式,从例子来看,〔亚里士多德〕似乎是按照第一种含义来理解“天然地”的;因为他还说,石头亦是天然地向下运动,因此不可能被习惯改变成相反的方向。

语法注3 条
  1. 2.1τὸ γὰρ ἔθος μικρὸν παρατρέψαντες ἦθος λέγομεν

    阳性复数主动分词 παρατρέψαντες 省略了第一人称复数主语,泛指一般说话者(“我们把……稍加改变”),用于解释 ἔθος(习惯)与 ἦθος(品格)之间的词源关联。

  2. 2.1μηδὲν ἡμῶν πολυπραγμονούντων μήτε δι’ ἔθους μήτε διὰ διδασκαλίας

    属格独立结构,中性词 μηδέν 作状语修饰分词 πολυπραγμονούντων,与后文的 μήτε δι’ ἔθους μήτε διὰ διδασκαλίας 形成呼应,表示伴随情况或条件(“无需我们通过习惯或教导横加干预”)。

  3. 2.1ἔοικεν εἰληφέναι τὸ φύσει ὡς μὲν ἐκ τοῦ παραδείγματος κατὰ τὸ πρῶτον σημαινόμενον

    句子的核心骨架为 ἔοικεν εἰληφέναι τὸ φύσει κατὰ τὸ πρῶτον σημαινόμενον(“似乎是按照第一种含义理解‘天然地’”),其中插入了表示推断依据的短语 ὡς ἐκ τοῦ παραδείγματος(“从例子来看”),构成倒装与间隔(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:37.2-38.24