- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:35.9-36.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修将灵魂的滋养能力排除在德性考察之外,通过自制与劝诫的事实论证欲求与情感能力能够服从理性并在此意义上分有理性,进而确立了理智德性与伦理德性的区分。
τῆς δὲ τοιαύτης δυνάμεως, λέγω δὲ τῆς θρεπτικῆς, ἡ ἀρετὴ οὐκ ἰδία ἀνθρώπου διὰ τὸ καὶ ἐν ἄλλῳ αὐτὴν εἶναι καὶ ὅτι ἐν τοῖς ὕπνοις ἐνεργεῖ μᾶλλον ἡ τοιαύτη δύναμις, ὅτε ἥκιστα ὁ ἀγαθὸς καὶ ὁ κακὸς διάδηλοι (ὁ γὰρ ὕπνος ἀργία), πλὴν εἰ μὴ κατὰ μικρὸν ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων διαφέρει τοῦ ἐναντίου, λέγω δὴ κατὰ τὰς φαντασίας. τὸ μὲν οὖν τοιοῦτον ἄλογον ἀφείσθω. ἔστι δέ τις καὶ ἄλλη δύναμις τῆς ψυχῆς ἄλογος καλουμένη, μετέχουσα μέντοι πῃ λόγου διὰ τὸ πεφυκέναι πείθεσθαι τῷ λόγῳ. ἔοικε δὲ ὁμώνυμον εἶναι τὸ ἄλογον· οὐ γὰρ ταὐτὸν τῇ θρεπτικῇ καὶ παθητικῇ δυνάμει τῆς ψυχῆς τὸ ἄλογον, ἀλλὰ τῇ μὲν θρεπτικῇ τὸ κατὰ μηδένα τρόπον μετέχειν τοῦ λόγου, τῇ δὲ παθητικῇ τὸ μὴ ἰδίου λόγου μετέχειν, ἀλλὰ τοῦ ἐν τῷ λογικῷ μορίῳ τῆς ψυχῆς, ὅταν αὐτῷ πείθηται. ἴσως δὲ καὶ τοῦ τῶν ζῴων ἀλόγου καὶ παθητικοῦ διαφέρει τὸ τῶν ἀνθρώπων, οὐ τοσοῦτον μὲν ὅσον τοῦ θρεπτικοῦ διαφέρειν ἔοικε (κοινωνεῖ γὰρ καὶ τὸ ἐκείνων παθητικὸν τῷ ἡμετέρῳ, διότι θυμοῦ καὶ ἐπιθυμίας μετέχει καὶ ὅλως ἡδονῆς καὶ λύπης), διαφέρει δὲ ᾗ οὐκ ἔστιν ἐπιπειθὲς τῷ λόγῳ. ὁ δὲ Ἀριστοτέλης βουλόμενος δεῖξαι, οἵα τίς ἐστιν ἡ τοῦ παθητικοῦ δύναμις, λεγομένου δὲ ἀλόγου, καὶ πῶς ἐπιπειθὴς εἶναι λέγεται τῷ λόγῳ, ἐκ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς δείκνυται· τοῦ γὰρ ἐγκρατοῦς καὶ ἀκρατοῦς φησιν ἐπαινοῦμεν τῆς ψυχῆς τὸ λόγον ἔχον· ἔστι δέ τι ἐν αὐτοῖς ἄλλο παρὰ τὸν λόγον, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγῳ· προδηλότατον δέ ἐστιν ἐν τῷ ἐγκρατεῖ· καίπερ γὰρ νοσοῦν καὶ ἀντιτεῖνον ὅμως ἀκολουθεῖ καὶ πειθαρχεῖ τῷ λόγῳ· ταὐτὸν δὲ καὶ ἐπὶ τοῦ ἀκρατοῦς· τὸ γὰρ ἀντιτείνειν καὶ ἀπειθεῖν δηλοῖ ὅτι ἕτερόν ἐστιν. καὶ μὴν ὅτι πέφυκε πείθεσθαι φανερόν· αἰτιώμεθα γὰρ αὐτὸ τὸ παθητικόν, διότι μὴ πείθεται καὶ ἄγεται ὑπὸ τοῦ λόγου τρόπον τινὰ ἄκον καὶ ἀναγκαζόμενον· τὸ δὲ τοῦ σώφρονος καὶ τοῦ ἀνδρείου καὶ ὅλως τοῦ ἐναρέτου πλὴν τοῦ ἐγκρατοῦς ὁμοφωνεῖ τῷ λόγῳ. καὶ δήλη ἐντεῦθεν ἡ διαφορὰ καὶ τοῦ ἐγκρατοῦς καὶ τοῦ σώφρονος· πᾶν γὰρ ἄλογον διττόν, ὡς εἴρηται· τὸ δὴ ἐπιπειθὲς τῷ λόγῳ, οἷον τὸ ὀρεκτικὸν καὶ παθητικόν, ταύτῃ λέγεται μετέχειν λόγου, ᾗ κατήκοόν ἐστιν αὐτοῦ, ὡς καὶ τοῦ πατρός φαμεν ἔχειν τινὰ λόγον οὐ τῷ πείθεσθαι τοῖς μαθηματικοῖς ἀλλὰ τῷ ἔχειν ἀπόδειξιν καὶ λόγον μαθηματικοῦ τινος θεωρήματος.1 οὕτω δὲ τὸ λογικὸν μετέχει λόγου ὡς ἔχειν ἐν αὑτῷ λόγον. ὅτι δὲ πείθεταί πως ὑπὸ τοῦ λόγου τὸ ἄλογον, μηνύει καὶ ἡ νουθέτησις καὶ πᾶσα ἐπιτίμησις καὶ παράκλησις. ἐπιτίμησις μὲν ἐπίπληξις σφοδρά τις φόβον ἐμβάλλουσα πρὸς ἐκκοπὴν τῆς ἀλόγου ὁρμῆς, νουθέτησις δὲ μετὰ παρακλήσεως ἐπίπληξις πραεῖα ἐφ’ ἁμαρτήμασι γινομένη, παράκλησις δὲ προτροπή, κυρίως μὲν ἡ ἐπ’ ἀγαθά, κοινότερον δὲ καὶ ἡ ἐφ’ ὁτιοῦν προτροπή, ὥστε εἰκότως φαμὲν ἐπιτίμησιν εἶναι μετὰ παρακλήσεως τὴν νουθέτησιν, πλὴν ἥ γε νουθέτησις καὶ ἡ παράκλησις πᾶσα τὸ ὀρεκτικὸν καὶ ὁρμητικὸν τῆς ψυχῆς, ὅταν ἐφ’ ἃ μὴ δεῖ ὁρμᾷ, τρέπειν ἐπὶ τὸ δέον βούλεται οὐκ ἂν εἰ μὴ πεφυκὸς ἦν πείθεσθαι τῷ λόγῳ.2 διορίζονται δὲ καὶ αἱ ἀρεταὶ κατὰ τὴν διαφορὰν τῶν μορίων τούτων τῆς ψυχῆς· ἃς μὲν γὰρ λέγομεν διανοητικὰς καὶ ἐν τῷ λογικῷ μορίῳ, οἷον σοφίαν καὶ φρόνησιν, τὰς δὲ ἠθικάς, ὅσαι ἐν τῷ ὀρεκτικῷ καὶ ὁρμητικῷ, οἷον σωφροσύνην καὶ ἐλευθεριότητα. οὐδέποτε γὰρ τὸ ἦθος ἐπαινοῦντες λέγομεν σοφὸς ἄνθρωπος, ἀλλ’ ὅτι πρᾶος ἢ σώφρων· πλὴν καὶ ὁ σοφὸς ἐπαινετός, οὐ κατὰ τὸ ἦθος, ἀλλὰ κατὰ τὴν ἐπιστήμην· πᾶσαι γὰρ αἱ ἀρεταὶ ἐπαινεταί, ἡ δὲ σοφία ἀρετή.
然而,这样一种能力——我指的是滋养能力——的德性并不是人类所特有的,这既是因为它亦存在于其他事物中,也是因为这样一种能力在睡眠中更为活跃,而在睡眠时善人与恶人最难分辨(因为睡眠乃是一种不活动),除非卓越且幸福的人与其对立者有微小的差异,我指的是在表象上有所不同。因此,这样一种无理性部分且置之不理。然而,灵魂中亦有另一种被称为无理性的能力,但它在某种程度上分有着理性,因为它天生具有服从理性的本性。并且“无理性”似乎是同名异义的;因为对于灵魂的滋养能力和情感能力而言,无理性并不是同一回事,对于滋养能力而言是在任何方式上皆不分有理性,而对于情感能力而言,则不是分有属于自身的理性,而是分有存在于灵魂理性部分中的理性,只要它服从于该理性。而且,人类的无理性与情感部分或许亦不同于动物的无理性与情感部分,虽然其差异并不像其与滋养能力的差异那样巨大(因为动物的情感部分与我们的情感部分相通,皆分有怒气与欲望,总而言之分有快乐与痛苦),但差异在于动物的情感部分不顺从理性。而亚里士多德为了指明情感能力——即被称为无理性的能力——究竟为何种事物,以及它如何被称为顺从理性,乃是从自制者与不能自制者中予以展示。因为他说,在自制者与不能自制者身上,我们赞赏灵魂中具有理性的部分;但在他们身上还有某种独立于理性的别的事物,它与理性抗争并抗拒理性;这在自制者身上是最为显而易见的;因为虽然它处于病态并抗拒理性,但它终究跟随并服从理性;对于不能自制者亦是同样道理;因为它的抗拒与不服从表明它是不同的事物。再者,它天生具有服从的本性乃是显而易见的;因为我们正是在责怪情感部分本身,因其不服从,并在某种程度上违背意愿、被迫地受理性引导;而节制者、勇敢者以及总括而言有德之人的情感部分——除了自制者之外——是与理性相调谐的。由此,自制者与节制者之间的差异亦显明了;因为正如前述,一切无理性部分皆是双重的。因此,顺从理性的部分,如欲求部分与情感部分,正是由于听从理性,才在此意义上被称为分有理性,这正如我们说某人听从父亲的话,而不是指其服从于数学事物,而是指其拥有某一数学定理的证明与论理。理性的部分正是这样作为自身拥有理性而分有理性的。无理性部分在某种程度上被理性所说服,劝诫以及一切申斥与勉励亦表明了这一点。申斥乃是植入恐惧以斩断无理性冲动的某种猛烈斥责,劝诫乃是因过失而产生的伴随勉励的温和斥责,而勉励乃是一种激励,本义上是指向善物的激励,而在较广泛的意义上则是指向任何事物的激励,因此我们有理由说劝诫是伴随勉励的申斥。然而,当灵魂的欲求与冲动部分冲向不该之事时,劝诫与一切勉励皆意图将其扭转至应当之事,假若该部分并非天生具有服从理性的本性,劝诫与勉励绝不会如此意图。德性亦依照灵魂这些部分的差异而加以区分;因为我们称某些德性为理智德性且存在于理性部分之中,诸如智慧与明智,而称另一些为伦理德性,即凡存在于欲求与冲动部分中的德性,诸如节制与慷慨。因为我们在赞扬品格时,绝不会说“智慧之人”,而是说其温和或节制;然而智者亦是受赞扬的,不是依其品格,而是依其知识;因为一切德性皆是受赞扬的,而智慧乃是一种德性。
- 1.7ὡς καὶ τοῦ πατρός φαμεν ἔχειν τινὰ λόγον οὐ τῷ πείθεσθαι τοῖς μαθηματικοῖς ἀλλὰ τῷ ἔχειν ἀπόδειξιν καὶ λόγον μαθηματικοῦ τινος θεωρήματος
此句释述亚里士多德在1102b31–1103a3中所作的词义区分(“听从父亲的话”与“数学具备论理”)。句法上,ὡς… φαμεν引入了用来阐明κατήκοον(倾听、顺从)的比喻,随后的方式/原因与格短语οὐ τῷ… ἀλλὰ τῷ…将比喻性的“听从”与数学上内在拥有证明和论理的意义对立区分开来。
- 1.7οὐκ ἂν εἰ μὴ πεφυκὸς ἦν πείθεσθαι τῷ λόγῳ
与事实相反的条件句结构,主句谓语动词(如ἐβούλετο或ἔτρεπεν)随小词ἄν一同被承前省略。它承接前文的βούλεται,整个意涵为“若非其本性适于服从理性,[劝诫与勉励绝不会如此意图]”。
