← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§33.30-35.9

作为本原的幸福与灵魂诸部分的探讨

阿斯帕西乌斯阐释幸福属于受尊崇的完全善物(本原)而非受赞扬者,并进而讨论政治家为了培养公民德性而必须了解的灵魂区分(理性部分与非理性部分)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#3

λέγει δὲ τὸ σωματικὸν ἔργον, ὃ διὰ τὴν τοῦ σώματος ἀρετὴν γίνεται, οἷον δρόμος ἢ πάλη, ψυχῆς δὲ ὅσα διὰ φρόνησιν ἢ ἄλλην τινὰ ψυχικὴν ἀρετὴν πράττεται. εἰς ἕκαστον γὰρ ἔργον ἐγκώμιον ἐγράφετο καὶ ἐλέγετο. ἀλλὰ τὸ ταῦτα μὲν ἐξακριβοῦν ῥητορικῆς οἰκειότερον καὶ τοῖς περὶ τοὺς ἐπαίνους διατρίβουσιν ἁρμόττει, ἡμῖν δέ φησιν δῆλον εἶναι ὅτι ἐστὶν ἡ εὐδαιμονία τῶν τιμίων ἀγαθῶν καὶ τελείων· τὸ δ’ ὡς ἀληθῶς ἀγαθόν τε καὶ τέλειον ἅπαν τίμιον. ἔοικε δέ, φησί, παντελῶς οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· πᾶσα γὰρ ἀρχὴ τίμιον. δοκεῖ δὲ ἐνταῦθα τῷ ὀνόματι παραλογίζεσθαι·1 τίμιον γὰρ δοκεῖ ἡ ἀρχή, καθ’ ἣν ἄρχουσί τινες, οἷον θεοί γονεῖς καὶ οἱ ἐν ταῖς πόλεσι βασιλεῖς· λέγω δὲ βασιλεῖς, ἀλλ’ οὐ τοὺς νόμῳ. ἡ δὲ εὐδαιμονία λέγεται πολιτικὴ ἀρχὴ ὡς αἴτιον· εἰ μὴ ἄρα ὅτι τῶν μεγίστων ἀγαθῶν αἰτία ἡμῖν ἐστιν, ὥσπερ καὶ ὁ ἄρχων καὶ ὁ βασιλεύων διὰ τοῦτο τίμιον λέγεται. Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν, ἴσως ἄν τις ἀπορήσει πῶς οὐκ ἔστι τῶν ἐπαινετῶν, ὥσπερ ἥ τε ἀρετὴ ἐπαινετὸν καὶ αἱ κατὰ ταύτην ἐνέργειαι. ἢ οὐκ ἔστιν ἁπλῶς ἡ εὐδαιμονία ἀρετὴ οὐδὲ ἐνέργειά τις μία κατ’ ἀρετήν; ἐνεργεῖ 〈δὲ〉 ἐν βίῳ τελείῳ συμπραττούσης τῆς ψυχῆς πρὸς τὸ ἀνεμποδίστως τὸ ἀγαθὸν ἐνεργεῖν κατὰ τὴν ἀρετήν· μείζων ἄρα ἡ εὐδαιμονία· τοῦτο γὰρ ἤδη μεῖζον ἢ κατὰ τὸ ἐπαινετόν· μακάριον γὰρ καὶ ἡ εὐδαιμονία καὶ ὡς ἀληθῶς τίμιον. οὔσης δὲ τῆς εὐδαιμονίας, καθάπερ εἴρηται, ἐνεργείας κατ’ ἀρετὴν τελείαν, ἐπισκεπτέον ἂν εἴη περὶ ἀρετῆς. καὶ ὁ κατ’ ἀλήθειαν δὲ πολιτικὸς περὶ ἀρετὴν μάλιστα γεγένηται· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς εἶναι, ὥστε εἰ τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία, ἡ δὲ πολιτικὴ τῶν πολιτῶν τὴν ἐπιμέλειαν ποιεῖται ὅπως ἐνάρετοι ὦσιν, ὡς διὰ τῆς ἀρετῆς περιεσομένου τοῦ τέλους καὶ τῆς εὐδαιμονίας,2 ἁρμόσαι ἂν τῇ παρούσῃ μεθόδῳ ἡ περὶ ἀρετῆς θεωρία· καὶ γὰρ ἡ ἠθικὴ πολιτική τίς ἐστιν. σκεπτέον δὲ περὶ ἀρετῆς ἀνθρωπίνης, οὐχὶ τῆς θείας· καὶ γὰρ εὐδαιμονίαν ζητοῦμεν τὴν ἀνθρωπίνην. δῆλον δὲ ἐκ τούτων ὅτι ἡγεῖται ὁ Ἀριστοτέλης καὶ ἀρετὴν καὶ εὐδαιμονίαν ἄλλην θεοῦ εἶναι, ἄλλην δὲ ἀνθρώπου. ἀρετὴν δὲ λέγομεν ἀνθρώπου οὐ τὴν τοῦ σώματος ἀλλὰ τῆς ψυχῆς· ἡ μὲν γὰρ σωματικὴ ἀρετὴ ἴσως τοῖς ἀλόγοις οἰκειοτέρα· πολὺ γὰρ ἐρρωμενεστέρα καὶ κρείττων ἐστὶ τῶν ἀνθρωπίνων· ἀνθρώπου δὲ ἴδιος ἡ περὶ τὸν λόγον ἢ τὰ ἐν τῇ ψυχῇ, διόπερ καὶ τὴν εὐδαιμονίαν τὴν ἀνθρωπίνην ψυχῆς ἐνέργειαν λέγομεν ἀλλ’ οὐ σώματος. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ ἔστιν ἀνθρώπου ἀρετὴ ἐν ψυχῇ, δέοι ἂν εἰδέναι πως τὸν πολιτικὸν περὶ ψυχῆς ὥσπερ καὶ τὸν ὀφθαλμὸν ἰασόμενον ἢ καὶ ὅλον σῶμα εἰδέναι δεῖ περὶ τοῦ σώματος· οὕτω γὰρ καὶ τὴν ἀρετὴν περιποιήσεται τὴν τοῦ σώματος τὴν οἰκείαν οἷον ὑγίειαν καὶ εὐαισθησίαν. καὶ τὸν πολιτικὸν οὖν εἰδέναι δεῖ περὶ ψυχῆς, μέλλοντα τὴν ἀρετὴν αὐτῇ περιποιεῖν. διόπερ οὐδὲ τῶν αὐτῶν ἕνεκεν τῷ πολιτικῷ περὶ ψυχῆς θεωρήσει3 οὔτε ὁ σοφὸς οὔτε ὁ φυσικός· ὁ μὲν γὰρ φυσικὸς ἕνεκεν αὐτῆς τῆς θεωρίας γινώσκει τὰ περὶ ψυχὴν ἅπαντα καὶ ἀκριβῶς τὰ περὶ αὐτὴν ζητεῖ, ὁ δὲ πολιτικὸς οὐ τῆς θεωρίας ἕνεκεν ἀλλὰ κατ’ ἀναφορὰν τὴν ἐπὶ τὴν ἀρετὴν καὶ χάριν τῆς ἀρετῆς καὶ οὐδὲ ἐπὶ πλέον ἀκριβοῖ ἀλλ’ ἐφ’ ὅσον αὐτῷ ἱκανὸν τὴν τῆς ψυχῆς γνῶσιν ποιεῖσθαι. εἰρῆσθαι δέ φησιν ὡς πολιτικῷ ἱκανῶς ἐν ἐξωτερικοῖς λόγοις περὶ ψυχῆς, οἷον ὅτι τὸ μὲν ἄλογον αὐτῆς, τὸ δὲ λόγον ἔχον. τὸ δὲ ἄλογον διττόν· τὸ μὲν γάρ ἐστι φυσικόν, οἷον τὸ αἴτιον τοῦ αὔξεσθαι καὶ τρέφεσθαι, ὃ ἐν τοῖς φυτοῖς ἐστι καὶ ἐμβρύοις καὶ τελείοις.

他说,身体的事迹乃是凭借身体的德性而产生的事迹,诸如奔跑或摔跤;而属于灵魂的事迹,则是凡凭借明智或某种其他灵魂德性所践行的一切。因为过去针对每一件具体的事迹,人们都会撰写并宣讲颂词。然而,精确究明这些事情乃更属于修辞学,适于那些从事赞扬之人;但他指出,对我们而言显而易见的是,幸福属于受尊崇且完全的善物;因为凡真正善且完全者皆是受尊崇的。而且他说,由于幸福亦是本原,故完全显得是如此[受尊崇];因为一切本原皆是受尊崇的。然而在这里,他似乎在该词的名义上犯了谬误推理:因为受尊崇的似乎是某些人据以施行统治的统治权,诸如神祇、父母以及城邦中的君王——我指的是君王,而非依法律受限者。但幸福被称为政治性的本原乃是作为原因;除非是因为它是我们最大善物的原因,正如统治者和称王之人因这一缘故被称为受尊崇的那样。然而,既然幸福是灵魂依照完全德性的现实活动,或许有人会提出疑难:为何幸福不属于受赞扬之列,正如德性是受赞扬的、依德性的现实活动亦是受赞扬的那样?抑或幸福根本不是单纯的德性,亦非依德性的某一种单一现实活动?而是在完全的生命中活动,当灵魂协同于无阻碍地依德性从事善的现实活动之时;因此幸福是更伟大的事物。因为这已经超出了受赞扬之列;因为幸福乃是至福的且真正受尊崇的。既然如前所述,幸福是依照完全德性的现实活动,我们就当考察德性。而真正的政治家最关心的莫过于德性;因为他希望公民成为善的,因此,如果政治学的目的在于幸福,而政治学为了使公民有德而对他们加以照料(理由在于通过德性能够赢得目的与幸福),那么关于德性的观照便切合于当前的探寻方法;因为伦理学亦是某种政治学。然而我们应当考察的是人类的德性,而非神性的德性;因为我们探求的亦是人类的幸福。由此显而易见,亚里士多德认为德性与幸福对于神与对于人是各不相同的。我们所说的人类的德性,不是身体的德性,而是灵魂的德性;因为身体的德性或许更适合于无理性的受造物,因为它远比人类的强劲和卓越;而人所特有的则是关涉理性的事物或灵魂中的诸功能,正因如此,我们才说人类的幸福是灵魂的现实活动而非身体的。如果这些确实如此,且人类的德性存在于灵魂中,那么政治家就应当在某种程度上了解灵魂,正如那将要治疗眼睛或整个身体的人必须了解身体一样;因为唯有如此,他才能使身体获得其固有的德性,诸如健康与敏锐的感觉。因此,将要为灵魂提供德性的政治家,亦必须了解灵魂。正因如此,无论是智者还是自然哲学家,探讨灵魂的目的皆与政治家不同;因为自然哲学家是为了观照本身而认知关于灵魂的一切,并精确探求关于它的事,但政治家不是为了观照,而是向着德性且为了德性而探求,并且也不作过度的精确探究,而仅以足以使自己获得对灵魂的认识为限。他说,在通俗讨论中关于灵魂已有对于政治家而言足够充分的论述,例如灵魂的一部是无理性的,另一部是具有理性的。而无理性部分是双重的:一种是自然性的,例如引起生长与滋养的原因,这存在于植物、胚胎以及完全的机体之中。

语法注3 条
  1. 1.7δοκεῖ δὲ ἐνταῦθα τῷ ὀνόματι παραλογίζεσθαι

    动词不定词 παραλογίζεσθαι(犯谬误推理)的逻辑主语根据上下文指亚里士多德。τῷ ὀνόματι 是手段与格,意为“通过该名称/词项”,指出了将作为政治统治权的 ἀρχή 与作为终极原因/本原的 ἀρχή 混同所产生的词义双关谬误。

  2. 1.7ὡς διὰ τῆς ἀρετῆς περιεσομένου τοῦ τέλους καὶ τῆς εὐδαιμονίας

    连词 ὡς 与属格独立结构(περιεσομένου τοῦ τέλους καὶ τῆς εὐδαιμονίας)连用,表示主节主体(政治学/政治家)的主观意图或根据(“基于通过德性将获得目的与幸福的考量”)。

  3. 1.7οὐδὲ τῶν αὐτῶν ἕνεκεν τῷ πολιτικῷ περὶ ψυχῆς θεωρήσει

    τῷ πολιτικῷ 是与表同一性的代词 τῶν αὐτῶν 相关的与格(表示基准/比较),意为“与政治家相同[的目的]”。介词 ἕνεκεν 支配属格 τῶν αὐτῶν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:33.30-35.9