← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§32.18-33.30

受赞扬之善与作为受尊崇之善的幸福

阿斯帕西乌斯注解了亚里士多德关于幸福不属于受赞扬的善而是属于受尊崇与至福之善的论证,阐明赞扬乃基于某种性质以及向关系和行动的关联,而至善与神作为目的自身则被称作至福,并说明了当时赞扬与颂词的词义区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

τούτων μὲν δὴ ἐν τῷ παρόντι οὐ μέμνηται, τῶν δὲ δυνάμεων μνημονεύει μέν, ἀλλὰ φανερὸν νενόμικε τὸ μὴ τὴν εὐδαιμονίαν εἶναι τῶν τοιούτων ἀγαθῶν. ἀμφισβητεῖται δὲ πότερον τῶν τιμίων ἀγαθῶν ἐστιν ἢ τῶν ἐπαινετῶν· δείκνυσι δὲ ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν· πᾶν γὰρ τὸ ἐπαινετὸν τῷ ποιὸν εἶναι καὶ πρός τί πως ἔχειν ἐπαινεῖται· λέγει δὲ πᾶν οὐχ ὅτι 〈τὸ〉 ἐπαινετὸν τῶν πρός τί ἐστιν1 (ὁ γὰρ δίκαιος καὶ ὁ ἀνδρεῖος ἐπαινετοὶ μέν, οὐ λέγονται δὲ οὕτως ὡς τὰ πρός τι), ἀλλ’ ὅτι πᾶν τὸ ἐπαινετὸν ἐπαινεῖται τῷ πρός τί πως ἔχειν. κατὰ γὰρ τὴν ἀναφορὰν τὴν ἐπὶ τὰ ἔργα καὶ 〈τὰς〉 πράξεις ἐπαινοῦνται, οἷον ὁ ἀνδρεῖος καὶ ὁ δίκαιος τῷ ποιὸς εἶναι ἐπαινεῖται· ἐπαινεῖται γὰρ ἑκάτερος τούτων τῷ ἔχειν τὴν ἀρετήν· ὁ μὲν γὰρ ποιός ἐστιν ἀπὸ τῆς ἀνδρείας, ὁ δὲ ἀπὸ τῆς δικαιοσύνης καὶ τῷ πρακτικὸς εἶναι ὁ μὲν τῶν ἀνδρείων, ὁ δὲ τῶν δικαίων. καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν ἐπαινοῦμεν καίπερ οὐκ ὄντας ἐναρέτους ἴσως ἂν τῷ συμπράττειν τῇ φύσει,2 πλὴν δὲ καὶ ὡς ποιούς τινας καὶ τῷ ἔχειν πως πρὸς τὰς ἐνεργείας, τὸν μὲν τὰς δρομικάς, τὸν δὲ τὰς ἰσχυράς. δῆλον δὲ ἐκ τῶν περὶ τοὺς θεοὺς ἐπαίνων, οὓς ποιοῦνταί τινες, ὅτι δι’ ἀναφορὰν τὴν ἐπί τινας ἐνεργείας καὶ πράξεις οἱ ἔπαινοι γίνονται· ἐπαινοῦσι γὰρ αὐτοὺς ἔνιοι ἀναφέροντες πρὸς ἡμᾶς, οἷον τὸν μὲν Διόνυσον διότι οἶνον ἔδωκε, τὴν δὲ Δήμητραν διότι πυρόν. γελοῖος μὲν οὖν οὕτως ὁ ἔπαινος τῶν θεῶν· οὐ γὰρ ἐν τούτῳ αὐτῶν τὸ σεμνὸν καὶ καλόν, ἐν τῷ πρὸς ἡμᾶς ἀναφέρεσθαι, ἀλλ’ ἐν τῇ ἰδίᾳ αὐτῶν φύσει. ἔοικε δὲ ὁ τοιοῦτος ἔπαινος, ὡς ἂν εἴ τις ἐπαινῶν τὸν ἄνθρωπον μὴ λέγοι αὐτοῦ τἀγαθά,3 ὅτι ἐστὶ λογικὸς καὶ φρόνιμος φύσει καὶ πολιτικὸς καὶ κοινωνητικός, ἀλλ’ ὅτι καλῶς αἶγας νέμει καὶ πρόβατα καὶ πορίζει ταῖς ἀγέλαις αὐτῶν τροφὴν ἱκανήν. γελοῖος μὲν ὁ τοιοῦτος ἔπαινος, ὥσπερ ἔφαμεν, τῶν θεῶν, ἀλλ’ ὅμως δῆλον ὅτι βούλεται ὁ ἔπαινος δι’ ἀναφορᾶς γίνεσθαι ἐπί τινα ἔργα, ἐπεὶ ὅ γε οἰκεῖος αὐτῶν ἔπαινος καὶ ὕμνος ἐκ τῆς φύσεως αὐτῶν καὶ τῶν ἔργων λέγοιτ’ ἄν, οἷον ὅτι φύσει καλὸν καὶ ἀγαθὸν τὸ θεῖον καὶ ἐνεργεῖ ἀεὶ ἐνεργείας τὰς καλλίστας καὶ θεωροῦσι τὰ ὄντα ὡς ἔχει καὶ τὴν τοῦ παρόντος συνέχουσι σύστασιν. τοιούτοις γὰρ λόγοις χρώμενος ἄν τις κατὰ τὸ δέον αὐτοὺς ὑμνοῖ· ἐπεὶ δ’ ἐστὶν ὁ ἔπαινος τῶν τοιούτων, λέγω δὲ τῶν ποιῶν καὶ δι’ ἀναφορᾶς τῆς πρὸς ἕτερα, δῆλον ὅτι τῶν ἀρίστων οὐκ ἔστιν ὁ ἔπαινος ἀλλὰ μεῖζόν τι. τοὺς γὰρ θεοὺς οὐκ ἐπαινοῦμεν ἀλλὰ μακαρίζομεν, μακαρίζομεν δὲ καὶ τοὺς θειοτάτους τῶν ἀνδρῶν καὶ τῶν ἀγαθῶν τὰ θειότατα. τοιοῦτον δὲ καὶ ἡ εὐδαιμονία, διόπερ οὐδεὶς αὐτὴν ἐπαινεῖ ἀλλὰ μακαρίζει. λέγει δὲ καὶ Εὔδοξον καλῶς συνηγορῆσαι τῇ ἡδονῇ. λέγει γὰρ διὰ τοῦτο ἀρίστην εἶναι τῶν ἀγαθῶν αὐτὴν ἁπάντων, ὅτι ἀγαθὸν οὖσα οὐκ ἐπαινεῖται. οὐδεὶς γὰρ ἐπαινεῖ τοὺς ἡδομένους ἀλλὰ μακαρίζει· μακαριστὸν δή τι ἡγεῖται τὴν ἡδονὴν ἀλλ’ οὐκ ἐπαινετόν, καὶ διὰ τοῦτο προέχειν τῶν ἄλλων ἀγαθῶν. καὶ τὸν θεὸν δὲ καὶ τἀγαθὸν διὰ τοῦτο εἴποι ἄν τις μακαριστὸν ἀλλ’ οὐκ ἐπαινετόν, ὅτι οὐ ταῦτα πρὸς ἄλλο τι ἀναφέρεται, ἀλλὰ πρὸς αὐτὰ πάντα· καὶ γὰρ πρὸς τἀγαθόν, λέγω δὴ τὴν εὐδαιμονίαν, τἆλλα ἀναφέρεται ἀγαθά· τὰ γὰρ εἰς αὐτὴν φέροντα ἀγαθὰ λέγονται καὶ πρὸς τὸν θεὸν μάλιστα· ὅσα γὰρ 〈ἂν〉 ᾖ δυνατὸν ἐξομοιωθῆναι,4 ἀγαθοῦ τινος τυγχάνειν δοκεῖ. Μετὰ δὲ ταῦτα διαιρεῖ ὁ Ἀριστοτέλης ἔπαινον καὶ ἐγκώμιον, ὅτῳ διαφέροντα τότε ἐλέγετο· νῦν μὲν γὰρ συγκέχυται τὰ ὀνόματα καὶ ἐπὶ ταὐτοῦ λαμβάνεται, τότε δὲ ὁ μὲν ἔπαινος ἐλέγετο τῆς ἀρετῆς εἶναι καὶ ὅλως τῆς ἕξεως, τὸ δὲ ἐγκώμιον ἑκάστου ἔργου καὶ σωματικοῦ καὶ ψυχικοῦ.

关于这些[有益之物],他眼下并未提及;对于潜能,他固然提及了,却认为显而易见的是幸福并不属于此类善物。然而有争议的是,它究竟属于受尊崇的善物还是属于受赞扬的善物;而他表明它并不属于受赞扬之列。因为一切受赞扬的事物,皆因其具有某种性质以及在某种程度上对某物具有特定关系而受到赞扬。他说“一切”,并非指受赞扬者属于关系范畴(因为正直者和勇敢者固然受到赞扬,却并不像关系物那样被述说),而是指一切受赞扬者皆因其在某种程度上对某物具有特定关系而受到赞扬。因为它们是按照向着事迹与行动的关联而受到赞扬的,例如勇敢者与正直者乃是因其具有某种性质而受到赞扬。因为他们每一个人皆因拥有德性而受到赞扬:前者因勇敢而具有某种性质,后者因正义而具有某种性质,且因前者能践行勇敢的行为,后者能践行正义的行为而受到赞扬。我们赞扬强壮者与善跑者,尽管他们并非有德之人,或许是因为他们顺应了自然,但无论如何也是由于他们作为具有某种性质之人,以及在某种程度上与现实活动相关联(善跑者关联于奔跑的活动,强壮者关联于力量的活动)。从某些人对神祇所作的赞扬中亦可明白,赞扬乃是通过向着某些活动与行为的关联而产生的;因为有些人通过将神祇关联于我们来赞扬他们,诸如赞扬狄俄尼索斯是因为他赐予了葡萄酒,赞扬德墨忒尔是因为她赐予了小麦。如此对神祇的赞扬诚然是可笑的;因为他们的崇高与美好并不在于此——即不在于被关联于我们,而在于他们自身的本性。这样的赞扬犹如有人在赞扬人时,不说其善的本性——即他在本性上是有理性的、有明智的、具有城邦性质和共同体性质的,反而说他善于放牧山羊与绵羊,并为畜群提供充足的饲料。如我们所说,对神祇的这种赞扬诚然可笑,然而显而易见的是,赞扬意在通过向着某些事迹的关联而产生;因为对神祇恰当的赞扬与赞美应当根据他们的本性与事迹来述说,例如神圣者在本性上是至美至善的,并且始终从事至美的现实活动,如实地观照万物,维系着当今宇宙的秩序。因为人若运用这样的言辞,便能合宜地赞美他们。然而,既然赞扬属于此类事物——我是指具有某种性质的事物以及通过向着他物的关联而受赞扬者,显而易见的是,赞扬并不属于至善之物,而是有某种更伟大的东西属于它。因为我们并不赞扬神祇,而是称他们为至福的,我们亦称人类中最神圣者以及诸善中最神圣者为至福的。幸福亦是如此,正因如此,无人赞扬幸福,而是称其为至福的。他还说欧多克索斯对快乐作了很好的辩护。因为欧多克索斯说快乐之所以是一切善物中的至善,正是因为它是善却不受到赞扬。因为没有人赞扬那些享乐者,而是称他们为至福的;因此他认为快乐是某种应被称颂为至福而非受赞扬的事物,并因这一缘故而凌驾于其他善物之上。人们亦可由此断言神与善乃是至福的而非受赞扬的,因为并不是它们被关联于某种他物,而是万物皆被关联于它们。因为诸般善物正是向着善——我指的正是幸福——而被关联的,那些导向幸福的事物才被称为善,且它们最为根本地是被关联于神的;因为凡能够同化于神的事物,皆显得获得了某种善。在这些之后,亚里士多德区分了赞扬与颂词,即根据它们在当时被述说的相异之处予以区分。因为如今这些名称已被混淆,被用于同一件事,而在当时,赞扬被认为是对德性以及总括而言对品质的称许,而颂词则是针对具体的每一桩身体或心灵的事迹而言的。

语法注4 条
  1. 1.7λέγει δὲ πᾶν οὐχ ὅτι 〈τὸ〉 ἐπαινετὸν τῶν πρός τί ἐστιν

    由 οὐχ ὅτι ... ἀλλ’ ὅτι 构成的关联句式。注疏者解释道,亚里士多德所说的“一切”并不是指受赞扬者属于关系范畴(τῶν πρός τι),而是指凡受赞扬者都是由于在某种程度上与某物相关联而受到赞扬。随后的括号句进一步说明,勇敢者或正直者本身作为实体或性质,并非关系概念本身。

  2. 1.7ἴσως ἂν τῷ συμπράττειν τῇ φύσει

    ἴσως ἂν 承接上文省略了主动词 ἐπαινοῦμεν,构成潜在推测句(“或许会因他们配合自然而[予以赞扬]”)。紧随其后的 πλὴν δὲ καί 起到折回主线的作用(“但无论如何……”),将论述拉回到“性质以及与活动的关系”这一核心条件上。

  3. 1.7ἔοικε δὲ ὁ τοιοῦτος ἔπαινος, ὡς ἂν εἴ τις ἐπαινῶν τὸν ἄνθρωπον μὴ λέγοι αὐτοῦ τἀγαθά

    由 ὡς ἂν εἴ τις 搭配祈愿语气动词(μὴ λέγοι)构成的比喻性虚拟条件句,意为“犹如某人在赞扬人时不说出其本有的善一般”。整个 ὡς ἂν εἴ 从句作为主句动词 ἔοικε 的比较补充成分。

  4. 1.7ὅσα γὰρ 〈ἂν〉 ᾖ δυνατὸν ἐξομοιωθῆναι

    由关系代词 ὅσα 搭配虚拟语气 ᾖ(经考订补入 ἄν)构成的泛指条件关系从句。不定式 ἐξομοιωθῆναι 具有被动含义(“被同化[于神]”)。该从句在句中作主句谓语 τυγχάνειν δοκεῖ 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:32.18-33.30