← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§31.1-32.18

后代际遇对死者的微弱影响与善的四分法

阿斯帕西奥斯讨论了后代的际遇是否影响死者之幸福这一难题,借助悲剧舞台表演与信使报告的比喻论证了对死者的影响极其微弱,随后引入了善的四分法(受尊崇的、受赞扬的、潜能、有益的),为界定幸福的性质作铺垫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#1

" Τὰς δὲ τῶν ἀπογόνων τύχας ἕως τῶν δὲ ἕξεων τὰς ἐπαινετὰς ἀρετὰς λέγομεν." Μέτεισιν ἐπὶ τὴν ἑτέραν ἀπορίαν. ἦν δὲ εἰ συμβάλλονταί τι τοῖς εὐδαιμόνως ζήσασι καὶ τελευτήσασιν εὐδαιμόνως αἱ τῶν ἐκγόνων τύχαι πρὸς τὸ διαμένειν τὴν εὐδαιμονίαν αὐτῶν ἢ μὴ διαμένειν.1 φησὶ δὲ τὸ μὲν μηδὲν συμβάλλεσθαι λέγειν τὰς τῶν ἐκγόνων τύχας καὶ τῶν φίλων τοῖς τελευτήσασι λίαν ἄφιλον καὶ ταῖς δόξαις ἐναντίον. χρῆται δὲ τῇ κοινῇ πάντων ἀνθρώπων δόξῃ † ἐν ᾧ τέως ἄγχει. πάντων δ’ ἀνθρώπων σχεδὸν ἀκούειν ἔστι μεταδιδόντων τοῖς τεθνεῶσι τῆς τῶν ἀπογόνων τύχης καὶ προαιρέσεως. καὶ γὰρ τῶν 〈οὐκ〉 εὖ πραττόντων ἢ κακῶς βιούντων δυστυχεῖς φασι τοὺς πατέρας, κἂν τύχωσι τεθνεῶτες· καὶ τοῖς μὲν καλὰ πράττουσιν εἰώθασι λέγειν, ὅτι ὀρθοῦσι τοὺς γονεῖς, τοῖς δὲ κακῶς πράττουσιν, ὅτι ὑβρίζουσι τοὺς προγόνους. αὗται δὲ αἱ δόξαι ἐμφαίνουσιν ὅτι μέτεστί πως τοῖς τεθνεῶσι τῆς τῶν ζώντων εὐημερίας καὶ δυσημερίας. ἐπὶ πόσον οὖν μέτεστι, τοῦτο βούλεται διορίσασθαι καί φησι· πολλῶν δὴ καὶ παντοδαπὰς ἐχόντων διαφορὰς τῶν συμβαινόντων, καθόλου φησὶν εἶναι διοριστέον, τίνα διικνεῖται πρὸς τοὺς τεθνεῶτας ἐξ ὧν πράττουσιν οἱ ζῶντες, τίνα δ’ οὐ διικνεῖται· εἰ δὴ ὥσπερ τῶν περὶ ἕκαστον ἀτυχημάτων τὰ μὲν ἔχει τοσαύτην δύναμιν, ὥστε μεταστῆσαι ἂν αὐτὸν τῆς εὐδαιμονίας, τὰ δ’ οὐ τοιαῦτα, οὕτω καὶ τὰ περὶ τοὺς φίλους. καὶ γὰρ τῶν συμβαινόντων τοῖς φίλοις μετέχομεν· καὶ τὰ μὲν τοιαῦτά ἐστιν ὥστε ἐμποδίσαι ἡμῶν τῇ εὐδαιμονίᾳ, τὰ δὲ οὐ τοιαῦτα· ἐν δὲ τούτοις διαφέρει τῶν παθῶν ἕκαστον περὶ ζῶντας ἢ τελευτήσαντας συμβαίνειν πολὺ [γὰρ] μᾶλλον 〈ἢ〉 παράνομα καὶ δεινὰ προϋπάρχειν ἐν ταῖς τραγῳδίαις τοῦ 〈πράττεσθαι2〉· προυπάρχειν 〈γάρ〉 ἐστιν, ὅταν ὡς γεγονότα ποτὲ οἱ ἄγγελοι ἀπαγγέλλωσιν, οἷον “ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ” καὶ εἴ τινα τοιαῦτα· τὰ δὲ πραττόμενά ἐστιν, ὅταν ἐπὶ τῆς σκηνῆς πράττηται τὰ δεινά, οἷον καὶ ὁ Σοφοκλῆς εἰσάγει εἰς τὴν σκηνὴν τὸν Οἰδίπουν πεπηρωμένον, τὸν Αἴαντα ἑαυτὸν σφάττοντα. τὰ μὲν γὰρ προϋπάρχοντα οὐκ ἀνιᾷ τοὺς θεατάς, τὰ δὲ πραττόμενα ἐπὶ τῆς σκηνῆς συνταράττειν καὶ λυπεῖν εἴωθεν· οὕτω δὴ καὶ τὰ μὲν περὶ τοὺς τεθνεῶτας ἀτυχήματα ἔοικε τοῖς πρὸ τῆς σκηνῆς, τὰ δ’ ἐν τῷ βίῳ τοῖς ἐν τῇ σκηνῇ. εἰ δὴ ταῦτα οὕτως ἔχει, συλλογιστέον καὶ ταύτην τὴν διαφοράν, ἣν διαφέρει τὰ περὶ τοὺς ζῶντας συμβαίνοντα καὶ περὶ τοὺς τεθνεῶτας. μᾶλλον δὲ ἴσως συλλογιστέον τὴν ἀπορίαν τὴν προκειμένην, εἰ οἱ τεθνεῶτες μετέχουσί τινος ἀγαθοῦ ἢ κακοῦ· ἅμα γὰρ ταῦτα ἀμφότερα συνάγεται ἐκ τῶν κειμένων καὶ διαφορὰ τῶν συμβαινόντων περὶ ζῶντας καὶ τεθνεῶτας ἐκ τῶν ἐκγόνων τῆς εὐπραγίας καὶ τοὐναντίον δυσπραγίας. ἔοικε γὰρ ἐκ τῶν εἰρημένων εἰ καὶ διικνεῖταί τι πρὸς αὐτοὺς ἀγαθὸν ἢ κακόν, ἀσθενὲς καὶ φαῦλον,3 ἢ ἁπλῶς ἤτοι κυρίως ἐστὶ μικρὸν ἢ ἐκείνοις ἐστὶ μικρόν, κἂν μέγα ᾖ, ὡς τεθνεῶσι καὶ μὴ αἰσθανομένοις, εἰ δὲ μή, τοσοῦτον ὥστε μὴ τοὺς μὴ ὄντας ποιεῖν εὐδαίμονας ἢ τοὺς ὄντας ἀφαιρεῖσθαι (* * *). Μετὰ ταῦτα ἐπισκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας πότερον τῶν ἐπαινετῶν ἐστιν ἢ τῶν τιμίων· ἔστι δὲ τὰ μὲν τίμια ὅσα ἀρχῆς ἔχεται, οἷον ἄρχοντες καὶ θεοί, τὰ δὲ καλά· ὁρίζονται δὲ τὸ καλὸν ἀγαθὸν καὶ ἐπαινετόν· τοιαῦται δέ εἰσιν αἱ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὴν ἐνέργειαι· τὰ δέ εἰσι δυνάμεις. τοιαῦτα δὲ τῶν ἀγαθῶν ἐστιν, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρῆσθαι, οἷον πλοῦτος καὶ ὑγίεια καὶ ὅλως τὰ περὶ τὸ σῶμα καὶ ἐκτὸς ἃ λέγεται ἀγαθά, ὅτι ὄργανά ἐστι τῷ ἐναρέτῳ πρὸς τὰς καλὰς ἐνεργείας. ἀριθμοῦσι δὲ καὶ τέταρτον εἶδος τῶν ἀγαθῶν, ἃ καλοῦσιν ὠφέλιμα ἰδίως· τοιαῦτα δέ ἐστιν ἃ μηδέποτε δι’ αὑτὰ αἱρετὰ ἀλλ’ ἀεὶ δι’ ἕτερα οἷον θεραπεῖαι τομαὶ καύσεις, ἅπερ ἅπαντα διὰ τὴν ὑγίειάν ἐστιν αἱρετά.

“而后代的际遇……直到:至于各种品质,我们称受赞扬的那些为德性。” 他转向了另一个难题。这就是:后代的际遇对于那些幸福地生活并幸福地终其一生的人而言,对于其幸福的持久或不持久,是否有所贡献。他说,若说后代和朋友的际遇对死者毫无贡献,乃是极其薄情且违背普遍观点的。他运用了所有人的共同观点[……]。事实上,几乎可以听到所有人都在将后代的际遇和选择分与死者。因为对于那些未能顺遂或生活恶劣之人,人们即便其父辈已然去世亦称其父辈不幸;人们习惯于对做高尚之事者说他们使父母荣耀挺立,而对行事恶劣者则说他们侮辱了先祖。这些观点表明,死者在某种程度上分享着生者的顺境与逆境。那么,究竟在多大程度上分享,他意图对此加以规定,并说:既然发生的事情繁多且包含形形色色的差异,他说必须普遍地规定,由生者所做之事中有哪些传达到死者那里,又有哪些传达不到。如果正如每个人身上所发生的厄运中,有些具有如此巨大的力量以至于能将其从幸福中剥离,而另一些则并非如此,那么关于朋友的事情亦同样如此。因为我们也分享发生在朋友身上的事情;有些事情足以阻碍我们的幸福,而另一些则并非如此。在这些事情中,各种痛苦遭遇的每一桩是发生在生者身上还是发生在死者身上,其差异极其巨大,这远胜于在悲剧中违法与可怕的事情先行发生相比于被搬上舞台去扮演[的差异]。因为“先行发生”是指当信使们将其作为过去发生之事予以传达时,诸如“俄狄浦斯起初是一位幸运之人”以及诸如此类之语;而被扮演则是指当可怕之事在舞台上被演出时,正如索福克勒斯将双目失明的俄狄浦斯以及自戕的埃阿斯引上舞台。因为先行发生的事情并不使观众感到痛苦,而在舞台上扮演的事情则往往使人惶惑不安并感到悲伤。正因如此,关乎死者的厄运犹如舞台前之事,而生活中的厄运则犹如舞台上之事。若这些事情确实如此,便必须同时推论出这一差异,即发生在生者与死者身上的事情所具有的差异。或者说,也许更应当推论出所提出的难题本身,即死者是否分享任何善或恶。因为从既定的前提中,这两者(以及由后代的顺遂和相反的不顺遂而在生者与死者身上发生之事的差异)乃是同时被推导出来的。因为从所述内容来看,即便有某种善或恶传达到他们那里,亦显得微弱而渺小,它要么单纯地即本真地是微小的,要么对于他们(作为死者且无所感觉者)而言是微小的(纵使其本身巨大);若不然,其程度亦绝不足以使非幸福者变为幸福,或从幸福者身上剥夺[幸福][……]。在此之后,他说必须考察幸福是属于受赞扬之事还是属于受尊崇之事。受尊崇之事乃是凡带有统治权能者,诸如统治者和神祇,而[受赞扬之事则是]高尚之事;他们将高尚者定义为善且受赞扬者。诸德性以及合乎德性的现实活动便是如此。另一些事物则是潜能。在诸善之中,潜能属于那些既能被善用亦能被不善用者,诸如财富和健康,以及总括而言的关乎身体和外在的被称为善的事物,因为它们是有德者通向高尚现实活动的工具。他们还列举了第四种善,即特称之为有益者;此类事物绝非因自身而被选择,而是始终为了他物而被选择,诸如治疗、切开、烙烫,这一切全都是为了健康而被选择的。

语法注3 条
  1. 1.7ἦν δὲ εἰ συμβάλλονταί τι τοῖς εὐδαιμόνως ζήσασι καὶ τελευτήσασιν εὐδαιμόνως αἱ τῶν ἐκγόνων τύχαι πρὸς τὸ διαμένειν τὴν εὐδαιμονίαν αὐτῶν ἢ μὴ διαμένειν

    由 εἰ συμβάλλονταί τι... 引导的间接疑问从句充当 ἦν(其省略的主语承接前文的 ἀπορία)的表语补足成分。从句内部的主语为 αἱ τῶν ἐκγόνων τύχαι,动词 συμβάλλονται 支配与格 τοῖς ... ζήσασι καὶ τελευτήσασιν,并带有表示目的或相关指向的介词短语 πρὸς τὸ διαμένειν...(冠词加不定式结构)。

  2. 1.7πολὺ [γὰρ] μᾶλλον 〈ἢ〉 παράνομα καὶ δεινὰ προϋπάρχειν ἐν ταῖς τραγῳδίαις τοῦ 〈πράττεσθαι〉

    这是一个带有文本补正(〈ἢ〉与 τοῦ 〈πράττεσθαι〉)的比较结构。该句承接上文的 διαφέρει(差异),以悲剧作类比,将“发生在生者与死者身上的差异”比同于“发生于幕后/先在之事(προϋπάρχειν,由信使报道)”与“在舞台上搬演之事(τοῦ πράττεσθαι)”之间的差异。

  3. 1.7ἔοικε γὰρ ἐκ τῶν εἰρημένων εἰ καὶ διικνεῖταί τι πρὸς αὐτοὺς ἀγαθὸν ἢ κακόν, ἀσθενὲς καὶ φαῦλον

    动词 ἔοικε 搭配了内嵌的条件从句(εἰ καὶ διικνεῖταί τι...),后接表语形容词 ἀσθενὲς καὶ φαῦλον(省略了不定式 εἶναι)。该不定式从句的主语承接条件句中的 τι ἀγαθὸν ἢ κακόν,意为“从所述内容来看,即便某种善或恶传达到他们那里,它似乎也是微弱而渺小的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:31.1-32.18