- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:29.27-30.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯论述了真正善的人作为“毫无瑕疵的四方之人”能够坚毅承受际遇的变迁而在重大厄运中亦不至沦落为不幸,并阐明作为人的幸福乃在于完全一生中合乎德性的现实活动。
ἤδη σαφῶς ἐν τούτοις καὶ ἐν πράξει καὶ θεωρίᾳ τὸ τέλος τίθεται. οἴσει δὲ καὶ τὰς τύχας κάλλιστα ὅ γε ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου· οἱ μὲν γὰρ τετράγωνοι λέγονται οἱ συμμετατιθέμενοι τοῖς ἤθεσι τῶν συγγινομένων, οἳ μετὰ ἀκολάστων μὲν λέγονται ἀκόλαστοι, μετὰ σωφρόνων δὲ σώφρονες δοκοῦσιν (οὐ γὰρ ἂν εἶεν οἱ αὐτοὶ σώφρονές τε καὶ ἀκόλαστοι) καὶ μετὰ μὲν ἀδίκων ἄδικοι, μετὰ δὲ δικαίων δίκαιοι δοκοῦσι καὶ ὅλως τὰ ἤθη συναρμόζουσι τούτοις οἷς ἂν ἐθέλωσιν. οὗτοι μὲν δὴ ἐπίψογοι· ἄνευ δὲ ψόγου τετράγωνοι οἱ τὰς τύχας ἐμμελῶς φέροντες καὶ μήτε ὑπὸ δυστυχίας καταπίπτοντες μήτε ὑπὸ εὐτυχίας ἐπαιρόμενοι, ἀλλ’ ὥσπερ οἱ τετράγωνοι λίθοι ἐφ’ ὃ ἂν πέσωσι μέρος ἑστᾶσιν, οὕτως καὶ οὗτοι κατὰ πᾶσαν τύχην ἑστήκασιν ὀρθοί. χαλεπὸν γὰρ οὐ μόνον δυστυχίαν ἐνεγκεῖν ἀλλὰ καὶ εὐτυχίαν καὶ μεγάλα συμπτώματα συμβαίνει τοῖς μὴ δυναμένοις φέρειν εὐημερίαν. πολλῶν δὲ συμβαινόντων ἀπὸ τῆς τύχης τὰ μὲν μεγάλα τῶν εὐτυχημάτων1 ποιεῖ ῥοπήν, ὥστε ἐνίοτε ἐκσεῖσαι τὸν εὐδαίμονα τῆς εὐδαιμονίας, τὰ δὲ μικρὰ οὐκέτι· πολλὰ γὰρ δεῖ γενέσθαι δυστυχήματα καὶ ὑπερμεγέθη, ἵνα ἀποστήσῃ τῆς εὐδαιμονίας, οὕτω δὲ ὥστε κακοδαίμονα μὲν μηδέποτε εἶναι, μὴ μέντοι εὐδαίμονα. πῶς γὰρ οἷόν τε εὐδαίμονα εἶναι ἐν λύπαις ὄντα μεγάλαις καὶ ἐμποδιζόμενον ἐπὶ τὰς προηγουμένας ἐνεργείας; ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει ἡ ἀρετή, ἐπειδὰν φέρῃ τις πράως τὰς δυστυχίας οὐ δι’ ἀναλγησίαν ἀλλὰ διὰ μεγαλοψυχίαν· τοὐναντίον δὲ τὰ μεγάλα εὐτυχήματα προσγενόμενα τῷ ἀγαθῷ μακαριώτερον, φησί, ποιήσει τὸν βίον· μακαριώτερον δὲ οὕτως εἶπεν ὥστε φαίνεσθαι μακαριώτερον διὰ τὸ ἐπικοσμεῖν, ὡς φησι. καθάπερ γὰρ τὰ καλὰ σώματα οὐ καλὰ ποιεῖ ὁ περιτεθειμένος κόσμος, ἔστι γὰρ ἤδη, ἀλλὰ συνεπικοσμεῖ, οὕτω καὶ τὰ ἔξωθεν ἀγαθά, προστιθέμενα τῷ καλῷ καὶ εὐδαίμονι, συνεπικοσμεῖ αὐτοῦ τὸν βίον, καὶ τὴν χρῆσιν δὲ παρέχει καλήν. εἰ οὖν εἰσιν αἱ καλαὶ ἐνέργειαι κύριαι τῆς εὐδαιμονίας, τῆς δὲ κακοδαιμονίας αἱ ἐναντίαι, οὐδεὶς ἂν γένοιτο μακάριος ὢν [καὶ] κακοδαίμων καὶ ἄθλιος· οὐδέποτε γὰρ πράξει τὰ φαῦλα 〈ὁ〉 ἀγαθός, ἀλλὰ καὶ τὰς τύχας εὐσχημόνως οἴσει· οὐ μὴν μακάριός γε,2 οὐ μὴν οὐδὲ εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως (ὑπὸ μεγάλων γὰρ καὶ πολλῶν ἀτυχημάτων ὡς ἔφαμεν ἐκσταίη ἂν αὐτῆς) οὔτε ἐκστὰς ῥᾳδίως ἐπάνεισιν εἰς τὴν εὐδαιμονίαν, μὴ πολλὰ καὶ μεγάλα κατ’ ἀρετὴν ἐνεργήσας· οὐδὲν οὖν κωλύει λέγειν εὐδαίμονα τὸν κατ’ ἀρετὴν τελείαν ἐνεργοῦντα καὶ ἔχοντα ἱκανῶς τὴν ἐκτὸς χορηγίαν ἐν τελείῳ βίῳ. ἔστι μὲν οὖν καὶ τοῦτο θαρρούντως εἰπεῖν· εἰ δὲ δεῖ μὴ μόνον τὸν ὄντα εὐδαίμονα ἁπλῶς 〈* * *〉 οὐ μόνον τὸν οὕτως βιοῦντα ὡς εἴρηται, ἀλλὰ καὶ βιωσόμενον οὕτως καὶ τελευτήσοντα κατὰ λόγον, τουτέστιν ὁμοίως καὶ ἀναλόγως τῷ βεβιωμένῳ βίῳ· εἰ δὲ οὕτως, μακαρίους ἁπλῶς λέγοιμεν ἂν ἔτι ζῶντας, οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα ἀγαθά, τουτέστιν αἱ κατ’ ἀρετὴν ἐνέργειαι τέλειοι καὶ ἀνεμπόδιστοι ὑπὸ τῶν ἐκτὸς ἐν βίῳ τελείῳ. μακαρίους δὲ οὕτω, φησίν, ἐροῦμεν ὡς ἀνθρώπους· τοῦτο δὲ προσέθηκεν ἐπεὶ ἄλλην ἡγεῖται εὐδαιμονίαν θεοῦ ἄλλην δὲ ἀνθρώπου, ὁμοίως δὲ καὶ ἀρετήν.
在这些论述中,终极目的已然明确地被置于实践和沉思两方面之中。而真正善且“毫无瑕疵的四方之人”,亦能最出色地承受各种际遇。因为有些人之所以被称为“四方”,是因为他们随同交往之人的性情而一同改变自身,他们在放荡者中间被称为放荡,在节制者中间则显现为节制(因为同一批人不可能既是节制者又是放荡者),在不义者中间显现为不义,在正义者中间显现为正义,总之将自己的性情调整顺应于任何他们愿意迎合之人。这些人诚然是应受责备的。而“毫无瑕疵的四方之人”则是那些和谐得体地承受各种际遇的人,他们既不被厄运击倒,亦不因顺境而自满,正如四方的基石无论落在哪个面上都能直立,他们亦在每一种际遇下都昂首挺立。因为不仅承受厄运是困难的,承受幸运亦同样困难,对于那些无法承受顺境的人,巨大的倾覆往往会降临。在际遇所导致的诸多事情中,重大之事会造成失衡的倾斜,以至于有时会将幸福者震出其幸福之外,而微小之事则不再如此;因为必须发生大量且极其巨大的厄运,才能将他从幸福中剥离,而且即便如此,亦只是达到使他绝不至于成为不幸者、然而却不再是幸福者的程度。因为身处巨大的痛苦之中、并在主要活动上受到阻碍的人,怎么可能是幸福的呢?然而,即使在这些困境中德性依然熠熠生辉,只要有人并非出于麻木不仁、而是出于豁达大度而温和地承受厄运。相反,他说,重大的顺遂际遇若增添给善人,“将使他的生活更为至福”;而他所说的“更为至福”,乃是如他所言因其起到点缀装点之效而显得更为至福。因为正如佩戴在健美身体上的装饰品并不会使身体变美(因为身体本已健美),而是共同点缀之,外在善增添于高尚且幸福之人时,亦共同装点他的生活,并为之提供高尚的运用。因此,如果高尚的现实活动是幸福的主导者,而相反的活动是不幸的主导者,那么任何处于至福之中的人都绝不会变得不幸与悲惨;因为善人绝不会做出卑劣之事,反而会端庄得体地承受际遇;然而他固然不再是至福[之身],却绝非易变之人;因为他既不会轻易从幸福中被撼动(正如我们所说,只有遭受重大且繁多的不幸时他才会脱离幸福),而一旦脱离,若不从事诸多合乎德性的重大现实活动,他亦不会轻易重返幸福。因此,没有任何理由阻碍我们去称那个合乎完全德性而活动、并在完全的一生中充分具备外在装备的人为幸福。固然可以确信无疑地说出这一点;但如果不仅应当[称]单纯正享有幸福的人[……],不仅应当称依所述方式生活的人,而且应当称将要如此生活、并将合乎理性地(亦即与已然度过的生活相类似且相称地)终其一生的人为幸福;如果是这样的话,我们便会将那些尚在人世、且所述的诸善(即完全的一生中在完全德性下进行且不受外在阻碍的现实活动)属于他们并且将继续属于他们的人,单纯地称为至福者。他说,我们将以这种方式称他们为至福者,“作为人”;他之所以补充这一点,是因为他认为神的幸福是一回事,人的幸福是另一回事,德性亦同样如此。
- 1.6τὰ μὲν μεγάλα τῶν εὐτυχημάτων
手抄本文字作 τῶν εὐτυχημάτων(顺遂的际遇),但根据下文语境(“将幸福者震出其幸福之外”“必须发生大量且极其巨大的厄运才能将他从幸福中剥离”),此处实际指重大厄运(或为 δυστυχημάτων / ἀτυχημάτων 之误写,或泛指际遇的大震荡)。译文在关照前后逻辑的同时如实传达了原文语义。
- 1.6οὐ μὴν μακάριός γε
省略系动词 ἔσται 的简略结构。紧接前句“至福之人绝不会变得不幸与悲惨”,此处作出限制性说明,指出遭受巨大厄运的善人虽绝不至陷于不幸,但“固然不再处于至福[状态]”(οὐ μὴν μακάριός γε [ἔσται])。
