- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:28.19-29.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯梳理了关于死后幸福以及子孙际遇对死者影响的疑难,并通过指出幸福的稳固性不在于易变的外在运气,而在于持存的合乎德性的现实活动(尤其是沉思活动),从而化解了这一疑难。
εἶτα ἐπὶ πλεῖον διέξεισι τὴν ἀπορίαν ταύτην· ἐνδέχεται γὰρ τῷ μακαρίως βιώσαντι καὶ ἀποθανόντι πολλὰς μεταβολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους καὶ τοὺς μὲν εὖ βιῶσαι τοὺς δὲ κακῶς, καὶ τοῖς ἀποστήμασι διαφερόντως ἔχειν καὶ τοὺς μὲν ἔγγιστα ὄντας τοῖς προγόνοις, τοὺς δὲ πόρρω καὶ ἤτοι τοὺς ἐγγὺς ἢ τοὺς πόρρω κρείττους ἢ χείρους εἶναι. ἄτοπον δὴ ἑκάτερον, καὶ τὸ μὴ συνικνεῖσθαι τὰ τῶν ἐκγόνων τοῖς γονεῦσι καὶ τὸ συμμεταβάλλειν πυκνῶς τὸν εὐδαιμόνως βιώσαντα ταῖς τῶν ἐκγόνων τύχαις καὶ προαιρέσεσι. τοῦτο μὲν οὖν τὸ δεύτερον ἀπόρημα ὑπερτίθεται· ἐπανιτέον δέ φησιν ἐπὶ τὸ πρότερον ἀπορηθέν· ἴσως γὰρ ἐκείνου θεωρηθέντος φανεῖται καὶ τοῦτο. ἐλέγετο δὲ ἐν τούτῳ δεῖν εὐδαιμονίζειν μετὰ τὸν θάνατον 〈τὸν〉 εὐδαιμόνως βιώσαντα ἄνθρωπον, ὡς οὐ νῦν ὄντα μακάριον ἀλλὰ καὶ πρότερον· καὶ τοῦτο δὲ ἄτοπον εἰ ὅτε μέν τις εὐδαίμων, οὐκ ἀληθὲς ἔσται τὸ ὑπάρχον αὐτοῦ κατηγορῆσαι ὅτι ἐστὶν εὐδαίμων, ὅτε δὲ μὴ ἔστιν ἀλλὰ τέθνηκεν, τότε ἀληθές ἐστι λέγειν ὅτι ἦν εὐδαίμων. δοκεῖ δὲ ἀληθεύειν ὁ τὸ μὲν ὑπάρχον κατηγορῶν ὡς ὑπάρχον· ἔστι γὰρ αὐτὸν εὐδαίμονα μετὰ τὸν θάνατον εἰπεῖν ὅτι ἦν εὐδαίμων ἀληθῶς καὶ ὅτε ἔζη εἰπεῖν ὅτι ἦν εὐδαίμων. γελοῖον δὲ τὸ φυλαττομένους ἡμᾶς διὰ τὰς μεταβολὰς τῆς τύχης καὶ διὰ τὸ μόνιμόν τι ἡγεῖσθαι τὴν εὐδαιμονίαν μὴ λέγειν εὐδαίμονα τὸν ὄντα εὐδαίμονα·1 ὅμοιον γάρ, ὡς εἴ τις τὸν καλὸν ἢ πλούσιον ὅτε πλούσιός ἐστιν ἢ καλός, ὀκνοίη λέγειν ὅτι πλούσιός ἐστι διὰ τὰς μεταβολάς. ταῦτα εἰπὼν τρέπεται ἐπὶ τὸ λύειν τὴν ἀπορίαν, λέγων τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν καὶ σὺν ταῖς τούτων μεταβολαῖς εὐδαίμονα ἢ κακοδαίμονα λέγειν οὐκ ἀληθές· οὐ γάρ ἐστιν ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ὅπερ ἐκ τοῦ ὀνόματος δηλοῖ ἡ εὐδαιμονία καὶ ἡ κακοδαιμονία· περιείληπται γὰρ ἐν τῷ ὀνόματι ἑκάτερα τῆς μὲν τὸ εὖ τῆς δὲ τὸ κακῶς. κύριαι δέ εἰσιν εὐδαιμονίας αἱ κατ’ ἀρετὴν ἐνέργειαι [καὶ μὴ κακίαν], τὸ δὲ κυριώτατον ἐν κακοδαιμονίᾳ αἱ κατὰ κακίαν ἐνέργειαι. μαρτυρεῖ δὲ τούτῳ τῷ λόγῳ τῷ λέγοντι τὸ κυριώτατον εἶναι τῆς εὐδαιμονίας [καὶ τὴν οὐσίαν] τὰς κατ’ ἀρετὴν ἐνεργείας τὸ νῦν ἀπορηθέν.2 ἠπορήθη γὰρ εἰ δεῖ μακαρίζειν ἢ εὐδαιμονίζειν τοὺς τεθνεῶτας διὰ τὸ βέβαιον προσήκειν εἶναι τὴν εὐδαιμονίαν, τοὺς δὲ ζῶντας πολλάκις μεταβάλλειν ταῖς τύχαις. τοῦτο τὸ ἀπόρημα γέγονεν ἐκ τοῦ βέβαιον δεῖν εἶναι τὴν εὐδαιμονίαν· ἔστι δὲ περὶ οὐδὲν οὕτω βεβαιότης τῶν ἀνθρωπίνων ὡς περὶ τὰς κατ’ ἀρετὴν πράξεις, αἳ μονιμώτεραί εἰσιν καὶ τῶν ἐπιστημῶν. ἐπιστήμης μὲν γὰρ ἄν τις καὶ ἐκλάθοιτο, τοῦ δὲ ὡς δεῖ ἐνεργεῖν οὐδέποτ’ ἂν ὁ ἀγαθὸς ἐκλάθοιτο διὰ τὸ ἐν ταύταις καταζῆν. καὶ γὰρ σιτούμενος καὶ ἄλλοτ’ ὀχούμενος καὶ βαδίζων καὶ ὁτιοῦν πράττων ὁ ἀγαθὸς κατ’ ἀρετὴν ἐνεργεῖ, μάλιστα δὲ οἱ μακάριοι ἐν ταῖς τιμιωτάταις διάγουσιν ἐνεργείαις· αὗται δέ εἰσιν αἱ θεωρητικαί, διὸ καὶ μονιμώτεραί εἰσι τοῖς ἐναρέτοις. ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι, τουτέστι τὸ μόνιμον καὶ βέβαιον, διὰ τὸ βέβαιον αὐτὸν εἶναι ἐν ταῖς καλαῖς ἐνεργείαις· καὶ ἔσται διὰ βίου τοιοῦτος ἀεί, ἢ εἰ καὶ μὴ ἀεὶ διὰ τὸ διαλείπειν ἐν τοῖς ὕπνοις καὶ ἐν ἄλλοις τισὶ καιροῖς, ἀλλὰ ἁπάντων γε ἀνθρώπων μάλιστα καὶ πράξει καὶ θεωρήσει τὰ κατ’ ἀρετήν.
接着他更详细地探讨了这个疑难。因为对于幸福地生活过并已去世的人来说,在其后代身上完全可能发生许多变故,其中一些人生活得好,另一些人生活得糟,而且在代际相隔的距离上亦有所不同,一些人与祖先极为亲近,另一些人则疏远,并且无论亲近者还是疏远者都有可能更优或更劣。子孙的遭遇完全波及不到父母,与幸福地生活过的人随着子孙的际遇和抉择而频繁地共同变化,这两者诚然都是荒谬的。因此,他把这第二个疑难先行搁置;而他说应当返回先前所质疑的问题;因为或许考察了那个问题之后,这个问题亦会变得明晰。而在此前的问题中曾说道,应当在人死后祝颂幸福生活过的人,认为他并非现在享有福分,而是先前曾经如此。然而这亦是荒谬的:如果在某人正享有幸福时,将属于他的属性谓述于他、说“他是幸福的”并非真实,而当他已不复存在并且已经死去时,说“他曾经是幸福的”反倒是真实的。但将现存的属性作为现存属性加以谓述的人似乎才是在说真话;因为在人死后称他为幸福,真实地说他曾是幸福的,与在他活着时说他曾是幸福的,都是可行的。并且,由于我们防范际遇的变迁,并由于将幸福视为某种恒久之物,以至于不去称正在享有幸福的人为幸福,这是可笑的;因为这正如有人面对一个容貌出众或富有的人,在他是富有或出众的时候,却由于防备变迁而不敢说他是富有的一样。说了这些之后,他便转而解决这个疑难,指出紧随际遇并在际遇的变化中称人幸福或不幸是不真实的;因为“好”与“坏”并不在于这些际遇之中,而幸福与不幸从其名称本身便表明了这一点;因为在这两个名称中各自包含了其一,前者包含“好”,后者包含“坏”。合乎德性的现实活动才是幸福的主导者,而在不幸中起最主导作用的则是合乎恶德的现实活动。而此时所探讨的疑难,正好为这一主张合乎德性的现实活动是幸福的最主导要素的论述作证。因为此前所质疑的,乃是由于幸福应当是稳固的,而活着的人往往因际遇而多变,是否应当祝颂死者或称死者为幸福。这个疑难源自幸福必须是稳固的这一要求;而在属人的事物中,没有任何事物像合乎德性的行为那样具有稳固性,这些行为甚至比诸门科学知识还要更为恒久。因为人们或许还会遗忘某门科学知识,但善人绝不会遗忘应当如何去活动,因为他终生都沉浸在这些活动之中。事实上,无论是在进食,还是在其他时候乘车、散步以及做任何事情时,善人都合乎德性地进行现实活动,而至福之人尤其是在最尊贵的现实活动中度日;这些活动便是沉思性的活动,因此对于具备德性的人来说它们亦更为恒久。于是,所寻求的性质,即恒久与稳固,将属于幸福者,因为他在高尚的现实活动中是稳固的;并且他终其一生都将始终是这样的人,即便由于睡眠和某些其他时机中的间断并非时时刻刻如此,但他至少将比所有人都更多地既实践又沉思合乎德性的事物。
- 1.6γελοῖον δὲ τὸ φυλαττομένους ἡμᾶς διὰ τὰς μεταβολὰς τῆς τύχης καὶ διὰ τὸ μόνιμόν τι ἡγεῖσθαι τὴν εὐδαιμονίαν μὴ λέγειν εὐδαίμονα τὸν ὄντα εὐδαίμονα
带冠词不定式短语 τὸ ... μὴ λέγειν 充当谓语形容词 γελοῖον(省略 ἐστί)的主语。宾格代词 ἡμᾶς 充当不定式 μὴ λέγειν 的逻辑主语,与其保持一致的分词 φυλαττομένους 连同两个介词短语(διὰ τὰς μεταβολάς 与 διὰ τὸ ... ἡγεῖσθαι)作附带情况状语以说明原因。
- 1.6μαρτυρεῖ δὲ τούτῳ τῷ λόγῳ τῷ λέγοντι τὸ κυριώτατον εἶναι τῆς εὐδαιμονίας [καὶ τὴν οὐσίαν] τὰς κατ’ ἀρετὴν ἐνεργείας τὸ νῦν ἀπορηθέν
此处出现倒装(hyperbaton)结构:主句动词 μαρτυρεῖ 的语法主语是置于句末的中性短语 τὸ νῦν ἀπορηθέν(“此时所探讨的疑难”),而前置的与格短语 τούτῳ τῷ λόγῳ ... 则是 μαρτυρεῖ 的间接宾语。分词 τῷ λέγοντι 引出宾格加不定式结构(τὸ κυριώτατον εἶναι ... τὰς κατ’ ἀρετὴν ἐνεργείας)。
