← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§27.10-28.19

完全的生命与梭伦论幸福之格言

阿斯帕修依据幸福的定义论证了为何动物与孩童不能被称为幸福,以及为何幸福需要“完全的德性与完全的生命”。随后他梳理了梭伦关于死前不可称幸福的说法所带来的疑难,并探讨了后代之荣辱成败是否会波及死者这一后续难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#1

" Εἰκότως οὖν ἕως καὶ περὶ μὲν τούτων διοριστέον." Ἐπειδὴ τῆς εὐδαιμονίας ἡ οὐσία καὶ ὁ λόγος ἀποδέδοται ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετήν, εἰκότως οὖν οὔτε βοῦν οὔτε ἄλλο τι ζῷον εὔδαιμον λέγομεν· οὐδὲ γὰρ οἷόν τε αὐτὰ κοινωνῆσαι λογικῆς ἐνεργείας. διὰ τοῦτο δὲ οὐδὲ παῖς εὐδαίμων ἐστί· οὔπω γὰρ ἀκροαματικὸς τῶν τοιούτων, φησί, διὰ τὴν ἡλικίαν, ἐπεὶ φύσει μὲν καὶ ὁ παῖς πρακτικός, ὢν λογικὸν ζῷον, διὰ δὲ τὴν ἡλικίαν οὔπω πρακτικός· ἄλογον μὲν γάρ πώς ἐστι καὶ ὁ παῖς, διαφέρει δὲ τῶν ἀλόγων ζῴων ὅτι φύσει λογικός ἐστιν· οἱ δὲ λεγόμενοι εὐδαίμονες εἶναι παῖδες διὰ τὴν ἐλπίδα μακαρίζονται, διότι ἐλπίζονται ἐνεργήσειν κατ’ ἀρετήν· ὅτι δὲ καὶ οἱ παῖδες εὐλόγως οὐ λέγονται εὐδαίμονες, καὶ διὰ τῶν ἑξῆς δείκνυσι. δεῖ γάρ, φησίν, ὥσπερ εἴπομεν καὶ ἀρετῆς τελείας καὶ βίου τελείου· ἐν ᾧ πάντη εὐδαιμονήσει, ἐπὶ δὲ τοῦ παιδὸς οὐκ ἔστιν· οὐ γὰρ ἔχει πω τέλειον βίον· ὁ γὰρ ἐλπιζόμενος οὔπω δῆλος ὁποῖος ἔσται·1 πολλαὶ γὰρ μεταβολαὶ καὶ παντοῖαι κατὰ τὸν βίον γίνονται· καὶ ἐνδέχεται τὸν μάλιστα εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως. τὸ δὲ δεῖ γὰρ ὡς εἴπομεν καὶ ἀρετῆς τελείας καὶ τὰ ἑξῆς συνῆπται τοῖς πρότερον εἰρημένοις περὶ τῆς εὐδαιμονίας. εἴρηται γὰρ ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ποίαν, τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖα, τὰ δὲ συνεργὰ καὶ χρήσιμα. εἶτα συνηγόρησε τῷ ὁρισμῷ διὰ τῶν ἑξῆς εἰπών· ὁμολογούμενα δὲ ταῦτα· καὶ τὰ ἄλλα προσθεὶς ἔπειτα ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον λέγων ὅτι δεῖ καὶ ἀρετῆς τελείας καὶ βίου τελείου, ἴσως ἐμφαίνων ἐν τῷ ἀρετὴν τελείαν εἰπεῖν καὶ βίον τέλειον καὶ τὸ ἀνεμποδίστως γίνεσθαι. οὐ γὰρ ἔστιν εἰπεῖν κατ’ ἀρετὴν τελείαν ἐνεργοῦντα· λέγω δὲ τελείαν τὴν ἐκ πασῶν τῶν ἀρετῶν ἢ τὴν θεωρητικὴν † μέν, ὡς εὐδαίμονα κέχρηνται ἐν τῷ ὁρισμῷ· παρεμφαίνεται οὖν τὸ μὴ 〈τέλειον〉 εἶναι [μὴ ὂν] ἐμποδιστικὸν τῆς εὐδαιμονίας· τοῦτο δέ φησι λέγειν διὰ τὸ πολλὰς μεταβολὰς γίνεσθαι καὶ παντοίας τύχας κατὰ τὸν βίον. βελτίων δὲ ἡ προτέρα ἐκδοχή. Τοῖς δὲ προτέροις ἑπομένην ἀπορίαν ἐπιφέρει, εἰ μηδένα δεῖ ἄνθρωπον εὐδαιμονίζειν 〈εἰ μὴ〉 μετὰ τὸν θάνατον. ἆρ’ οὖν εὐδαίμονα2 οἷόν τε εἶναί τινα ἐπειδὰν ἀποθάνῃ; ἢ τοῦτο ἄτοπον τὸν μηδ’ ὅλως ὄντα λέγειν εὐδαίμονα καὶ μάλιστα ἡμῖν τοῖς λέγουσιν ἐνέργειαν εἶναί τινα τὴν εὐδαιμονίαν, ἢ οὐ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα εἶναι; οὐδ’ ὁ Σόλων τοῦτο βούλεται, ἀλλὰ τοῦτο βούλεται ὁ λόγος, ὅτι τηνικαῦτ’ ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον· καὶ τὸ λεγόμενόν ἐστιν, οὐχ ὅτι νῦν εὐδαίμων ἀλλ’ ὅτι ἦν ποτε εὐδαίμων· μακαρίζομεν δὲ αὐτὸν ἤτοι θαρροῦντες καὶ λέγομεν εὐδαίμονα, ὡς ἐκτὸς ὄντα κακῶν καὶ δυστυχημάτων. ἔχει μὲν οὖν φησι καὶ τοῦτό τινα ἀμφισβήτησιν καὶ παρεισάγει δευτέραν τινὰ ἀπορίαν, πότερόν ἐστι τῷ τεθνεῶτι ἀγαθὸν καὶ κακὸν ὥσπερ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, ἢ οὐ δοκεῖ αὐτῷ εἶναί τι καὶ κακὸν καὶ ἀγαθὸν ἐκ τῶν εὐπραξιῶν καὶ τῶν δυσπραξιῶν τέκνων τε καὶ ὅλως ἀπογόνων;

“因此,理所当然……”直至“关于这些事情亦当予以界定”。 既然幸福的本质与定义已被阐明为“合乎德性的理性灵魂的现实活动”,因此理所当然,我们既不称牛也不称任何其他动物为幸福的;因为它们不可能分有理性的现实活动。正是由于这个原因,孩童亦非幸福的;因为他说,孩童由于年纪尚幼,“还不是这类学问的听讲者”,既然孩童依本性作为理性动物亦是实践性的,但由于年纪尚幼尚未具备实践能力。因为在某种意义上孩童亦缺乏理性,但与无理性的动物不同之处在于他依本性是理性的;而被称为幸福的孩童,乃是因希望而受到祝颂,因为人们指望他们将来依德性而活动。而孩童合乎情理地不被称为幸福,他在随后的论述中亦表明了这一点。因为正如我们所说,他说还需要“完全的德性与完全的生命”,在其中人将全面享有幸福;然而对于孩童来说这并不存在,因为他尚未拥有完全的生命。所指望的生命将是何种模样尚不明确;因为在生命中会产生诸多且各色各样的变故,甚至最昌盛之人亦有可能在晚年遭遇巨大的不幸。而“因为正如我们所说,还需要完全的德性”等等,是与先前关于幸福的论述相衔接的。因为先前曾述及,幸福是灵魂依某种德性的现实活动,而在其余的善事物中,有些是必然具备的,有些则是协力而有用的。接着他通过随后的论证支持这一定义,说“这些事情是相符的”,在补充了其余事项后,他随后返回最初的论证,说既需要完全的德性亦需要完全的生命,或许通过说“完全的德性与完全的生命”,亦隐喻了活动是“无阻碍地发生”。因为在定义中不能把依完全德性而现实活动的人——我所谓完全是指由一切德性所组成,或是指沉思性的德性——当作幸福者来使用;因此这里暗示了不完全乃是幸福的阻碍;他说,这是因为在生命中会产生许多变故和各色各样的际遇而说的。但前一种解释更为优良。在先前的讨论之后,他又提出了一个接续而来的疑难:是否除非在死后,否则不应称任何人为幸福。那么,某人在死后可能享有幸福吗?或者说,称根本不复存在者为幸福是荒谬的,尤其是对于我们这些主张幸福是某种现实活动的人来说是荒谬的,抑或我们并不主张死者是幸福的?梭伦的意图亦不在此,而是这个论证的意思在于:唯有到那时,人们才能确凿无虞地祝颂一个人;所说的并不是指他现在幸福,而是指他曾经幸福。我们祝颂他,乃是抱有确信地称他为幸福,因为他已经置身于邪恶与不幸之外。因此他说,这亦存在某种争议,并且他引出了第二个疑难:死者是否亦有善与恶,正如活着但未感知的人一样;抑或由于子女乃至广义上的后代的成败荣辱,看来对他而言并不存在某种恶与善?

语法注2 条
  1. 1.6ὁ γὰρ ἐλπιζόμενος οὔπω δῆλος ὁποῖος ἔσται

    主语 ὁ ἐλπιζόμενος 结合上文省略了 βίος(“被寄予指望的生命”)。此处采用形容词 δῆλος 搭配间接疑问从句 ὁποῖος ἔσται 的人称结构(personal construction),结构含义为“所指望的[生命]将来是何种模样尚不明确”。

  2. 1.6ἆρ’ οὖν εὐδαίμονα οἷόν τε εἶναί τινα ἐπειδὰν ἀποθάνῃ; ἢ τοῦτο ἄτοπον τὸν μηδ’ ὅλως ὄντα λέγειν εὐδαίμονα

    由 ἆρα ... ἢ ... 引导的抉择疑问句结构。针对第一个选项(“某人在死后可能享有幸福吗?”),析取连词 ἤ 引出了第二个选项(“抑或称根本不复存在者为幸福是荒谬的?”)。在后半句中,带宾格的不定式短语 τὸν μηδ’ ὅλως ὄντα λέγειν εὐδαίμονα(“称完全不存在者为幸福”)充当谓词 ἄτοπον [ἐστί] 的实际主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:27.10-28.19