← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§25.20-27.9

作为德性奖赏的幸福与政治学的目的

阿斯帕西奥斯讨论了幸福究竟源于学习与锻炼、神赐还是机运,并基于亚里士多德对幸福的定义(依德性的现实活动)论证幸福乃是德性的奖赏。他进一步区分了生存所必需的善与作为工具发挥协力作用的善,指出将公民塑造成善美践行者的政治学目的与幸福的定义完全契合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

οἱ μὲν γὰρ λέγοντες ταὐτὸν τὴν ἀρετὴν τῇ εὐδαιμονίᾳ μαθητὸν τὴν ἀρετὴν 〈καὶ〉 τὴν εὐδαιμονίαν ἢ ἀσκητὸν ὑπολαμβάνουσιν. ἡ μὲν γὰρ φρόνησις πάντως μαθητὸν καὶ ἡ σοφία, ἡ δὲ ἠθικὴ ἀρετὴ τὸ μὲν πλεῖστον ἐθιστή, δεῖται δὲ καὶ μαθήσεως· ἡ δὲ ἄσκησίς ἐστι μὲν καὶ αὐτὴ ἔθος ἀλλ’ οὐχ ἅπασα, ἀλλ’ ἡ ἐν μελέτῃ πόνων καὶ ἀλγηδόνων ὑπομονή. τοῦτο γὰρ ἔνιοι τὴν ἀρετὴν ὑπολαμβάνουσι καὶ τὴν εὐδαιμονίαν· οἱ δὲ οὐκ ἐν ἀρετῇ εἶναι λέγοντες τὴν εὐδαιμονίαν αὐτὴν ἤτοι κατὰ θείαν μοῖραν παραγίνεσθαί φασιν ἢ διὰ τύχην. εἰ μὲν οὖν καὶ ἄλλο τι θεοδώρητόν ἐστιν, εἴη ἂν καὶ ἡ εὐδαιμονία δῶρον θεῶν, ὡς ἄν εἴποι τις τῶν τιθεμένων τοὺς ἀγῶνας τὰ ἔπαθλα ὡς τοὺς στεφάνους·1 τεθείκασι γὰρ ἐν μέσῳ τοῖς δυναμένοις καλῶς ἀγωνίζεσθαι· οὕτω δὲ καὶ ἡ εὐδαιμονία ἔπαθλον ἐν μέσῳ κεῖται τοῖς δυναμένοις [καλῶς ἀγωνίζεσθαι] ἀρετῆς ἐπιμελεῖσθαι καὶ κατὰ ταύτην ἐνεργεῖν. ἀλλ’ εἰ μὲν θεῶν ἐστι δῶρον, ἄλλης ἂν εἴη σκέψεως φυσικωτέρας· φαίνεται δὲ εἰ καὶ μὴ θεοδώρητον, ἀλλὰ θεῖόν γέ τι ἡ εὐδαιμονία· θεῖον γάρ τι πρᾶγμα ἡ ἀρετή, ὥστε καὶ τὸ ταύτης ἆθλον καὶ τέλος θεῖον· τὸ τοιοῦτον δ’ ἂν εἴη 〈ἡ〉 εὐδαιμονία. εἴη δ’ ἂν ἀρετῆς ἆθλον οὖσα πολύκοινον, τουτέστι πολλοῖς ἐν μέσῳ κειμένη καὶ δυνατὴ ὑπάρχειν τοῖς μὴ πεπηρωμένοις πρὸς ἀρετὴν διὰ μαθήσεως καὶ ἐπιμελείας. πεπηρωμένοι δὲ πρὸς ἀρετὴν οἱ μὲν γεννῶνται, οἷον οἱ ἄφρονες ἐκ γενετῆς, οἱ δὲ ἐκ κακῶν ἐπιτηδευμάτων πηροῦνται καὶ ἀνίατοι γίνονται. εἰ οὖν βέλτιον εὐδαιμονίαν γίνεσθαι δι’ ἀρετὴν μᾶλλον ἢ διὰ τύχην, εὔλογον οὕτως ἔχειν· καὶ γὰρ τὰ κατὰ φύσιν καὶ τὰ κατὰ τέχνην ὁμοίως δὲ καὶ 〈τὰ〉 κατὰ ἀνάγκην, οἷον τὰ ἐν τῷ οὐρανῷ, πάντα οὕτως ἔχει, ὡς μάλιστα ἄριστα ἂν ἔχοι. εἰ οὖν ἐπὶ τῶν ἀρίστων αἰτιῶν καὶ φύσεων οὕτως ἔχει, ἔχοι ἂν οὕτως ὥστε δι’ ἀρετὴν μᾶλλον εὐδαιμονεῖν ἢ διὰ τύχην· ἄμεινον γὰρ οὕτω προσοικειοῖ ἐν τοῖς ἑξῆς τὸν αὑτοῦ λόγον τούτοις.2 Δῆλον γὰρ εἶναί φησιν ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ τὸ ζητούμενον· τὸ ζητούμενον δέ ἐστι πότερον διὰ τύχην ἡ εὐδαιμονία παραγίνεται ἢ δι’ ἀρετήν· ὁ δὲ λόγος ἦν ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ποιά τις, τουτέστιν ἐν προηγουμένοις. τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖον τῷ εὐδαίμονι, οἷον ὑγίειαν εὐαισθησίαν· ἀναγκαῖα γάρ ἐστιν ὧν ἄνευ οὐχ οἷόν τε ζῆν· νοσηλευόμενος δὲ ἢ ἐν πικραῖς μάχαις καὶ ἀνιάτοις ὢν οὐκ ἂν ἕλοιτο ζῆν ὁ ἐνάρετος (ἐμοὶ μὲν δοκεῖ τῶν ἀναγκαίων εἶναι ἀγαθῶν καὶ ὁ φίλος· οὐ γὰρ ἂν ἕλοιτο ἄνευ φίλων ζῆν ὁ σπουδαῖος). συνεργὰ δὲ καὶ χρήσιμα ὡς ὄργανα πλοῦτος καὶ ἰσχὺς καὶ δόξα· πλοῦτος μὲν γὰρ πρὸς τὰς κατ’ ἐλευθεριότητα ἐνεργείας, ἰσχὺς δὲ πρὸς τὰς κατ’ ἀνδρείαν, καὶ διὰ δόξαν δὲ τῶν συλλαμβανόντων πολλοὶ ἠδυνήθησαν πολλὰ κατεργάσασθαι. οὐκ ἀναγκαῖα δὲ ὁμοίως ἐστὶ ταῦτα τοῖς προειρημένοις· ἐγχωρεῖ γὰρ καὶ ἄνευ αὐτῶν ζῆν. ἔτι δέ φησι τὸν ἀποδοθέντα ὑπ’ αὐτοῦ ὁρισμὸν ὁμολογούμενον εἶναι τοῖς ἐν ἀρχῇ ῥηθεῖσιν. ἔκειτο γὰρ τέλος εἶναι τῆς πολιτικῆς τὸ ἄριστον, τουτέστι τὴν εὐδαιμονίαν· ἡ δὲ πολιτικὴ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ἀγαθοὺς εἶναι τοὺς πολίτας καὶ πρακτικοὺς τῶν καλῶν. ἔστι δὲ τοῦτο συμφανὲς ἐκ τῶν ἀρίστων πολιτειῶν· τῆς γὰρ παιδείας τῶν νέων μάλιστα ἐπιμελοῦνται, ὡς ἡ Λυκούργου, ὁμοίως δὲ καὶ ἡ Μίνωος καὶ ἡ Πλάτωνος· αἱ δὲ τῶν πολιτικῶν νομοθετῶν νομοθεσίαι ἰατρικαῖς μᾶλλον ἐοίκασιν ἢ πολιτικαῖς· κολάσεις γὰρ ὡρίκασι κατὰ τῶν ἁμαρτανόντων, αἱ δὲ κολάσεις οἷον ἰατρεῖαί τινες. βέλτιον δὲ καὶ ἐν ἰατρικοῖς σκοπεῖν ὅπως ὑγιεινὰ ἔσται 〈τὰ〉 σώματα ἢ ὅπως νοσήσαντα θεραπευθήσεται. πῶς οὖν ταῦτα οἰκεῖα αὐτοῦ τῷ λόγῳ; ὅτι εἰ ἡ πολιτικὴ ἐπιμελεῖται τοῦ ἀγαθοὺς εἶναι τοὺς πολίτας καὶ πρακτικοὺς τῶν καλῶν, τέλος δὲ αὐτῆς ἡ εὐδαιμονία, δῆλον ὡς τέλος ἂν ἡ κατ’ ἀρετὴν ἐνέργεια εἴη· πρακτικοὺς γὰρ αὐτοὺς ποιεῖ τῶν καλῶν διὰ τοῦ τέλους.3

因为那些主张德性与幸福同一的人,认为德性〈与〉幸福是可习得的或可锻炼的。因为实践智慧完全是可习得的,智慧亦是如此,而伦理德性大部分是习惯性的,但也需要学习;锻炼本身也是一种习惯,但并非一切〔锻炼〕,而是在劳苦与痛苦的练习中的坚忍。确实,有些人认为这就是德性与幸福。另一方面,那些说幸福不在于德性之中的人,则声称幸福本身要么依神意降临,要么凭机运而至。因此,如果还有其他什么事物是由神赐予的,幸福也当是众神的赠礼,正如人们谈及设立竞赛者所设的奖赏(例如花冠)一样;因为他们将奖赏置于中间,供那些能够优秀竞逐的人获取。同样,幸福也是作为奖赏置于中间,供那些能够关切德性并依德性现实活动的人获取。但是,幸福是否为众神的赠礼,应属于另一门更为自然学性质的考察;然而显然,即便它不是神赐的,幸福至少也是某种神圣之物。因为德性是某种神圣的事物,因而它的奖赏与目的亦是神圣的;而这样的事物当是幸福。作为德性的奖赏,它当是广泛共通的,即置于众人中间,只要通过学习与关切,便能够属于那些在德性方面未遭致残的人。而在德性方面遭致残者,有些人是生来如此,例如天生愚钝者,而另一些人则是因恶劣的行径而致残并变得不可救药。因此,如果幸福通过德性产生比起通过机运产生更为优良,那么其现状如此便合乎情理。因为合乎自然的事物、合乎技艺的事物,以及同样合乎必然性的事物(例如天界的事物),全都是处于尽可能最佳的状态。因此,如果在最佳的原因与本性上情形如此,那么其情形也当是人们宁可因德性而非因机运而享有幸福;因为在接下来的论述中,他以这种更为优越的方式将自身的论证与这些道理联系起来。因为他说,从所给出的定义中,所探求的问题便已昭然若揭;而所探求的问题就是幸福是凭机运降临还是通过德性而来。而先前的论述是:幸福是灵魂依德性的某种现实活动,即在首要情境中的现实活动。在其余的善事物中,有些必然属于幸福者,例如健康与敏锐的感觉;因为没有它们便无法生存的事物乃是必然之物,而若卧病在床或处于痛苦难愈的困顿中,有德之人绝不愿苟活(在我看来,朋友亦属于必然的善,因为优秀之人绝不愿在没有朋友的情形下生活)。而财富、力量与声望则是作为工具发挥协力与功用;因为财富有助于依慷慨的现实活动,力量有助于依勇敢的现实活动,并且借助声望,在协助者相助下,许多人得以成就诸多伟业。但这些事物并不像前述事物那样属于必然之物;因为没有它们亦能生存。此外他说,由他所给出的定义与最初所阐明的内容相符。因为先前已设定政治学的目的是至善,即幸福;而政治学最大的关切便是使公民成为善人并成为善美之事的践行者。这一点从最优秀的城邦体制中便清晰可见;因为它们最关切青年人的教育,如莱库古的体制,以及敏诺斯和柏拉图的体制亦是如此。然而政治立法者的立法,与其说是政治的,毋宁说更类似医术;因为他们针对犯过者规定了刑罚,而刑罚就如同某种疗法。但在医术中,考虑如何使身体保持健康,亦比考虑患病后如何医治更为优良。那么,这些内容如何与他的论述切合呢?因为如果政治学关切使公民成为善人并成为善美之事的践行者,而它的目的就是幸福,那么显而易见,依德性的现实活动便当是这一目的;因为政治学正是通过这一目的使他们成为善美之事的践行者。

语法注3 条
  1. 1.5ὡς ἄν εἴποι τις τῶν τιθεμένων τοὺς ἀγῶνας τὰ ἔπαθλα ὡς τοὺς στεφάνους

    句法骨架为 ὡς ἄν εἴποι τις(“正如人们可能会谈及/引用一样”),其后连接作比喻的宾格短语 τὰ ἔπαθλα ὡς τοὺς στεφάνους(“诸如花冠一类的奖赏”)。τῶν τιθεμένων τοὺς ἀγῶνας 是属格(“设立竞赛者们的”),修饰 ἔπαθλα,全句作为阐释幸福犹如公开放置之奖赏的比喻性修饰。

  2. 1.5ἄμεινον γὰρ οὕτω προσοικειοῖ ἐν τοῖς ἑξῆς τὸν αὑτοῦ λόγον τούτοις

    动词 προσοικειοῖ(“使联系、使适合”)的主语未明示,按上下文是指亚里士多德。ἄμεινον 作副词修饰 προσοικειοῖ,τούτοις 指代前文所述的自然、技艺与必然性之最佳状态。整句意为:“因为在接下来的论述中,他以这种更为优越的方式将自身的论证与这些道理联系起来。”

  3. 1.5πρακτικοὺς γὰρ αὐτοὺς ποιεῖ τῶν καλῶν διὰ τοῦ τέλους

    此句采用双重宾格结构 ποιεῖ αὐτοὺς πρακτικούς(“使他们成为践行者”),其中属格 τῶν καλῶν 依附于 πρακτικούς(“善美之事的践行者”)。介词短语 διὰ τοῦ τέλους(“通过这一目的/凭借终极目的”)表明政治学正是通过指向幸福这一终极目的,从而将公民培养为践行善美之事的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:25.20-27.9