- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:23.30-25.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德探讨幸福中外在善之必要性的段落(1099a31),阿斯帕西奥斯阐明外在善并非幸福的部分或补足,而是作为工具,并论述了朋友、财富与权力等的作用,以及为何出身、容貌或子嗣的匮乏会损害至福。
" Φαίνεται δὲ ὅμως τῶν ἐκτὸς ἀγαθῶν ἕως τοῦ καὶ πρακτικοὺς τῶν καλῶν." Τίθεται τὴν εὐδαιμονίαν δεῖσθαι καὶ τῶν ἐκτὸς ἀγαθῶν· ἐκτὸς δὲ ἀγαθῶν ἤτοι τῶν περὶ τὸ σῶμα· ἐκτὸς αὐτὰ λέγει ὡς πρὸς τὴν ψυχὴν πάντα ἐκτὸς † ὅπως ἔσται τὸν λόγον. περὶ τούτων γὰρ ἐνίοις ἡ ἀμφισβήτησις μᾶλλον ὡς οὐδὲν συμπραττόντων εἰς τὴν εὐδαιμονίαν ἢ περὶ τῶν σωματικῶν. δεῖται δὲ τῶν ἐκτὸς ἀγαθῶν ἡ εὐδαιμονία οὐχ ὡς μερῶν, οὐδ’ ὡς ἀναπληρωτικῶν αὐτῆς ἀλλ’ ὡς ὀργάνων, καθάπερ γὰρ ἡ αὐλητικὴ πρὸς τὸ αὑτῆς τέλος δεῖται ὀργάνων, ἵνα τοῦ ἰδίου τέλους τύχῃ. ἀδύνατον γάρ, φησί, καλὰ πράττειν ἀχορήγητον ὄντα· οὐχ οἷόν τε τὰ ἰατρικὰ πράττειν ἀχορήγητον ὄντα τῶν ἰατρικῶν ὀργάνων τε καὶ φαρμάκων. εἶτα καταριθμεῖται τὰ ἐκτὸς ἀγαθὰ ἅμα δεικνὺς πῶς αὐτοῖς χρῆται ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν ὡς ὀργάνοις. πολλὰ μὲν γὰρ πράττεται, ὥσπερ δι’ ὀργάνων, διὰ φίλων, οἷον τυραννίδων καταλύσεις διὰ φίλων ἐγένοντο καὶ εἰ ἐδέησεν ἀναλωμάτων, συνήνεικαν οἱ φίλοι, καὶ ἃ οὐ δυνατοὶ προορᾶν δι’ αὑτῶν οἱ φίλοι προορῶσι καὶ προμηθοῦνται καὶ συμπράττουσι, καὶ οἷς φίλοι εἰσίν, ὡς ὁ Ξενοφῶν φησιν, ἀντὶ δυοῖν ὀφθαλμῶν τέσσαρες ὀφθαλμοί εἰσι καὶ ἀντὶ δυοῖν ὤτων τέσσαρα, καὶ ἐπὶ τῶν ἄλλων μορίων ὁ αὐτὸς λόγος· καὶ μὴν ὅτι διὰ πλούτου καὶ ἐν λιμοῖς τινες ἔσωσαν πατρίδας, [διὰ πλούτου] καὶ πολεμίων ἐρύσαντο καὶ φίλων βίους ἐπηνωρθώσαντο. τί δὲ πολιτικὴ δύναμις; πῶς οὐ μεγάλα πράττει πρὸς τὰς καλὰς πράξεις; ἀμήχανον γὰρ τὰ πολιτικὰ πράττειν καλῶς μηδεμίαν ἔχοντα δύναμιν ἐν τῇ πόλει, ἀλλ’ ἀγαπητὸν τῷ μὴ ἔχοντι δύναμιν πολιτικὴν τὸ ἰδιωτεύειν καὶ ἡσυχάζειν.1 εἰ δὲ μή, ἀνάγκη αὐτὸν προελθόντα σφάλλεσθαι· καὶ ὅσοι δὲ μεγάλας τινὰς πράξεις διεπράξαντο ἐν τῇ πόλει, οὐκ ἄνευ δυνάμεως, οἷον Λυκοῦργος ἐγχειρισθεὶς τὴν ἐπιτροπὴν τῶν πραγμάτων διὰ τὴν τοῦ βασιλέως ἐνομοθέτησε καὶ Σόλων καὶ Ζάλευκος, ἑκάτερος μέγα δυνάμενοι2 ἐν ταῖς ἑαυτῶν πατρίσι. Τὰ δὲ ἐφεξῆς δοκεῖ τισι μαλακωτέρως εἰρῆσθαι. φησὶ γὰρ ἐνίων στερουμένους ῥυπαίνειν τὸ μακάριον, οἷον εὐγενείας εὐτεκνίας κάλλους. φαῖεν γὰρ ἄν τινες καὶ δυσγενῆ ὄντα καὶ μὴ καλὸν καὶ ἄτεκνον ἐνεργεῖν ἐν προηγουμένοις ἐνδέχεσθαι,3 ἐνεργοῦντα δὲ εὐδαιμονεῖν ἀνάγκη. πρὸς δὲ τούτους λεκτέον ὡς καὶ Ἀριστοτέλης ἐπαινεῖ τοὺς τοιούτους, ὡς ἐπανορθοῦντας τὸ ἔλλειμμα τοῦ γένους ἢ τὸ τοῦ εἴδους ἢ τινων ἄλλων ὧν εἰσιν ἐνδεεῖς, ἀλλ’ ὅμως ῥύπον τινὰ ἐγγίνεσθαι ὑπὸ τῆς ὑπερβαλλούσης δυσγενείας, οἷον εἴ τις ἡταιρηκότος υἱὸς εἴη· πῶς γὰρ οὐ ῥύπος τοῦτο, ὃν ἀπονίψαιτο μὲν ἴσως καὶ ἀπορρύψειεν ὁ γενναῖος, ἀλλ’ ὅμως ἐμποδών ἐστι πρὸς τὰς καλὰς ἐνεργείας ἐνίοτε. οὐ γὰρ ἐπιτρέπουσιν αἱ πόλεις τὰ μέγιστα τοῖς τοιούτοις πράττειν. αἰσχρὸν δὲ λέγει οὐ τὸν μετρίως ἐστερημένον κάλλους ἀλλ’, ὥς φησι, τὸν παναίσχη καὶ τερατώδη τὴν μορφήν, ὃν ἴσως οὐδ’ οἷόν τε φρόνιμον γενέσθαι· ὡς ἐπίπαν γὰρ οἱ τοιοῦτοι καὶ τερατώδεις γίνονται. ἀλλ’ οὐδὲ μονώτης καὶ ἄτεκνος ἂν εἴη εὐδαίμων· ἴσως δὲ οὐδὲ σπουδαῖος ὁ μονώτης, οὐ μόνον οὐκ εὐδαίμων· παρὰ φύσιν γὰρ τῷ ἀνθρώπῳ τὸ μόνῳ ζῆν. ἔτι δ’ ἧττον εὐδαιμονεῖ, εἴ τῳ πάγκακοι παῖδες εἶεν, οἷον ἑταιροῦντες, ἢ ἀγαθοὶ ὄντες τεθνᾶσιν. δεῖ δ’ ἐννοεῖν περὶ τῶν εἰρημένων ἁπάντων, ὅτι ὑπεραίρει μὲν αὐτὰ τὸ τῆς ἀρετῆς μέγεθος ὥστε μὴ εἶναι δυσδαίμονα τὸν ἐνάρετον. ἐὰν δὲ πάντα παρῇ τὰ εἰρημένα δυστυχήματα, ἐμποδὼν γίνεται τῇ εὐδαιμονίᾳ. προσδεῖται οὖν τῆς τοιαύτης εὐημερίας, τουτέστιν εὐτυχίας, ὁ εὐδαίμων· διὸ οἱ μὲν ταὐτὸν λέγουσιν εὐτυχίαν καὶ εὐδαιμονίαν, οἱ δὲ καὶ ἀρετὴν ταὐτόν· οἱ μὲν ἡγούμενοι εὐδαιμονίαν τὴν ἀρετὴν ταὐτὸν τὴν εὐδαιμονίαν καὶ ἀρετὴν λέγουσιν, οἱ δὲ ὁρῶντες διὰ τῶν ἐκτὸς πολλὰ πραττόμενα ὡς δι’ ὀργάνων τῶν εἰς εὐδαιμονίαν φερόντων ταὐτὸν τῇ εὐτυχίᾳ τὴν εὐδαιμονίαν τίθενται. Διὸ καὶ ἀπορεῖται πότερον, φησίν, ἐστὶ μαθητὸν ἡ εὐδαιμονία καὶ ἄλλως πως ἀσκητὸν ἢ κατά τινα θείαν μοῖραν ἢ τύχην παραγίνεται· ὅτι δὲ οἰκεῖα ταῦτα τοῖς προειρημένοις δῆλον.
“然而显然[幸福]还需要外在善”直至“践行善美之事者”。 他设定幸福还需要外在善;所谓外在善,要么是指关乎身体的善,要么是他将它们称为外在的,乃是就相对于灵魂而言一切皆是外在的这一意义来说[文本残缺]。因为在某些人看来,关于这些善事物是否有助于幸福,存在着比关于肉体善事物更多的争议,认为它们对幸福毫无助益。但幸福需要外在善,并非作为其组成部分,亦非作为其补充完满之物,而是作为工具;正如同长笛吹奏术为了自身的目的需要工具,以便达到其特有的目的。因为他说,缺乏资财而行善美之事乃是不可能的,正如同缺乏医用器械与药物的资财便无法施行医术一样。接着,他列举了外在善,同时表明德性如何将它们作为工具运用于幸福。因为许多事情乃是通过朋友如同通过工具一般成就的;例如,僭主统治的推翻乃是通过朋友实现的,而如果有支出需要,朋友们便会共同分担,并且凡是人们自身不能预见的事,朋友们会代为预见、照料并协作;对于拥有朋友的人而言,正如色诺芬所说,代替两只眼睛的是四只眼睛,代替两只耳朵的是四只耳朵,对于其他器官亦是同样的道理。确实,通过财富,有人即便在饥荒中也拯救了祖国,[通过财富]从敌人手中解救了〔祖国〕,并重振了朋友的生活。那么政治权力又如何呢?它在成就善美行为方面怎能不发挥巨大作用?因为在城邦中毫无权力之人绝不可能妥善处理城邦事务,对于没有政治权力的人而言,作为平民安守本分反而是令人满意的;若非如此,他一旦站出来便必然受挫。凡在城邦中成就了某些伟大行为的人,无不是凭借权力而为;例如莱库古由于国王的缘故受托掌管国政因而立下了法度,梭伦和扎勒乌库斯亦是如此,他们各自在自己的祖国都拥有巨大的权力。然而接下来的论述在某些人看来似乎说得偏于软弱。因为他说缺乏某些事物会玷污至福,例如高贵出身、良好后嗣与容貌俊美。因为有人或许会说,即使出身微贱、貌不惊人且无子嗣,亦可能在首要情境中展开现实活动,而一旦展开现实活动便必然享有幸福。对于这些人应当指出,亚里士多德亦赞许这样的人,认为他们弥补了出身、外貌或所缺乏的其他方面的不足;但即便如此,过度的微贱出身仍会带来某种污点,例如若是男娼之子。因为这怎能不是污点呢?虽然品格高贵者或许可以将其洗涤并抹去,但有时它仍然会成为善美现实活动的阻碍。因为城邦不会将最重大的事务托付给这样的人。而他所说的丑陋,并非指适度缺乏美貌的人,而是正如他所说,指那种极为丑恶且形貌畸形之人,这样的人或许根本不可能获得实践智慧;因为大体而言,这样的人往往[在灵魂上也]变得怪异。此外,孤僻独居且无子嗣的人也不会幸福;或许独居者不仅不幸福,甚至算不上优秀之人,因为对人而言独居乃是违反本性的。而如果有人拥有极其恶劣的子女(例如充当男娼者),或者优秀的子女却已亡故,其幸福程度便更低。但关于上述所有情况必须认识到,德性的崇高足以压倒它们,从而使有德之人不致沦为不幸;然而若上述所有厄运并存,则会成为幸福的阻碍。因此,幸福之人还需要这种顺境,即幸运。所以,有人认为幸运与幸福是同一回事,有人则认为德性与幸福亦是同一回事:那些将幸福视为德性的人主张幸福与德性同一,而那些看到通往幸福的许多事情是通过外在事物如同通过工具一般实现的人,则将幸福与幸运等同起来。因此他说,人们亦产生疑惑:幸福究竟是可习得的、以其他某种方式可锻炼的,抑或依某种神意或机运而降临;而这些问题与前述内容息息相关,乃是显而易见的。
- 1.5ἀλλ’ ἀγαπητὸν τῷ μὴ ἔχοντι δύναμιν πολιτικὴν τὸ ἰδιωτεύειν καὶ ἡσυχάζειν
带冠词的不定式短语 τὸ ἰδιωτεύειν καὶ ἡσυχάζειν 作为真正的主语,与谓语形容词 ἀγαπητόν 配合,与格分词短语 τῷ μὴ ἔχοντι 等则表示判断的主体(关涉与格)。
- 1.5ἑκάτερος μέγα δυνάμενοι
复数主格分词 δυνάμενοι 与单数主语 ἑκάτερος 相应。这属于依义一致(constructio ad sensum),呼应了紧接在前的梭伦与扎勒乌库斯两个人名。
- 1.5φαῖεν γὰρ ἄν τινες καὶ δυσγενῆ ὄντα καὶ μὴ καλὸν καὶ ἄτεκνον ἐνεργεῖν ἐν προηγουμένοις ἐνδέχεσθαι
在 φαῖεν ἄν 所引导的间接引语中包含双重不定式嵌套结构:ἐνδέχεσθαι(是可能的)构成上层不定式,而以宾格短语(δυσγενῆ ὄντα 等)为主语的 ἐνεργεῖν(展开活动)则充当其主语从属结构。
