- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:22.14-23.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕修斯针对亚里士多德文本(1098a20),阐明幸福定义(依德性的现实活动)如何与主张快乐是幸福的一部分或不可或缺之物的诸观点相协调。他指出依德性的活动因其自身本性即是最令人愉悦的,无须外在快乐的补充,并驳斥了提洛岛题刻的分割,论证最善、最善美与最愉悦在幸福中合而为一,同时初步暗示了观照活动的最高幸福。
καὶ τὸ παράδειγμα δ’ ἔοικε συνῳδὸν εἶναι τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ. κατὰ μὲν οὖν τὰ εἰρημένα συνῳκείωσε τὸν αὑτοῦ λόγον τοῖς μόνην τὴν ἀρετὴν εἰποῦσι τὴν εὐδαιμονίαν· τοῖς δὲ ταῦτα, τουτέστι πάσας τὰς ἀρετὰς ἢ τούτων τινά, φιλοσοφίαν ἢ φρόνησιν, εἶναι τὴν εὐδαιμονίαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς συναρμόζει τὴν ἑαυτοῦ δόξαν διὰ τῶν ἑξῆς. τὸ δὲ μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς διαφέρει τι. μεθ’ ἡδονῆς μὲν οἱ λέγοντες μέρος τῆς εὐδαιμονίας ποιοῦσι τὴν ἡδονήν, οἱ δὲ οὐκ ἄνευ ἡδονῆς, οὐ μέρος ἀλλ’ ὧν οὐκ ἄνευ ἡ εὐδαιμονία λέγουσι τὴν ἡδονήν. τούτοις δὴ προσαρμόζει ὁ λόγος· εἰ γὰρ καὶ μὴ πρόκειται ὅτι ἐστὶν ἡ εὐδαιμονία ἐνέργεια κατ’ ἀρετὴν τελείαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ἀλλὰ δῆλόν γέ ἐστι ὅτι πάντως συνέπεται ταῖς καλαῖς ἐνεργείαις ἡ ἡδονή· διό φησι τὸν βίον τῶν ἐνεργειῶν κατ’ ἀρετὴν ἐν προηγουμένοις1 εἶναι καθ’ αὑτὸν ἡδύν. τὸ μὲν γὰρ ἥδεσθαι ψυχικόν· καὶ γὰρ αἱ καλούμεναι σωματικαὶ ἡδοναὶ ψυχῆς εἰσι διὰ σώματος, ἑκάστῳ δὲ τῷ φιλοδικαίῳ τὰ δίκαια καὶ ὅλως τῷ φιλαρέτῳ τὰ κατ’ ἀρετὴν ἀνάγκη λέγοντα καλὰ ἢ πράττοντα ἥδεσθαι. εἰ μὲν οὖν μὴ ἐν αὐταῖς ταῖς ἐνεργείαις ἐνῆν [ἂν] τὸ ἡδὺ ἀλλ’ ἔξωθεν ἔδει αὐτὸ τὸν μέλλοντα εὐδαιμονήσειν πορίζεσθαι, ἐχρῆν ἐν τῷ ὁρισμῷ προστιθέναι ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς προσθέτου αὐταῖς οὔσης τῆς ἐνεργείας.2 ἐπεὶ δὲ ἐν αὐταῖς ἐστι ταῖς καλαῖς ἐνεργείαις τὸ ἡδὺ ἀποχρώντως, δεδήλωκεν ὅτι ἥδιστός ἐστιν βίος ἡ εὐδαιμονία, εἰπὼν ἐνέργειαν αὐτὴν κατ’ ἀρετήν· δεῖ δὲ πανταχοῦ προσυπακούειν ἐν προηγουμένοις. καὶ γὰρ τοῖς πολλοῖς ἀνθρώποις ὡς ἐπὶ τὸ πολὺ τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει εἶναι ἡδέα· ἥδιστον μὲν αὐτοῖς τὸ πλέον ἢ δεῖ πίνειν καὶ σιτεῖσθαι καὶ ἡ ἐπὶ πλέον τῶν ἀφροδισίων χρῆσις. ταῦτα δὲ πάντα ἀλγηδόνος αἴτια γίνεται αὐτοῖς, καὶ μὴν ἐν τῇ μεταμελείᾳ γενόμενοι λυποῦνται· κατ’ ἄμφω γοῦν ἐν μάχῃ ἐστὶν αὐτοῖς τὰ ἡδέα, εἰ ταῦτα φαίνεται καὶ λυπηρὰ καὶ ἀλγηδόνος αἴτια· τῷ γὰρ ἡδεῖ μάχεται τὸ ἀλγοῦν καὶ τὸ λυπηρόν. τοῖς δὲ φιλοκάλοις ἐστὶν ἡδέα· φύσει γὰρ ἡδεῖαι αἱ κατ’ ἀρετὴν πράξεις. πολιτικὸν γὰρ ζῷον ὁ ἄνθρωπος καὶ κοινωνικὸν καὶ φιλόκαλον, ὥστε ἐάν τε τοὺς κοινωνοὺς εὖ ποιῇ ἥδεται, ἐάν τε ὅλως συνειδῇ ἑαυτῷ καλόν τι ἐργαζομένῳ. οὐ δὴ ἔχει μάχην ἡ τοιαύτη ἡδονή· οὐδέποτε γὰρ αὐτῇ ἐπακολουθήσει λύπη. ὥστε καὶ τούτοις, φησίν, εἰσὶν ἡδεῖαί τε καὶ καθ’ αὑτάς. αἱ μὲν γὰρ τῶν φαύλων ἡδοναὶ αὐτοῖς μόνον εἰσὶ καὶ ἄλλου καθ’ αὑτὰς οὐδενός· φύσει δὲ μάχην ἔχουσιν ἐν αὑταῖς καὶ αἱ παρὰ φύσιν· αἱ γὰρ ὑπὲρ τὸ δέον πλησμοναὶ ἀκόλαστοι παρὰ φύσιν, αἱ δὲ τῶν σπουδαίων ἡδοναί, ἅς φησι παρακολουθεῖν ταῖς καλαῖς ἐνεργείαις, οὐ μόνον τούτοις εἰσὶν ἡδεῖαι, τουτέστι τοῖς σπουδαίοις, ἀλλὰ καὶ καθ’ αὑτὰς φυσικῶς εἰσιν ἡδεῖαι. ὅθεν ὁ τῶν εὐδαιμόνων βίος οὐ δεῖται τῆς ἔξωθεν ἡδονῆς, ἀλλὰ ἔχει ἐν αὑτῷ, ἐπεὶ οὐδ’ ὅλως ἀγαθός ἐστιν ὁ μὴ χαίρων ταῖς καλαῖς ἐνεργείαις, τὰς καλὰς πράξεις καὶ 〈τὸ〉 κατ’ ἀρετὴν ἥδεσθαι.3 ἡδεῖαι οὖν αἱ κατ’ ἀρετὴν πράξεις, ἀλλὰ καὶ ἀγαθαὶ καὶ καλαὶ καὶ μάλιστα τούτων ἕκαστον, τουτέστιν ἡδοναὶ κάλλισται αὗται. ὅτι δὲ τοιαῦται δῆλον ἐκ τοῦ τὸν σπουδαῖον τοιαύτας αὐτὰς κρίνειν· δεῖ δὲ οὐδενὶ οὕτως πιστεύειν ὡς τῇ τοῦ σπουδαίου κρίσει. ἄριστον ἄρα ἔχει καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία καὶ οὐκ ὀρθῶς ὁ ἐν Δήλῳ ἐπιγράψας “κάλλιστον τὸ δικαιότατον” καὶ τὰ ἑξῆς. ἐκεῖνος γὰρ φαίνεται μὴ πάντα ἑνὶ νείμας, ὑπάρχει δὲ πάντα ταῖς ἀρίσταις ἐνεργείαις· ἢ πάσας θετέον εὐδαιμονίαν ἢ τὴν ἀρίστην αὐτῶν· ἐνταῦθα δὲ παραδηλοῖ ὅτι ἴσως εὐδαιμονία μάλιστά ἐστιν ἡ κατὰ σοφίαν ἐνέργεια, ἀλλὰ νῦν μὲν ὡς τὸ πρακτὸν τέλος ζητῶν ποιεῖται τοὺς λόγους, ὅθεν οὐ διαρθροῖ περὶ τῆς κατὰ θεωρίαν εὐδαιμονίας, ὕστερον δὲ ἀκριβώσει περὶ αὐτῆς.
而那个譬喻似乎亦与依德性的现实活动相协调。于是,根据上述论述,他使自己的论理适合于那些声称唯有德性才是幸福的人;而对于那些主张幸福乃是这些事物——即所有的德性或其中的某一种,哲学[智慧]或实践智慧——伴随着快乐,或并非没有快乐的人,他通过接下来的论述将自己的意见与他们调和起来。然而,“伴随着快乐”与“并非没有快乐”有所不同。因为说“伴随着快乐”的人将快乐作为幸福的一部分,而说“并非没有快乐”的人,则不说快乐是部分,而是说快乐是幸福不能缺少之物。论理确实适应了这些人:因为即使尚未预先提出幸福乃是依完全德性伴随着快乐或并非没有快乐的现实活动,但快乐完全伴随着善美的现实活动,这一点至少是显而易见的。因此他说,在首要情境中依德性现实活动的生活,依其自身便是令人愉悦的。因为感受快乐乃是属于灵魂的;确实,所谓的肉体快乐亦是通过身体而属于灵魂的,并且对于每一个爱正义者而言正义之事,以及总括地对于爱德性者而言依德性之事,在言说或践行善美之事时必然令人感到快乐。因此,如果令人愉悦之物不存在于现实活动本身之中,而将要享有幸福的人必须从外部去获取它,那么就应当在定义中补充说:幸福乃是灵魂依德性伴随着快乐或并非没有快乐的现实活动,因为快乐对于这些现实活动而言是外加的。但是,既然令人愉悦之物已经充足地存在于善美的现实活动本身之中,那么通过说幸福是依德性的现实活动,他便表明了幸福乃是最令人愉悦的生活;不过处处皆须默会“在首要情境中”。因为对大众而言,令人愉悦的事物在大多数情况下是相互冲突的,这是由于它们并非出于本性是令人愉悦的:对他们而言最令人愉悦的,乃是饮酒进食超过应有的限度,以及过度放纵于情欲。但这一切皆成了他们痛苦的原因,并且当他们陷入悔恨时便感到悲痛;至少在两个方面,他们所感到愉悦的事物皆处于冲突之中,如果这些事物既显得令人痛苦又是痛苦的原因的话;因为令人疼痛与令人悲痛的事物与令人愉悦的事物是相互冲突的。然而对于爱善美者而言则是令人愉悦的;因为依德性的行为出于本性是令人愉悦的。因为人乃是城邦的、共同体的以及爱善美的动物,是以无论他是造福于同伴,还是总括地在心中自知正在成就某种善美之事,他皆感到快乐。这样的快乐断然没有冲突;因为悲痛绝不会随之而来。因此他说,对这些人而言,它们不仅是令人愉悦的,而且依其自身亦是令人愉悦的。因为恶劣之人的快乐仅对他们自己而言是快乐,依其自身对其他任何事物皆非快乐;而违反本性的快乐出于本性亦在自身内部具有冲突;因为超出应有限度的放荡的充溢乃是违反本性的,而卓越之人的快乐——他说这种快乐伴随着善美的现实活动——不仅对这些人即卓越之人而言是愉悦的,而且依其自身出于本性亦是愉悦的。由此,幸福之人的生活不需要外在的快乐,而是在自身中拥有善美的行为以及依德性感受快乐,因为不以善美的现实活动为乐的人根本就不是好人。因此,依德性的行为不仅是令人愉悦的,而且是善的与善美的,并且每一项皆达到极致;也就是说,这些乃是最高尚的快乐。而它们是如此这般的,这从卓越者判定它们是如此这般即可看出;而人们无论如何不应当像信任卓越者的判定那样去信任任何东西。因此,幸福拥有最善、最善美与最令人愉悦之物,而在提洛岛上题刻“最正义者最善美”等等的人是不正确的。因为那个人显然没有将一切赋予单一的事物,而一切皆属于最卓越的现实活动;要么必须将其全部设定为幸福,要么必须将其中的最卓越者设定为幸福。在此处他暗示,或许依智慧的现实活动才最是幸福,但眼下他乃是作为探求可践行的目的而展开论述,是以他并未详尽阐述依观照的幸福,随后他将对之作出严谨的考察。
- 1.4ἐν προηγουμένοις
介词短语,具有逍遥学派和斯多亚派的专门术语用法,意指“在首要的/优先的情境(即无阻碍且完备的条件)下”,用作副词性限定修饰德性活动与生活(后文 δεῖ δὲ πανταχοῦ προσυπακούειν ἐν προηγουμένοις 亦再次出现)。
- 1.4προσθέτου αὐταῖς οὔσης τῆς ἐνεργείας
独立属格结构,意为“因为快乐对于这些现实活动而言是外加的”。尽管手稿作 τῆς ἐνεργείας,但从上下文来看,它解释了前文假事实条件句(若快乐须从外部获得)中为何需要在定义中追加快乐的理由,即快乐被视为外加的事物。
- 1.4τὰς καλὰς πράξεις καὶ 〈τὸ〉 κατ’ ἀρετὴν ἥδεσθαι
作前文动词 ἔχει ἐν αὑτῷ 的直接宾语并列对格短语。前者为复数对格名词短语,后者为补入中性单数定冠词 〈τὸ〉 的冠词加不定词(“依德性感受快乐”),共同表达幸福生活在自身内部所拥有的两个自足要素。
