- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:20.28-22.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯阐释了获取始基的诸种方式(感觉、归纳、习惯、理智、经验)以确立存在争议的幸福定义,并通过与前人意见(善的三分法及通说)的协调,确证将幸福定义为合乎德性的现实活动。
δεῖ δὲ τοῦτο ποιεῖν, ὅταν ἀναμφισβήτητον εἴη τὸ τέλος τί ποτέ ἐστιν, ἐὰν δὲ ἀμφισβητήσιμον, ἀνάγκη ὑπομιμνῄσκειν, δι’ οὗ ἂν εἴη δυνατὸν τρόπου· διόπερ ἀμφισβητησίμου ὄντος τὴν εὐδαιμονίαν τί ποτέ ἐστιν1 ἐπειράθη δεῖξαι καὶ περὶ τῶν ἀρχῶν ἁπασῶν λέγει, ὅτι ποριστέον ταύτας ὅπως ἂν ᾖ δυνατὸν ἑκάστην θεωροῦντα, διὰ μὲν ἐπαγωγῆς, οἷον ὅτι πᾶς ἄνθρωπος λογικὸς ἢ ὅτι πᾶς ἄνθρωπος ἀναπνεῖ ἐξ ἀπαγωγῆς λανθανούσης θεωροῦνται, ἐκ τῆς καθ’ ἕκαστον ἄνθρωπον ἐντεύξεως. σχεδὸν μὲν πᾶσαι δι’ ἐπαγωγῆς ἢ δι’ αἰσθήσεως γίνονται· τῷ γὰρ καθ’ ἕκαστον αἰσθητά· μάλιστα δὲ αἱ τοιαῦται ἀρχαὶ πορίζονται διὰ τῆς αἰσθήσεως ὅσαι δι’ αὐτῆς λαμβάνονται, οἷον ὅτι μέλαν τὸ συγχυτικόν· ἄλλαι δὲ ἀρχαὶ θεωροῦνται ἐθισμῷ· ἐκ γὰρ τοῦ ἐθίζεσθαι καλοῖς ἔθεσι καλάς τινας λαμβάνουσιν ἀρχάς, οἷον ὅτι ἡ μὲν τοιάδε δίαιτα καλή, ἡ δὲ τοιαύτη αἰσχρά, καὶ νὴ Δία ὅτι ἡ μὲν σωφροσύνη καλόν, ἡ δὲ ἀκολασία αἰσχρόν· ἔνιαι δὲ ἐκ νοῦ λαμβάνονται ἀρχαί, οἷον ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐδέν· αὐτοῦ γὰρ τοῦτο εὕρημα ἡ τοιαύτη ἀρχή· ἔνιαι δὲ ἐξ ἐμπειρίας, οἷαι πολλάκις ὑπὸ τῶν ἰατρῶν εὕρηνται, οἷον ὅτι τὸ τοιόνδε φάρμακον εἰς τόδε τὸ νόσημα ἁρμόττει. πειρατέον δὲ ἑκάστας πορίζεσθαι ᾗ πεφύκασιν, τὰς μὲν αἰσθήσεις δι’ αἰσθήσεως, τὰς δὲ ἐπαγωγὰς δι’ ἐπαγωγῆς, τοὺς δὲ ἄλλῳ τινὶ τῶν εἰρημένων ποιουμένους αὐτῶν τὸν πορισμὸν καὶ ποιησαμένους δεῖ σπουδάζειν2 ὅπως καλῶς ὁρισθῶσι. συντείνει δὲ καὶ ταῦτα αὐτῷ εἰς τὸ σπουδάσαι καλῶς ὁρίσασθαι τὸ τέλος. ἀρχὴ μὲν γάρ ἐστιν, ἡ δὲ ἀρχὴ πλεῖον ἢ τὸ ἥμισυ. Σκεπτέον δέ φησι περὶ αὐτῆς λέγων, ἤτοι τῆς ἀρχῆς τῆς ὡς τοῦ τέλους ἢ τῆς εὐδαιμονίας· ἐπὶ ταύτην γὰρ φέρομεν ὁποτέρως ἂν λάβωμεν. πλὴν σκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας τί ποτέ ἐστιν οὐ μόνον ἐκ τοῦ γεγενημένου συμπεράσματος καὶ ἐξ ὧν ὁ λόγος· τουτἔστιν ἐξ ὧν προτάσεων γεγένηται ὁ λόγος, δι’ οὗ ἀπέδειξε τί ποτέ ἐστιν ἡ εὐδαιμονία. ἦν δὲ ὑποθετικὸς καὶ ἐν αὐτῷ 〈ἡ〉 πρότασις καὶ τὸ συμπέρασμα· οὐ μόνον οὖν ἐξ ἐκείνου τοῦ συμπεράσματος ληπτέον τί ἐστιν ἡ εὐδαιμονία ἀλλὰ καὶ ἐξ ὧν εἰρήκασιν οἱ παλαιοὶ περὶ αὐτῆς. χρῆται δὲ ὥσπερ εἴωθε καὶ ἐνδόξοις πίστεσιν· ἔνδοξα δὲ τὰ τοῖς πολλοῖς φαινόμενα καὶ τὰ τοῖς σοφοῖς. τὴν μὲν οὖν τῶν πρὸ αὐτοῦ φιλοσοφησάντων δόξαν τοιαύτην τινὰ λαμβάνει· τριχῇ γὰρ διοριζομένων τῶν ἀγαθῶν, τῶν μὲν περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα, τῶν δὲ ἐκτός, τὰ περὶ ψυχὴν μάλιστα ἀγαθὰ καὶ κυριώτατα ἀγαθὰ πάντες ὁμολογήσουσιν. αἱ δέ γε πράξεις καὶ ἐνέργειαι οὐδενὸς ἄλλου ἢ ψυχῆς· ψυχικαὶ οὖν. οὐ γὰρ εἰ ὀργάνῳ χρώμεθα τῷ σώματι πρὸς τὰς πράξεις, αὐτοῦ ἡγητέον εἶναι αὐτὰς ἀλλὰ τῆς ψυχῆς τῆς χρωμένης αὐτῷ· εὔλογον δὴ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν εὐδαιμονίαν ἐν ψυχῇ θεῖναι, ἐν ᾗ τὰ κυριώτατα καὶ μάλιστα ἀγαθά· ὀρθῶς οὖν τὰς πράξεις καὶ ἐνεργείας λέγει τὸ τέλος καὶ τὴν εὐδαιμονίαν. οὕτω γὰρ τῶν περὶ ψυχὴν ἀγαθῶν γίνεται. τὴν μὲν οὖν τῶν πάλαι φιλοσοφησάντων δόξαν παρείληφεν αὐτῷ μαρτυροῦσαν τὸν εἰρημένον τρόπον, τὴν δὲ τῶν πολλῶν ἀνθρώπων, μᾶλλον δὲ πάντων, ὅτι φαίνονται πάντες οἱ ἄνθρωποι ταὐτὸν λέγειν τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν τῷ εὐδαιμονεῖν· ἐν γὰρ πράξει φαίνονται τιθέμενοι τὴν εὐδαιμονίαν. Μετὰ δὲ ταῦτα πειρᾶται συναρμόζειν τὴν ἑαυτοῦ δόξαν καὶ τὰς πρὸ αὐτοῦ, ὅσοι περὶ εὐδαιμονίας ἀπεφήναντο. τοῖς μὲν γὰρ ἀρετὴν ἢ φρόνησιν εἰποῦσιν ἢ σοφίαν τὴν εὐδαιμονίαν συνῳδὸς ἡ 〈* * *〉 ἐνέργειαν κατ’ ἀρετήν·3 αὐτῆς γὰρ δηλονότι ἐστὶν ἡ κατ’ αὐτὴν ἐνέργεια. πλὴν τὸ ἐνέργεια ἐπηνώρθωται· τελειότερον γὰρ τὸ ἐν χρήσει θεῖναι τὴν εὐδαιμονίαν μᾶλλον ἤπερ ἐν κτήσει. καθάπερ δὲ Ὀλυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται, ἀλλ’ οἱ ἁπλῶς ἀγωνισάμενοι καὶ νικήσαντες, οὕτω καὶ τῶν ἐν τῷ βίῳ [τῶν] καλῶν καὶ ἀγαθῶν, τουτέστι τῆς εὐδαιμονίας, μέτοχοι γίνονται οἱ ἐνεργήσαντες καλῶς· ἐοίκασι γὰρ τοῖς ἀγωνισαμένοις καὶ νενικηκόσι.
然而,应当在目的究竟为何是无可争议的时候如此行事;但若是存在争议的,则必须以一切可能的方式加以提醒。因此,由于幸福究竟为何是存在争议的,他便试图去表明它,并且关于一切始基,他说应当通过在可能的情形下观照每一个始基来获得它们:其一通过归纳,例如“凡人皆有理性”或“凡人皆呼吸”,乃是通过与每个具体个人的接触,由潜在的推导被观照的。几乎所有始基皆是通过归纳或感觉产生的;因为个别事物是可感觉的。而在这些始基中,凡通过感觉而被把握的,尤为通过感觉而获得,例如“黑色是使视线聚缩混淆之物”。另一些始基则通过习惯养成被观照;因为由于习惯于优良的习俗,人们把握了某些优良的始基,例如“某种生活方式是善美的,而某种生活方式是可耻的”,以及凭宙斯起誓,“节制是善美的,而放荡是可耻的”。还有一些始基是从理智中获得的,例如“点是没有部分之物”;因为这样的始基乃是理智本身的发现。某些始基则来自经验,正如医者们常常发现的那样,例如“某类药物适宜于这种病症”。应当力求依照其本性来获取每一个始基:感觉的通过感觉,归纳的通过归纳;而以所提及的其他方式进行并已完成了对它们的获取的人,则应当努力使它们被很好地界定。这些亦有助于他努力很好地界定目的;因为目的是始基,而始基乃是整体的一半以上。 他说“应当考察关于它之事”,所指的是作为目的的始基,或是幸福;因为无论我们取哪一种,我们皆归结于此。不过他说,关于幸福究竟为何,不应当仅从已得出的结论以及构成论理的前提——即构成他藉以证明幸福究竟为何的论理的前提——来考察。而那论理是假言的,其中包含着前提与结论。因此,不应仅从那个结论来把握幸福是什么,亦应当从古人关于它所说的话来把握。正如他所惯常的那样,他亦使用了公认的信念;而公认的信念即是显现给大众以及显现给智者们的事物。于是,他把在他之前的哲学家们的意见理解为这样一种主张:因为既然善事物被三分,一部分关于灵魂,一部分关于身体,一部分在外,那么所有人皆会同意,关于灵魂的善乃是最根本、最主导的善。而行为与现实活动不属于任何别的东西,只属于灵魂;因此它们是灵魂性的。因为即使我们在行为中把身体用作工具,亦不应当认为行为属于身体本身,而应当认为属于使用身体的灵魂。因此,将最大的善即幸福置于灵魂中——在其中存在着最主导、最根本的善——乃是合乎情理的;从而他正确地将行为与现实活动称为目的与幸福。因为这样一来,它便属于关于灵魂的善了。于是,他以此种方式采纳了古代哲学家们的意见作为对他的作证;而大众——毋宁说所有人——的意见,则是由于所有人似乎皆把“活得好”与“做得好”说成与“幸福”是同一回事;因为他们显然将幸福置于行为之中。 在此之后,他试图将自己的意见与在他之前凡对幸福有所表述的人的意见协调起来。因为对于那些说幸福是德性、或是实践智慧、或是智慧的人而言,[认为幸福是]依德性的现实活动的[意见]与他们是协调一致的;因为依德性的现实活动显然属于德性本身。只是加上了“现实活动”这一修正;因为将幸福置于使用之中,比较置于占有之中更为完满。正如在奥林匹亚,获得桂冠的并非最俊美与最强壮的人,而是实际参赛并获胜的人;同样,在生命中分享善美之物即幸福的,亦是那些以善美的方式进行现实活动的人;因为他们类似于那些参赛并获胜的人。
- 1.4ἀμφισβητησίμου ὄντος τὴν εὐδαιμονίαν τί ποτέ ἐστιν
ἀμφισβητησίμου ὄντος 为非人称(或根据语境隐含主语的)独立属格,其后的间接疑问从句带有前置结构(prolepsis),即 τὴν εὐδαιμονίαν 被提前置于 τί ποτέ ἐστιν 之前。
- 1.4τοὺς δὲ ἄλλῳ τινὶ τῶν εἰρημένων ποιουμένους αὐτῶν τὸν πορισμὸν καὶ ποιησαμένους δεῖ σπουδάζειν
由非人称动词 δεῖ 支配的带对格的不定式结构,分词短语 τοὺς ... ποιουμένους ... καὶ ποιησαμένους 作为不定式 σπουδάζειν 的逻辑主语(对格),承接并转换了前句以宾格为对象的并列结构。
- 1.4συνῳδὸς ἡ 〈* * *〉 ἐνέργειαν κατ’ ἀρετήν
女性单数定冠词 ἡ 之后存在文本残缺。此处理解为脱落了支配对格短语 ἐνέργειαν κατ’ ἀρετήν 的名词及分词(例如 δόξα ἡ λέγουσα,“主张[幸福是]依德性的现实活动的[意见]”)。
