← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§19.12-20.28

探究中精确性的限度与第一始基的性质

阿斯帕西奥斯针对亚里士多德对幸福定义的初步轮廓勾画(1098a20),阐述了时间在各门技艺进步中的作用,以及依研究对象的质料所应遵循的精确性限度(对比木匠与几何学家)。他进而解释了为何在第一始基中,仅把握事实本身而无需追索原因便已足够。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Περιγεγράφθω μὲν οὖν τἀγαθὸν ταύτῃ ἕως ἀρίστην εἶναί φαμεν τὴν εὐδαιμονίαν." Ὥσπερ γὰρ οἱ γραφεῖς πρῶτον μὲν περιγράφουσι ὁλοσχερῶς, εἶτα [τότε] ἕκαστον ἀναγράφουσιν ἀκριβῶς, οὕτω φησὶ πρῶτον τύπῳ περιγεγράφθαι τὸν τῆς εὐδαιμονίας ὁρισμὸν μεταφορικῶς χρησάμενος τῷ λόγῳ, εἶτα ὕστερον ἐπαγγέλλεται ἀκριβώσειν αὐτόν. ἔστι δὲ τὸ μὲν εὑρεῖν, ὡς φασι, χαλεπόν, τὸ δὲ περιαρθρῶσαι καὶ περιαγαγεῖν τὰ ἤδη καλῶς πεπραγμένα παντός, οὐχ ὅτι τοῦ τυχόντος καὶ ἰδιώτου παντάπασιν, ἀλλὰ καὶ τοῦ μὴ πάνυ ἱκανοῦ·1 προσθείη γὰρ ἄν τι τοῖς εὑρημένοις καὶ ὁ μὴ τέλειος ἐν ὁτῳοῦν ἐπιτηδεύματι καὶ λόγῳ. καὶ γὰρ ὁ χρόνος αὐτὸς συνεργὸς εἰς ταῦτα· ἡ γὰρ ἐν τῷ χρόνῳ πεῖρα τῶν πραγμάτων τὰ παραλελειμμένα ἐξευρίσκει, ὅθεν καὶ τῶν τεχνῶν αἱ ἐπιδόσεις γεγόνασι, τῶν μὲν πρῶτον εὑρόντων θαυμαστῇ τινι φύσει χρησαμένων, τοῦ δὲ χρόνου καὶ τῆς ἐν αὐτῷ πείρας πρὸς τὴν ἐπίδοσιν συμπράττοντος. δεῖ δέ, ὥσπερ καὶ πρότερον εἴρηκε, μὴ ἐν πᾶσι τἀκριβὲς ὁμοίως ἐπιζητεῖν, ἀλλὰ κατὰ τὴν ὑποκειμένην ὕλην, ἵνα μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γένηται. ἐὰν γὰρ ἀφέμενός τις τοῦ οἰκείου τῇ ὑποκειμένῃ αὐτῷ ὕλῃ ἀκριβέστερόν τι ἢ καθ’ αὑτὸ ζητῇ, ἐν τοῖς παρέργοις ἐπὶ πλεῖον διατρίψει, οἷον ἐὰν ὁ τέκτων, ἀφέμενος τοῦ κεχρῆσθαι τῇ ὀρθῇ ἐφ’ ὅσον χρησίμη πρὸς τὸ ἔργον αὐτοῦ, ζητῇ τὸ τί ἐστιν ἡ ὀρθή, ὅπερ ἁρμόζει τῷ γεωμέτρῃ, θεατῇ ὄντι τἀληθοῦς· τῷ δὲ τέκτονι οὐδὲν διαφέρει, κἂν μικρῷ τινι μᾶλλον κατεζευγμένη 〈ᾖ〉 ἡ εὐθεῖα γωνία, κἂν πλεῖόν τι ἔχῃ· ὡς γὰρ πρὸς τὴν αἴσθησιν οὐδὲν διαφέρει· ἱκανὴ δὲ ἡ πρὸς αἴσθησιν τῷ τέκτονι. ταῦτα δὲ λέγει, ἐπειδὴ οὐδὲ τῶν περὶ τοῦ τέλους οἷόν τε ἀκριβῶς λαβεῖν λόγον εὐθέως. τοῦ γὰρ ἐνέργειαν κατ’ ἀρετὴν τελείαν οὐκ ἔστι λόγῳ ἀκριβῶς λαβεῖν,2 τίς ἐστιν ἡ ἐνέργεια αὕτη. εἰ γάρ τις λέγοι τὴν μεσότητα τῆς ὑπερβολῆς καὶ τῆς ἐνδείας, οὐδ’ ἡ μεσότης ἐπὶ πόσον ἐστὶ καὶ πῶς οὔτ’ εἰ ἔνδεια ἐστιν οὔτ’ εἰ ὑπερβολὴ οὐχ οἷόν τε ἀκριβῶς λόγῳ διορίσαι, ἀλλὰ δεῖ τὴν φρόνησιν καθ’ ἑκάστην πρᾶξιν ὁρίζειν τὸ σύμμετρον καὶ μέσον, ὁμοίως δὲ καὶ ἐν βίῳ τελείῳ ἐν πλάτει λαβεῖν ἐστιν, ἀκριβῶς δὲ οὐχ οἷόν τε εἰπεῖν. Φησὶ δὲ ἑξῆς ὅτι οὐδὲ τὴν αἰτίαν ἐν ἅπασι δεῖ ἀπαιτεῖν, τουτέστιν οὐ δεῖ ὁμοίως διανοεῖσθαι περὶ τῶν πραγμάτων, ὥστε περὶ πάντων τὰς αἰτίας ἀπαιτεῖν. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν μαθημάτων· καὶ γὰρ ὁ γεωμέτρης διὰ τί μὲν τὸ τρίγωνον ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ζητεῖ, διὰ τί δὲ σημεῖόν ἐστιν, οὗ μέρος οὐδέν ἐστι, τὸ αἴτιον οὐ ζητεῖ. ἀρχὴ δὲ ὅτι καλὸν ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη, ὅτι δεῖ γονεῖς τιμᾶν, καὶ ἐν τοῖς μαθηματικοῖς δὲ ὁμοίως ὅτι τρίγωνον, διὰ τί δὲ οὐκ ἐπιζητοῦμεν. πῶς οὖν δεικνύει ὅτι ἱκανὸν ἔν τισι τὸ ὅτι δειχθῆναι καλῶς (ἔστι γὰρ ἀρχὴ τὸ ὅτι· οὐ δὴ δεῖ αὐτὸ δείκνυσθαι); πότερον ὅτι ἐνίοτε τὸ ὅτι συλλογισμῷ δείκνυται, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς εἴρηκεν; οἷον ἡ ἔκλειψις τῆς σελήνης, ὅταν γῆ ποιῇ σκιὰν τοῖς ὑπ’ αὐτήν· τοῦτο δὲ † νῦν τῇ σελήνῃ ἔκλειψις ἄρα τῆς σελήνης τὸ νῦν· τοῦτο γὰρ οὐ τὸ διὰ τί ἡ ἔκλειψις, ἀλλὰ τὸ ὅτι. καὶ γίνεται τοῦτό πως ἀρχή, καίπερ συλλογισμῷ ληφθέν, πρὸς 〈τὸ〉 τὴν αἰτίαν εὑρεῖν τῆς ἐκλείψεως. ἢ ὅτι ἔστι πως δεικνύναι τὰς ἀρχὰς οὐ μέντοι συλλογισμῷ ἀλλ’ ἐπαγωγῇ ἢ ὅλως ὑπομνήσει τινί; τὸ δὲ μὴ δεῖν ἐν πᾶσιν ἀπαιτεῖν τὴν αἰτίαν, οἷον ἐν ταῖς ἀρχαῖς, οὐκ ἀλόγως εἴρηται, ἀλλ’ ἐπεὶ ἐν τοῖς πρακτοῖς καὶ ποιητοῖς τέλος ἡ εὐδαιμονία. ὥσπερ οὖν ὁ ἰατρὸς οὐκ ἀποδείκνυσι τὴν ὑγίειαν τί ποτέ ἐστιν, ἀλλ’ ὁρισάμενος αὐτὸ τί ποτέ ἐστιν ἡ ὑγίεια οὕτω τὰ πρὸς ταύτην πάντα ποιεῖ, οὕτω τάχ’ ἂν εἴη εὔλογον καὶ τὴν εὐδαιμονίαν θέμενον ἥτις ποτέ ἐστιν ἀναποδείκτως, οὕτω τὰ πρὸς αὐτὴν ἅπαντα πράττειν.

“因此,就让善以此种方式被勾画出轮廓吧”至“我们说幸福乃是最善的”。 因为正如画家们首先粗略地勾勒轮廓,然后精确地描绘每一细节那样,他说幸福的定义首先已被粗略地描绘出轮廓,在此是以比喻的方式使用这一言辞,随后他承诺日后将使之精确化。正如人们所说,发现乃是困难的,但将已经很好地完成的事情加以分节与润色,则是任何人皆能为之的——并非指任何完全平庸的外行,而是甚至对于不甚有能力者亦是如此;因为即便在任何行业与论理中并不完满的人,亦能为已发现的事物有所增益。因为时间本身亦是对这些事情的助力;因为在时间中对事物的经验会发现被遗漏之物,技艺的进步亦由此而来,最初的发现者固然运用了某种惊人的天赋,但时间及其中的经验则协同促成了其进步。然而,正如他早先所言,不应当在一切事物中同样地寻求精确性,而应当依照所探讨的质料,以免副业变得比正业还要繁多。因为如果有人放弃切合于其所探讨的质料之物,去寻求比其本身更为精确的东西,他便会在副业上耗费更多时间——正如木匠如果放弃按照对其工作有用的程度去使用直角,反而去探求直角是什么,而这本是适合于作为真理观照者的几何学家的;但对于木匠而言,即使直角稍为收窄或略微张开,亦毫无分别;因为就感觉而言毫无分别,而合乎感觉的标准对木匠来说已然足够。他说这些,是因为对于目的亦不可能立即获得精确的理说。因为就“依完满德性的现实活动”而言,无法以理说精确把握这一现实活动究竟是什么。因为即使有人说是“过度与不足的中道”,中道在多大程度上、以何种方式存在,以及是否有不足或过度,皆无法以理说精确界定,而必须由实践智慧在每一具体行为中确定适度与中间;同样,“在完满的生命中”亦只能宽泛地把握,而无法精确说明。接下来他说,亦不应当在一切事物中皆要求原因,即不应当以同样的方式看待事物以至于对一切皆要求原因。这在数学中亦是显而易见的;因为几何学家探求为何三角形的三内角等于两直角,却不探求为何点是“没有部分之物”的原因。而节制与正义是善美的,应当孝敬父母,这些皆是始基;在数学事物中,三角形是[如此这般的],亦同样如此,我们并不进一步探求为何。那么,他究竟如何表明在某些事物中充分表明“如此”便已足够(因为“如此”是始基;按理它自身不应当被证明)?是否因为有时“如此”亦通过三段论被表明,正如他在《分析篇》中所言?例如月食,当地球在其下方的事物上投下阴影之时;而这如今正发生在月球上,因此如今发生着月食;因为这并不是月食“为何”发生,而是它“如此”发生。而这一结论尽管是通过三段论获得的,却在某种程度上成为了探寻月食原因的始基。或者是否因为能够以某种方式表明诸始基,然而并非通过三段论,而是通过归纳或大体上通过某种提醒?至于不应当在一切事物中——例如在诸始基中——皆要求原因,此言并非无理,而是因为在可实践与可制作的事物中,幸福乃是目的。因此,正如医者并不证明健康究竟是什么,而是在界定了健康究竟是什么之后,便依此从事一切有助于健康之事,那么或许同样合乎情理的是,在未经证明地设定了幸福究竟是什么之后,依此践行一切有助于幸福之事。

语法注2 条
  1. 1.4παντός, οὐχ ὅτι τοῦ τυχόντος καὶ ἰδιώτου παντάπασιν, ἀλλὰ καὶ τοῦ μὴ πάνυ ἱκανοῦ

    παντός 为作表语的从属或属性属格,意为“属于任何人/任何人皆能为之”。随后的 οὐχ ὅτι... ἀλλὰ καί 构成限定对比结构,意为“并非指任何平凡的外行,而是甚至对于不甚有能力者亦是如此”。

  2. 1.4τοῦ γὰρ ἐνέργειαν κατ’ ἀρετὴν τελείαν οὐκ ἔστι λόγῳ ἀκριβῶς λαβεῖν

    在 ἐνέργειαν κατ’ ἀρετὴν τελείαν 之前的中性单数属格冠词 τοῦ 起到关涉属格(“关于……一事”)的作用,引出对该表述的说明,并在后文通过间接疑问句 τίς ἐστιν ἡ ἐνέργεια αὕτη 展开其实际内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:19.12-20.28