- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:1.2-2.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯在注解导论中论述了伦理学与政治学在必然性上先于观相哲学,但在尊贵性上观相哲学居先,并阐明了因人类具有肉体而关照品格德性的不可或缺性。
Ἡ περὶ τὰ ἤθη πραγματεία καὶ μάλιστα ἡ πολιτικὴ [ἠθικὴ] κατὰ μὲν τὸ ἀναγκαῖον προτέρα ἐστὶ τῆς θεωρητικῆς φιλοσοφίας, κατὰ δὲ τὸ τίμιον ὑστέρα. ᾗ μὲν γὰρ ἀδύνατον καλῶς ζῆν μὴ σώφρονας ὄντας καὶ δικαίους καὶ ὅλως τὸ ἦθος κεκοσμημένους καὶ εἰς συμμετρίαν τινὰ τὰ τῆς ψυχῆς πάθη καταστήσαντας, ταύτῃ δόξειεν εἶναι ἀναγκαία ἡ πολιτικὴ καὶ ἠθικὴ καὶ διὰ τοῦτο προτέρα (οὐδὲν γὰρ πλέον ἀνύει οὐδ’ εἴ τις πᾶσαν γνῶσιν καὶ θεωρίαν κτήσαιτο μὴ πεπαιδευμένος τὸ ἦθος), ᾗ δὲ περὶ τῶν τιμιωτάτων καὶ θειοτάτων ἡ σοφία πραγματεύεται καὶ θεωρεῖ τὰ τῆς φύσεως ἔργα καὶ ἔτι ἄλλα πολὺ ἀμείνω καὶ κρείττω τῶν ἐκ φύσεως συνεστώτων, ὧν ἐστιν ἡ πρώτη φιλοσοφία θεωρητική,1 ταύτῃ προτέρα καὶ τιμιωτέρα λέγοιτ’ ἂν ἡ θεωρητική. ὡς γὰρ τὰ ὑποκείμενα ἔχει πρὸς ἄλληλα, οὕτως καὶ αἱ περὶ αὐτὰ ἐπιστῆμαι. ἔστι δὲ τιμιώτερα καὶ κρείττω περὶ ἃ ἡ σοφία τῶν ὑπὸ τὴν πολιτικὴν καὶ ἠθικήν, ὥστε πολλῷ ἂν εἴη τιμιωτέρα τούτων ἡ σοφία. καὶ γὰρ εἰ μὲν ἄνευ σώματος ἦμεν, οὐδὲν ἂν ἔδει τὴν φύσιν ἡμῶν ἄλλο ἔχειν ἔργον ἢ τὴν θεωρίαν, νῦν δὲ2 ἡ τοῦ σώματος φύσις ἡδοναῖς καὶ λύπαις συνεζευγμένη σωματικαῖς ἐξ ἀνάγκης ἐποίησεν ἡμᾶς ἐπιμελεῖσθαι καὶ σωφροσύνης καὶ ἐγκρατείας καὶ πολλῶν ἄλλων τοιούτων ἀρετῶν, ὧν οὐκ εἰκὸς μετεῖναι τῷ θεῷ διὰ τὸ μήτε ἡδονῶν μήτε λυπῶν σωματικῶν μετέχειν. ἐξ ἀνάγκης οὖν τοῦ σώματος φαινόμεθα τὴν πλείστην περὶ τὰ ἤθη ἐπιμέλειαν πορίζεσθαι, ἐπεὶ καὶ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, ὧν τὸ θεῖον δοκεῖ μετέχειν, πολὺ μὲν λείπονται τοῦ θεοῦ. δεόμεθα δὲ αὐτῶν διὰ τὰς ἀδικίας καὶ πλεονεξίας τὰς ὑπ’ ἀλλήλων γινομένας, ἐπεὶ τό γε θεῖον εἰκός ἐστι δικαιοσύνῃ πρὸς ἡμᾶς μόνῃ χρῆσθαι τῇ θεωρητικῇ καὶ ἐν τούτῳ διατελεῖν. ὅτι μὲν οὖν τιμιωτέρα ἐστὶν ἡ σοφία τῆς πολιτικῆς, ἐκ τούτων καὶ τῶν τοιούτων ἄν τις κατανοήσειεν, ἡ δὲ ἠθική, καθάπερ προείρηται, ἀναγκαιοτάτη· ἡμῖν δὲ καὶ πρώτως ταύτην ἐπιτηδεύειν προσήκει καὶ λόγῳ καὶ ἔργῳ, ὥσπερ καὶ Σωκράτης ἠξίου, οὐκ ἀτιμάζων τὴν περὶ τὰ θεῖα γνῶσιν καὶ τῶν φύσει συντεινόντων παριεὶς τὴν ἐπιστήμην ὡς περιττήν, ἀλλ’ ἀναγκαίαν ἡγούμενος τὴν τοῦ ἤθους ἐπιμέλειαν. καὶ οἱ Πυθαγόρειοι δὲ πρῶτον ἐπαίδευον τοὺς συγγινομένους καὶ ἤθεσι καὶ λόγοις. φαίνεται δὲ ὁ Ἀριστοτέλης περὶ πλείστου ταύτην τὴν διδασκαλίαν ποιεῖσθαι· λέγει δὲ αὐτὴν εἶναι περὶ τοῦ ἀνθρωπίνου τέλους, ἥτις ἐστὶν ἡ εὐδαιμονία. ἃ δὲ λέγει ἔχουσιν οὕτως.3
关于品格的探讨,尤其是政治[与伦理]学,就必然性而言先于观相哲学,但就尊贵而言后于观相哲学。因为,若非节制且公正,未在总体上修饰品格,亦未将灵魂的情欲置于某种匀称之中,便不可能善生;就此而言,政治与伦理学似乎是必然的,并因此是先在的(因为一个人即使获得了全部知识与观相,若未曾陶冶品格,亦不会有任何更多成效);但在智慧探讨最尊贵、最神圣之事物,观相自然之工程,乃至远优于并胜于由自然所构成之物的其他事物——第一哲学正是对这些事物的观相——这一方面而言,观相哲学则可被说成是更先在且更尊贵的。因为基础对象彼此之间的关系如何,关于它们的各门科学亦如何。而智慧所关涉的对象,比属于政治与伦理学的对象更为尊贵和优越,因此智慧远比这些学问尊贵得多。事实上,倘若我们没有肉体,我们的本性就无须承担除观相之外的任何其他工作;但如今,肉体的本性与肉体的快乐和痛苦相结合,必然迫使我们去关照节制、自制以及诸多其他此类德性,而由于神既不分有肉体的快乐亦不分有肉体的痛苦,神便不可能分有这些德性。因此,正是出于肉体的必然性,我们看来才对品格投入了最大的关照,因为即便正义与明智这两者——神性似乎分有它们——也远逊于神。我们之所以需要它们,是因为彼此之间所发生的行不义与贪得无厌之举,而神性则很可能仅以观相的正义对待我们,并持续处于这一状态之中。因此,智慧比政治学更为尊贵,人们从这些及此类理据中即可领会;而伦理学如前所述则是最不可或缺的;对于我们而言,无论在言论上还是在行动上,最先实践伦理学都是恰当的,正如苏格拉底所主张的那样——他并非贬抑关于神圣之物的知识,亦非将关乎自然之物的科学视为多余而弃置,而是认为对品格的关照乃是必然的。毕达哥拉斯学派的人也是首先在品格与言论两方面教育他们的门徒。亚里士多德看来亦最看重这一学说;他指出该学说是关于人的终极目的的,而这终极目的即是幸福。他所论述的内容如下:
- 1.0ὧν ἐστιν ἡ πρώτη φιλοσοφία θεωρητική
关系代词 ὧν 的先行词是紧接其前的“远优于并胜于由自然所构成之物的其他事物”(ἔτι ἄλλα πολὺ ἀμείνω καὶ κρείττω τῶν ἐκ φύσεως συνεστώτων)。属格 ὧν 作为宾格性属格受表语形容词 θεωρητική(观相的)支配,构成“第一哲学对这些事物是观相的”这一结构。
- 1.0εἰ μὲν ἄνευ σώματος ἦμεν, οὐδὲν ἂν ἔδει ... νῦν δὲ
从句 εἰ ἦμεν ... οὐδὲν ἂν ἔδει 是使用未完成过去时直陈语气的现在与事实相反的条件句,意为“如果我们没有肉体,本不需要……”。随后的 νῦν δὲ(“但如今/但事实上”)构成了典型的转折构文,将论述从非现实的假设拉回到人类具有肉体的现实事实。
- 1.0ἃ δὲ λέγει ἔχουσιν οὕτως
主语为中性复数关系代词 ἃ,而谓语动词 ἔχουσιν 采用了第三人称复数形式。此处未遵循中性复数主语接单数动词的常规雅典句法规则(schema Atticum),而是使用复数动词,将随后的各项命题与言论视为复数个别的项目。
