- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:18.1-19.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯帕西奥斯确立了人的固有功用在于现实活动中的理性生命,并由普通人与优秀之人功用在属上的同一性,推导出幸福乃是“在完满生命中依完满德性的灵魂现实活动”这一定义。
λείπεται δὲ [τὸ] ἔργον [εἶναι] τοῦ ἀνθρώπου ἡ πρακτικὴ καὶ λογικὴ ζωή, τουτέστι τὸ ζῆν ὡς λογικόν· ἐν γὰρ τούτῳ τὸ ἴδιον τοῦ ἀνθρώπου, τὸ λογικὸν τῆς ψυχῆς. λέγει δὲ λογικὸν ἀντιδιαιρῶν πρός τε τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὰς ἄλλας δυνάμεις, ὅσαι κοιναὶ καὶ τοῖς ἄλλοις ζῴοις. τούτου δὴ οὖν τοῦ λογικοῦ τὸ μὲν οὕτω λέγεται ὡσεὶ πεφυκὸς πείθεσθαι τῷ λόγῳ, τὸ δὲ ὡς πεφυκὸς ἔχειν ἐν αὑτῷ λόγον. ἐν ἄλλοις δὲ τὸ ὡς πεφυκὸς πείθεσθαι ἄλογον καλεῖ διὰ τὸ μὴ ἔχειν ἴδιον λόγον, ὅθεν καὶ δῆλον ὅτι διαφέρει τοῦτο τὸ ἄλογον καὶ παθητικὸν τοῦ τῶν ζῴων· τὸ μὲν γὰρ ἐπιπειθὲς λόγῳ, τὸ δὲ τῶν ἀλόγων ζῴων οὐκ ἐπιπειθές. διχῶς δὲ λεγομένης τῆς λογικῆς ζωῆς τῆς μὲν κατὰ δύναμιν, ἣν καὶ καθεύδοντες ἔχομεν καὶ ἐγρηγορότες μηδὲν δὲ πράττοντες ὡς λογικοί, τῆς δὲ κατ’ ἐνέργειαν, ἣν πράττοντες τοῖς λογικοῖς ἁρμοζόντως ζῆν λεγόμεθα λογικῶς, ἔργον ἀνθρώπου φησὶ θετέον εἶναι τὴν κατ’ ἐνέργειαν λογικὴν ζωήν. εὑρὼν δὲ τὸ ἔργον τοῦ ἀνθρώπου μέτεισι λοιπὸν ἐπὶ τὸ τέλος καὶ τὴν εὐδαιμονίαν. Εἰ γάρ ἐστιν ἔργον ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου (τοῦτο δὲ προσέθηκε διὰ τὸ παθητικὸν τῆς ψυχῆς, ὃ εἰ καὶ μὴ ἴδιον ἔχει λόγον ἀλλ’ ἐνεργεῖ γε οὐκ ἄνευ λόγου τοῦ ἐν τῷ λογικῷ μορίῳ τῆς ψυχῆς), τὸ δ’ αὐτό φαμεν ἔργον εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σπουδαίου. τῷ γὰρ γένει ἐστὶ ταὐτόν, οὔτε δὲ ἀριθμῷ οὔτε εἴδει τὸ τοῦ σπουδαίου ἔργον καὶ τὸ τοῦ τυχόντος ἐν ᾧτινι ἔργῳ, οἷον ὑπόδημα ἔργον καὶ σπουδαίου σκυτέως καὶ οὐ σπουδαίου· τὸ αὐτὸ οὖν τῷ γένει· τὸ γὰρ ὑπόδημα γένος· τὸ δὲ σπουδαῖον ὑπόδημα καὶ τὸ φαῦλον εἴδη. ἁπλῶς δὲ ἐπὶ πάντων τοῦ αὐτοῦ προτιθεμένου καὶ τῆς κατὰ τοῦτο ὑπεροχῆς τὸ σπουδαῖόν ἐστιν. εἰ οὖν ἔργον ἐστὶν ἀνθρώπου ζωὴ λογική, αὕτη δὲ ψυχῆς ἐνέργεια μετὰ λόγου, σπουδαίου 〈δὲ〉 ἀνδρὸς 〈εὖ〉 ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον δὲ ἐνεργεῖ κατὰ τὴν οἰκείαν ἀρετήν, εἴη ἂν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια κατ’ ἀρετήν. περιλαβόντι δὲ ἔστιν εἰπεῖν οὕτως τὸ ὑποθετικόν·1 εἰ ἔστι ταὐτὸν ἔργον ἀνθρώπου καὶ σπουδαίου ἀνθρώπου μετὰ τῆς τοῦ εὖ προσθέσεως, ἀνθρώπου δὲ ἔργον ζωὴ λογικὴ ἡ κατ’ ἐνέργειαν, σπουδαίου δὲ ἀνδρὸς εὖ ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον δὲ εὖ ἀποτελεῖται κατὰ τὴν οἰκείαν ἀρετήν, εἴη ἂν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετήν· εἰ δὲ πλείους αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην καὶ τελειοτάτην, ἤτοι θεωρητικήν, περὶ ἧς ὕστερον ἐρεῖ, προϋπαρχούσης δηλονότι τῆς καλοκαγαθίας.2 ἔτι δὲ ἐν βίῳ τελείῳ· καὶ τοῦτ’ εἰκότως. εἰ γὰρ εὐδαιμονία βίος, ὁ δὲ βίος ἐνέργεια μακρὰ καὶ ἐκ πολλῶν ἐνεργειῶν σύνθετος, ὥστε οὐχ οἷόν τε τὴν εὐδαιμονίαν ἐν μιᾷ ἡμέρᾳ μόνον εἶναι ἢ ἐν ὀλίγῳ χρόνῳ ἀλλ’ ἐν τελείῳ βίῳ, οὗτος δὲ οὐκ ἀκριβῶς δύναται ληφθῆναι [ἢ ἐν ὀλίγῳ χρόνῳ] ἀλλὰ τύπῳ, ὅσος ἄν εἴη ὁ ἄνθρωπος,3 προσέτι δὲ εἰ κατὰ πάσας δεῖ τὰς ἀρετὰς ἐνεργῆσαι τὸν εὐδαίμονα, δέοι ἂν βίου τελείου· εἰ δὲ καὶ ἐν τῷ εὖ ποιεῖν [καὶ] τοὺς κοινωνοὺς πολιτικὸν ζῷον ὁ ἄνθρωπος, δέοι ἂν καὶ πρὸς τοῦτο τελείου βίου, ἵν’ ὡς πλεῖστον εὖ ποιήσειεν. ἐν κεφαλαίῳ δ’ εἰπεῖν, ἔστιν ἡ εὐδαιμονία ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν ἐν βίῳ τελείῳ.
而剩下的作为人的功用,乃是实践的且理性的生命,即作为理性者活着;因为正是在此之中,在灵魂的理性部分之中,存有着人所固有的东西。他说“理性的”,乃是与营养的部分、感觉的部分以及所有其他同样共通于其他动物的能力相对区分而言。那么,就这一被称为理性的部分而言,其一被如此言说,宛如依其本性服从于理说;其二则被言说为依其本性自身具有理说。而在其他地方,他将那依其本性服从的部分因其没有自属的理说而称为“无理性的”;由此亦显然可见,这种无理性的、情感性的部分有别于动物的无理性部分;因为前者顺从于理说,而无理性动物的无理性部分则不顺从。既然理性生命有两重含义,其一就潜能而言(即便在睡眠时,或在清醒却并未作为理性者行事时,我们亦拥有此种生命),其二就现实活动而言(通过践行此种活动且符合理性者的方式,我们被称为合乎理性地生活),因此他说必须把依现实活动的理性生命确立为人的功用。而在找到人的功用之后,他接下来便转向目的与幸福。因为如果灵魂的功用乃是依理说、或不无理说的现实活动(他之所以补充这一点,是由于灵魂的情感部分,该部分纵然没有自属的理说,但至少并非没有灵魂理性部分中的理说而活动),而我们说某个特定者与某个特定优秀者的功用在属上是相同的。因为在任何功用中,优秀者的功用与平常者的功用皆是在属上相同,而非在数上或在种上相同;例如鞋子既是优秀鞋匠的功用,亦是非优秀鞋匠的功用;因此在属上是相同的;因为鞋子是属,而优秀的鞋子与劣拙的鞋子则是种。一般而言,在一切场合中,当相同的事物被提出并加上就此而言的卓越性时,优秀者便得以确立。因此,如果人的功用是理性的生命,而这是伴随理说的灵魂现实活动,而优秀之人的[功用]乃是充分且出色地践行这些活动,且每一事物皆依其特有的德性进行活动,那么属人的善就应当是灵魂依德性的现实活动。而对于概括把握者而言,可以如此陈述这一假言[三段论]:如果人与优秀之人的功用在附加上“良好”之后是相同的,而人的功用是依现实活动的理性生命,优秀之人的[功用]则是充分且出色地践行这些活动,且每一事物皆依其特有的德性而良好地完成,那么属人的善就应当是理性灵魂依德性的现实活动;如果德性有多种,则依最善且最完满的德性,即理论的德性(关于这一点他日后将加以论述),显然是在善美卓越性预先存在的前提下。此外还在于“在完满的生命中”;而这亦合乎情理。因为如果幸福是生命,而生命是漫长的且由许多现实活动构成的现实活动,以至于幸福不可能仅存在于一日之内或短暂的时间内,而必须在完满的生命中——而这种生命无法被精确把握,只能粗略地把握人的一生究竟有多长——此外,如果幸福者必须依照所有的德性进行现实活动,他就需要完满的生命;又如果人作为政治动物亦在于善待同伴,那么为了这一目的他同样需要完满的生命,以便尽可能多地行善。概括言之:幸福乃是理性灵魂在完满的生命中依完满德性的现实活动。
- 1.3περιλαβόντι δὲ ἔστιν εἰπεῖν οὕτως τὸ ὑποθετικόν
περιλαβόντι 是表示判断主体或视角的与格(即所谓判断者与格,意为“对于概括把握者而言”),并充当不定式 εἰπεῖν 的逻辑主语。紧随其后的 τὸ ὑποθετικόν 是名词化用法,作为逻辑学术语指“假言三段论”。
- 1.3προϋπαρχούσης δηλονότι τῆς καλοκαγαθίας
προϋπαρχούσης 构成独立属格结构,表达一种限定或前提条件:即便亚里士多德着眼于作为最善德性的理论德性(理智/智慧),作为伦理德性集大成的“善美之德”(καλοκαγαθία)显然亦作为基础前提预先存在。
- 1.3εἰ δὲ καὶ ἐν τῷ εὖ ποιεῖν [καὶ] τοὺς κοινωνοὺς πολιτικὸν ζῷον ὁ ἄνθρωπος
该条件从句中省略了系动词 ἐστί。基本结构为 εἰ δὲ καὶ ὁ ἄνθρωπος πολιτικὸν ζῷόν [ἐστιν] ἐν τῷ εὖ ποιεῖν τοὺς κοινωνούς,其中介词短语 ἐν τῷ εὖ ποιεῖν 修饰人作为政治动物所体现或实施的领域。
