- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:183.29-185.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《尼各马可伦理学》第八卷第9至12章(1161b11–1162a33),阐明基于协议的共同体友爱与基于自然的亲属及密友友爱之区分、根植于血缘的家庭优先性,以及在平等与优越的友爱中实现对等与比例性分配的原则。
" Ἐν κοινωνίᾳ μὲν οὖν ἕως περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω." Ὅτι μὲν οὖν πᾶσα φιλία ἐν κοινωνίᾳ ἐστίν, εἴρηται. ἀφορίσειε δ’ ἄν τις, φησί, τὴν συγγενικὴν καὶ τὴν ἑταιρικὴν φιλίαν, ἤτοι χωρίσειεν ὡς ἐχούσας τι διαφέρον τῶν κοινωνικῶν.1 λαμβάνει δὲ κοινωνικὰς τὰς καθ’ ὁμολογίαν τινά. καὶ τοῦτο ποιεῖ δῆλον λέγων· αἱ δὲ πολιτικαὶ καὶ φυλετικαὶ καὶ συμπλοϊκαὶ καὶ ὅσαι τοιαῦται κοινωνικαῖς ἐοίκασιν. οἷον γὰρ καθ’ ὁμολογίαν τινὰ φαίνονται εἶναι. εἰ δὲ τοιοῦτόν ἐστιν ἡ κοινωνικὴ φιλία, εἰκότως οὔτε ἡ συγγενικὴ οὔτε ἡ ἑταιρική εἰσι κοινωνίαι. οὐ γὰρ καθ’ ὁμολογίαν φιλοῦσιν ἀλλήλους οἱ συγγενεῖς ἀλλ’ ὑπὸ τῆς φύσεως προαγόμενοι· οὐδ’ οἱ ἑταῖροι. ἐν κοινωνίᾳ μὲν οὖν πᾶσαι φιλίαι. διὰ τὸ κοινωνεῖν φησι φιλοῦσιν οἵ τε συμπλωτῆρες καὶ οἱ συνναυπηγοῦντες καὶ οἱ λοιποί, οἷον πολῖται καὶ φυλέται. τὴν γὰρ συγγενικὴν καὶ ἑταιρικὴν χωριστέον τῶν τοιούτων. οὐ γὰρ ἡ φιλία τοῖς τοιούτοις διὰ τὴν κοινωνίαν ἀλλὰ δι’ αὐτὸ τὸ καλόν. φυσικῶς γὰρ τοὺς συγγενεῖς στέργουσι πάντες οἱ συγγενεῖς. ἀλλὰ καὶ ἡ ἑταιρικὴ φιλία δι’ αὐτὸ τὸ ἀγαθὸν καὶ διὰ συνήθειαν καὶ τὸ ἴσους εἶναι καθ’ ἡλικίαν. εἰς τὰς κοινωνικὰς δὲ τὴν ξενικήν τις τάξειε. πολυειδὴς δὲ καὶ ἡ συγγενικὴ φιλία, οἷον ἡ τοῦ πατρὸς πρὸς υἱούς, ἡ τῶν υἱῶν πρὸς πατέρα, ἡ τῶν ἀδελφῶν πρὸς ἀλλήλους καὶ τῶν λοιπῶν συγγενῶν· ἐκ πατέρων δ’ αὗται τὴν ἀρχὴν ἔχουσι. καὶ μᾶλλον ὁ πατὴρ οἰκεῖος τῷ τέκνῳ ἢ τὸ τέκνον τῷ πατρί. τῶν δὲ παίδων οὐδὲν τῷ πατρὶ οἰκεῖον. ταὐτὸν γὰρ τοὺς ἀδελφοὺς ἀλλήλοις ποιεῖ ἡ πρὸς τοὺς γονεῖς ταυτότης διὰ τὸ τὰ τῷ αὑτῷ ταὐτὰ καὶ ἀλλήλοις εἶναι ταὐτά.2 ἀνάλογον δ’ ἔχει αἷμα καὶ ῥίζα· ὡς γὰρ οἱ ἀπὸ τῆς ῥίζης φύντες κλάδοι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὴν ῥίζαν τὴν ὁμοιότητα ἔχουσιν [ἀλλὰ τὴν πρὸς ἀλλήλους ὁμοιότητα] διὰ τὸ ἀπὸ τῆς αὐτῆς εἶναι ῥίζης, οὕτω καὶ οἱ ἀπὸ τοῦ τῶν γονέων αἵματος ἔχουσι πρὸς ἀλλήλους τὴν ὁμοιότητα διὰ τὸ ἀπὸ τοῦ αὐτοῦ εἶναι αἵματος. ἔχουσι δὲ καὶ πρὸς τὸ αἷμα τὴν ὁμοιότητα. οἱ αὐτοί τέ εἰσι τῷ πατρὶ διῃρημένοι κατὰ τὰ σώματα. Ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς οἷον ἔκγονοι καὶ δισέκγονοι πρὸς ἀλλήλους ἔχουσιν οἰκειότητα διὰ τὸ ἀπὸ τῶν αὐτῶν γεννηθῆναι ἀδελφῶν. μᾶλλον δ’ εἰσὶν οἰκεῖοι, ὅσοι τῷ τοῦ γένους ἀρχηγῷ πλησιάζουσιν. ὅσῳ, φησίν, ἀναγκαιότερον οἰκία πόλεως καὶ πρότερον, τοσοῦτον καὶ τεκνοποιία τοῖς ζῴοις καὶ μᾶλλον ἀνθρώποις. ὡς γὰρ οὐκ ἂν πόλις συσταίη μὴ γινομένης οἰκίας, οὕτως οὐδὲ βίος ἀνθρώπινος οὐδὲ φιλία γένηται μὴ γεννηθέντων τῶν φιλτάτων παίδων. ὁ δὲ ζητῶν βίον ἀνδρὸς πρὸς γυναῖκα καὶ φίλου πρὸς φίλον οὐδὲν ζητεῖ ἢ εἰ ὅμοιον τὸ δίκαιον ἔχουσιν· ἐπεὶ δ’ οὐχ ὅμοιον τὸ δίκαιον, οὐδ’ ὁμοίως βιώσουσι. Τριττῶν δὴ οὐσῶν τῶν φιλιῶν. τριττὴν εἰπὼν εἶναι τὴν φιλίαν, διά τε τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, καθ’ ἑκάστην φιλίαν εἰσὶ καὶ ἴσοι καὶ ὑπερέχοντες· ἴσοι μὲν ὡς ὅταν ἀμφότεροι ἀγαθοί, καθ’ ὑπεροχὴν δὲ ὅταν ὁ μὲν ἀγαθός, ὁ δὲ πλούσιος. προσθετέον δὲ καὶ τὸ εἰδέναι τὸν πλούσιον, ὡς ὅσον ὑπερέχει τῷ πλούτῳ, τοσοῦτον τῇ ἀρετῇ ὑπερέχεται. ἢ τὸ καθ’ ὑπεροχὴν ὡς ὅταν ὁ μὲν ἀγαθός, ὁ δὲ φαῦλος, τοιοῦτος δὲ ὡς μὴ πάντη διεφθαρμένος, ἀλλὰ δυνάμενος ἐπαναχθῆναι πρὸς τὸ βέλτιον. ἴσοι δὲ πάλιν καὶ ὅταν οἱ δύο εὐτράπελοι, καθ’ ὑπεροχὴν δὲ ὅταν ὁ μὲν ὑπερέχῃ τῇ εὐτραπελίᾳ, ὁ δὲ τῷ πλούτῳ. ὁμοίως δὲ καὶ ἴσοι μὲν ὅταν ὁμοίως χρησιμεύωσιν, ὑπεροχὴ δὲ γίνεται ὅταν ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον· τοὺς ἴσους κατ’ ἰσότητα τὴν διὰ τὸ ἀγαθὸν καὶ ἡδὺ καὶ χρήσιμον δεῖ καὶ κατὰ τὸ φιλεῖν ἰσάζειν. εἰ γὰρ ἴσοι ἀγαθοί εἰσι, φιλήσουσιν, ὁμοίως κἀπὶ τῶν ἄλλων· εἰ δ’ ἄνισοι εἶεν, δεῖ ἀναλόγως ἀποδιδόναι τὸν μὲν πλούσιον τιμᾶσθαι ὡς πλούσιον, τὸν δ’ ὡς ἐνάρετον.3 οὐδεὶς δὲ τὸν εὖ ποιοῦντα δυσχεραίνει, ἀλλ’ ἂν 〈ᾖ〉 χαρίεις ὁ πάσχων, ἀμύνεται, ἤγουν βοηθεῖ, τῷ εὐεργέτῃ εὖ δρῶν.
“在共同关系中,因此……[至]关于这些事情,就谈到这里为止吧。” 因此,一切友爱都在于共同关系之中,这一点已经说过了。他说:“但人们或许可以区分亲属友爱与密友友爱”,也就是说,将它们作为与基于共同关系的友爱有所不同者分离开来。而他将那些依据某种协议的友爱理解为“基于共同关系的友爱”。他通过这样说使这一点变得明晰:“而城邦的、部族的、同舟者的友爱,以及所有此类友爱,都类似于基于共同关系的友爱;因为它们看起来仿佛是依某种协议而存在的。”但若基于共同关系的友爱是这等性质的,那么理所当然地,亲属友爱与密友友爱都不是共同关系。因为亲属们并不是依协议彼此相爱,而是受自然所促动;密友们亦非如此。因此,一切友爱都处于共同关系之中。他说,同舟者、共同造船者以及其余的人,例如同邦公民与同部族人,乃是因具有共同关系而相爱。因为必须把亲属友爱与密友友爱从此类友爱中分离出来。因为对此类人而言,友爱并非由于共同关系,而是由于高尚本身。一切亲属皆天然地关爱其亲属。但密友友爱亦是由于善本身、由于熟稔以及年龄上的平等。然而人们或许会将宾客友爱列入基于共同关系的友爱之中。亲属友爱亦有多种形式,例如父亲对儿子们的友爱、儿子们对父亲的友爱、兄弟们彼此之间的友爱以及其余亲属的友爱;而这些友爱皆起源于父亲。并且父亲对于孩子而言,比起孩子对于父亲而言,是更为属己的。从孩子的一方来看,对父亲而言并无亲属所有之物。因为兄弟们对父母的同一性,借由与同一物相同者彼此亦相同这一事实,使得兄弟们彼此同一。血液与根处于类比的关系之中;正如从根生长出来的树枝,由于来自同一个根,彼此之间以及对根都具有相似性,从父母的血液中衍生出来的人们,亦由于来自同一血液,彼此之间具有相似性。而且他们对血液亦具有相似性。他们与父亲是同一的,在肉体上有所区分。堂表亲以及其余亲属,例如子孙与曾孙,因由相同的兄弟所生,彼此之间具有亲近性。越接近家族始祖的人,亲近程度亦越高。他说,家庭在多大程度上比城邦更为必然且居先,生育子女对于动物而言,尤其对于人而言,亦在多大程度上如此。正如家庭若不成立城邦便无法组成,同样,若最可爱的子女未被生育出来,人的生活与友爱亦无法产生。而探讨丈夫对妻子的生活,以及朋友对朋友的生活之人,所探讨的无非是他们是否拥有相似的公正;既然公正并不相似,他们的生活方式亦不会相似。“由于友爱有三种……”在说明了友爱由于善、由于愉悦以及由于有用而分为三种之后,在每一种友爱中既有平等者,亦有优越者:平等者如双方皆为善人,基于优越者如一人为善人而另一人为富人。还须补充的是,富人知晓自己在财富上优越多少,在德性上便落后多少。或者,基于优越者如一人为善人而另一人为恶人,但这恶人并非全然败坏,而是能够被引向更好的状态。再次,平等者亦如两人皆风趣机敏,而基于优越者则如一人在机敏上优越,另一人在财富上优越。同样,平等者亦如他们同样有用,而当一方用处更多而另一方更少时,便产生了优越。那些依照因善、愉悦与有用而成立的均等而居于平等的人,在爱意上也必须均等。因为若他们同样是善人,他们便会[同等地]去爱,在其他情形中亦然;但若他们是不平等的,则须按比例回报,富人作为富人受到尊重,另一人则作为有德之人受到尊重。没有人会对施善者心生厌弃,相反,若受惠者是个通情达理之人,他便会以行善来回报——即帮助——其恩人。
- 6.6ὡς ἐχούσας τι διαφέρον τῶν κοινωνικῶν
分词 ἐχούσας 为宾格阴性复数,其逻辑主语为前置的宾格短语 τὴν συγγενικὴν καὶ τὴν ἑταιρικὴν φιλίαν。它与 ὡς 连用,表达了划分的依据或理由(“作为与基于共同关系的友爱有所不同者”)。
- 6.6τὰ τῷ αὑτῷ ταὐτὰ καὶ ἀλλήλοις εἶναι ταὐτά
由介词短语 διὰ τό 引导的定冠词不定式从句的内部结构。不定式的主语是中性复数名词短语 τὰ τῷ αὑτῷ ταὐτά(“与同一事物相同的事物”),谓语则由不定式 εἶναι 与补足语 ταὐτά 构成。类似于欧几里得公理的逻辑公理在此被用于论证兄弟间的同一性。
- 6.6τὸν μὲν πλούσιον τιμᾶσθαι ὡς πλούσιον, τὸν δ’ ὡς ἐνάρετον
依附于非人称动词 δεῖ 的宾格加不定式结构。宾格主语 τὸν μὲν πλούσιον 以及承前省略的 τὸν δέ(有德者)共同充当被动语态不定式 τιμᾶσθαι 的逻辑主语。该结构起到解释说明的作用,具体阐述前文 δεῖ ἀναλόγως ἀποδιδόναι(“应当按比例回报”)的内容。
